Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

ληϊζόμενος". καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατεῦσαι δώροις πρὸς αὐτοὺς ταύτας ἐβεβαίου, ὑποσχόμενος παρέχειν αὐτοῖς νομισμάτων μυριάδας εἴκοσιν, ὁμήρους αὐτοῖς δεδωκὼς ἕνα τῶν υἱῶν Ἰωάννην τοὔνομα, ὃν δὴ καὶ Ἀταλάριχον ἐκάλεσε, νόθος δὲ ἦν αὐτῷ ἐκ παλλακῆς, καὶ Στέφανον ἀνεψιὸν αὐτοῦ, υἱὸν Μαρίας τῆς ἀδελφῆς αὐτοῦ καὶ Εὐτροπίου, ἔτι δὲ καὶ Ἰωάννην ἕτερον, υἱὸν Βώνου τοῦ πατρικίου, καὶ αὐτὸν ἐκ παλλακῆς αὐτῷ γεγονότα), καὶ αὐτοὶ ἐκστρατεύοντες τῷ τείχει τοῦ Βυζαντίου πελάζουσιν, εὐθύς τε πάντα ἐνεπίπρων τὰ προάστεια. καὶ ὥσπερ ἀναμερισάμενοι ἑκάτεροι τὸν Θρᾳκικὸν Βόσπορον Πέρσαι μὲν τὰ τῆς Ἀσιάτιδος μοίρας καθῄρουν, Ἄβαροι δὲ τὸν ἐπὶ Θρᾴκης διέφθειρον χῶρον. ἀλλή 18 λοις τε λόγοις οἱ Ἄβαροι συνετίθεντο συμφωνήσαντες ἑλεῖν τὸ Βυζάντιον. οἱ οὖν Ἄβαροι μηχανήματα τειχομάχα ἐτέκταινον· πύργοι δὲ ἦσαν ξύλινοι καὶ χελῶναι τὰ κατασκευάσματα. καὶ ἐπεὶ προσῄεσαν τῷ τείχει τὰ ὄργανα, θεία δύναμις ἐξαπιναίως ταῦτα διέλυσε καὶ τοὺς ἐν αὐτοῖς τῶν Ἀβάρων μαχητὰς διώλεσεν. ἐπειδὴ δὲ καὶ Σκλαβηνὰ πλήθη οἱ Ἄβαροι ἐπεφέροντο καὶ εἰς συμμαχίαν ἐχρῶντο, δεδώκεσαν δὲ αὐτοῖς σημεῖον ὡς ἡνίκα ἂν ἴδοιεν πυρσοὺς ἀναφθέντας εἰς τὸ Βλαχερνῶν προτείχισμα, τὸ καλούμενον Πτερόν, εὐθὺς ἅμα τοῖς μονοξύλοις ἀκατίοις κἀκεῖνοι ἐπεξίοιεν, ὡς πλοΐμῳ ἀναφανέντες τὴν πόλιν κραταιῶς θορυβήσωσιν αὐτοί τε ἀδείας λαβόμενοι ἐκ τῶν τειχῶν ἀνατρέχοντες ἐντὸς τῆς πόλεως γένωνται. δῆλα οὖν ταῦτα Βώνῳ τῷ πατρικίῳ ἐγένοντο, καὶ αὐτὸς διήρεις μὲν καὶ τριήρεις ἁρμόσας, εἰς τὸν χῶρον ἐν ᾧ τὸ σημεῖον ἐδέδοτο καθοπλίσας προσώρμισεν, ὡσαύτως καὶ πρὸς τὴν ἀντιπέρα ἀκτὴν τὰς διήρεις ἐπέλασεν διαφρυκτωρεῖσθαί τε εὐθέως ἐπέτρεψεν. ὅπερ δὴ οἱ Σκλάβοι θεασάμενοι ἐκ τοῦ ποταμοῦ τοῦ καλουμένου Βαρβύσσου ἀφώρμων καὶ κατὰ τῆς πόλεως ᾔεσαν. αἱ δὲ ἐπεκδραμοῦσαι καὶ εἰς μέσον αὐτοὺς ἀπολαβοῦσαι ἐκ τοῦ εὐθέως ἔκτεινον, καὶ αἵματι πολλῷ τὸ θαλάσσιον ὕδωρ ἐφοινίσσετο. ἐν τοῖς πτώμασιν οὖν τῶν ἀναιρεθέντων καὶ γυναῖκες Σκλαβηναὶ κατεφαίνοντο. ἀλλὰ ταῦτα οἱ βάρβαροι θεασάμενοι καὶ τῆς προσεδρίας ἀπειπόντες πρὸς τὴν αὑτῶν ἀνεζεύγνυον. ὁ δὲ ἀρχιερεὺς τῆς πόλεως σὺν Κωνσταντίνῳ τῷ βασιλεῖ εὐχαριστηρίους λιτὰς τῷ θεῷ προσέφερον ἐν τῷ ναῷ τῆς θεομήτορος τῷ ἐν Βλαχέρναις ἱδρυμένῳ ἀφικόμενοι· τεῖχος εὐθὺς 19 δωμησάμενοι τοῦ ἱεροῦ ἐκείνου ναοῦ φρούριον κατέστησαν. καὶ τὰ μὲν Ἀβάρων οὕτω πῃ ἔσχε. Μαθὼν δὲ Χοσρόης Ἡράκλειον πλησιάσαντα τοῖς βασιλείοις Περσῶν ἐκπέμπει κατ' αὐτοῦ στρατηγόν τινα Ῥιζάτην ὄνομα, γενναῖον ὄντα καὶ ἔμπειρον τὰ πολέμια. οὗτος ἐλθὼν τῷ βασιλεῖ παρατάσσεται, καὶ τῆς οἰκείας ἀφορμῶν φάλαγγος μόνος πρὸς μόνῳ προυκαλεῖτο διαμάχεσθαι. Ἡράκλειος δὲ ἐπεὶ οὐδένα τοῦ οἰκείου στρατοῦ προθυμούμενον ἐπεγίνωσκεν, αὐτὸς ἐξῄει κατὰ τοῦ βαρβάρου. ὁ δὲ ὡς τὴν τοξικὴν ἔμπειρος ὀϊστὸν ἠφίει καὶ ἄκρων χειλέων τοῦ βασιλέως καθήπτετο· εἶτα καὶ ἄλλον ὀϊστὸν ἐξέπεμψε καὶ τὸ σφυρὸν τοῦ ποδὸς ἐπέξυσεν. αὐτὸς δὲ Ἡράκλειος τῷ ἵππῳ ἐπῄει, καί τις τῶν αὐτοῦ δορυφόρων προφθάσας τὸν ὦμον Ῥιζάτου ξίφει ἀπέτεμε, καὶ αὐτὸν πεσόντα ὁ βασιλεὺς κατηκόντισε καὶ εὐθὺς τὴν τούτου κεφαλὴν ἀπέτεμεν. ἐπὶ δὲ τῇ νίκῃ ταύτῃ προθυμίας ὁ τῶν Ῥωμαίων στρατὸς πλησθείς, αἰσθόμενος τὴν τοῦ βασιλέως παρρησίαν, κατὰ Περσῶν ἐχώρουν συντονώτατα, καὶ ἀνὰ κράτος ἡττηθέντας ἐδίωκον καὶ πλῆθος αὐτῶν πολὺ ἀπέκτειναν. Οἱ δὲ Περσῶν ἄρχοντες ἐπεὶ διεγνώκεσαν ὡς ὁ τῶν Ῥωμαίων βασιλεὺς ὑπὲρ τῆς ἑαυτοῦ πολιτείας τῆς οἰκείας ζωῆς κατεφρόνησε, μετὰ Σειρόου τοῦ υἱοῦ Χοσρόου βουλεύονται Χοσρόην ἀνελεῖν, μέγα περὶ τῆς οἰκείας πολιτείας καταφρονήσαντα. τοῦτον οὖν ἐφ' ἑνὶ τῶν βασιλικῶν οἴκων κατέκλεισαν, καὶ τροφὴν οὐκ ἐδίδοσαν, προύθηκαν δὲ χρυσὸν καὶ ἄργυρον καὶ λίθον πλεῖστον λέγοντες "τούτων ἀπόλαυε οἷς κατεμάνης καὶ ἅπερ ἠγάπησας