Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο. διέμεινε δὲ τὰ τοῦ σάλου ἄχρι καὶ εἰς ἐνιαυτὸν ὅλον· διὸ πλεῖστοι τῆς πόλεως προϊόντες καὶ ἔξω τειχῶν αὐλιζόμενοι ἐν καλύβαις κατέμενον. Λέων δὲ μετὰ τέσσαρα καὶ εἴκοσι ἔτη τῆς βασιλείας μεταλλάττει τὸν βίον ὑδέρῳ χαλεπῷ περιπεσών, διάδοχον δὲ τῆς ἀρχῆς τὸν υἱὸν Κωνσταντῖνον καταλιμπάνει. Ἀρτάβαζος δέ, ὃς γαμβρὸς Κωνσταντίνου ἐπ' ἀδελφῇ ὑπῆρχεν, ἅμα τῷ περιόντι λαῷ (στρατηγὸς δὲ τοῦ Ὀψικίου λαοῦ ἐτύγχανεν) καὶ τοῖς δυσὶν υἱέσιν, ὧν ὁ μὲν ἕτερος Νικήτας θάτερος δὲ Νικηφόρος ἐκέκλητο, κατὰ τὸ λεγόμενον τοῦ ∆ορυλαίου πεδίον ηὐλίζετο. καὶ δὴ τυραννίδα εὐθὺς κατ' αὐτοῦ μελετᾷ, τὸν τοῦ πενθεροῦ θάνατον πυθόμενος· καὶ ὅρκοις τὸν ὑπὸ χεῖρα κατεδέσμει λαὸν αὐτῷ μὲν εὔνουν ἔσεσθαι, ἕτερον δὲ εἰς βασιλέα μὴ δέχεσθαι. Κωνσταντῖνος δὲ τῆς βασιλείας κρατήσας ἀπόμοιράν τινα στρατοῦ ἐπιλεξάμενος τῆς πόλεως ἔξεισι καὶ τὸ πεδίον ὃ Κρασὸς προσαγορεύεται καταλαμβάνει καὶ Ἀρταβάζῳ ἐσήμαινεν ἥκειν πρὸς αὐτόν, ὡς 60 ἂν ἅμα τῶν πολεμίων χάριν βουλεύσοιντο. ὁ δὲ ἤδη ὥρμα, οὐ βουλῆς ἕνεκεν, ἀλλὰ τῆς βασιλείας αὐτὸν καθαιρήσων. Κωνσταντῖνος δὲ τὰ τῆς τυραννίδος πυθόμενος, καὶ Βίσηρον τὴν ἀξίαν πατρίκιον προϋπαντήσαντα καὶ τῷ ξίφει τῶν ἀντιπάλων πεσόντα αἰσθόμενος, καὶ ὡς τὸ βασιλικὸν ἐσκευαγώγουν στρατόπεδον εἰσιδών, αὐτὸς πρὸς τῇ χώρᾳ τῶν ἀνατολικῶν καλουμένῃ φυγὰς ἐνθένδε ἀπιὼν τὴν σωτηρίαν τὴν ἑαυτοῦ περιεποιήσατο. καὶ αὐτοὶ εὐνοϊκῶς ὑποδεξάμενοι ἐνωμότους αὐτῷ συνθήκας δεδώκεσαν ὡς μέχρις αἵματος ὑπὲρ αὐτοῦ ἀνελέσθαι τὸν κίνδυνον, καὶ Ἀρτάβαζον αἰσχρῶς δυσφημοῦντες καθύβριζον. μεταστέλλονται γοῦν καὶ Σισίννιον τὸν πατρίκιον καὶ σύμφωνα καθίστων ἅμα τῷ ὑπ' αὐτὸν στρατηγουμένῳ τῶν Θρᾳκησίων λεγομένῳ λαῷ, καὶ ἅπαντες κατὰ Ἀρταβάζου ὠμῶς ἐχώρουν. Θεοφάνης δέ, ὃν Μονώτιον ἐκάλουν, τὴν τοῦ μαγίστρου ἀξίαν διέπων καὶ τὴν βασιλέως χρείαν εἰς Βυζάντιον ἀποπληρῶν, Ἀρταβάζῳ προσέθετο καὶ βασιλέα ἀνεκήρυττε, καὶ Βυζαντίους ἀνέπειθεν ὡς Κωνσταντῖνος τεθνήκει. τὸν δὲ υἱὸν Νικηφόρον τοὔνομα κατὰ τὴν Θρᾴκην τότε στρατηγοῦντα μεταπέμπεται καὶ σὺν τῷ περὶ αὐτὸν στρατῷ πρὸς φυλακὴν τῆς πόλεως ἐγκαθίστησι. τῶν βασιλικῶν δὲ ὑπηρετῶν οὓς μὲν ἀπετύφλου οὓς δὲ καὶ ἑτέρως κατῄκιζε. καὶ Ἀρτάβαζος εὐθὺς τῷ συνόντι ἅμα λαῷ τῇ πόλει ἐφίσταται καὶ αὐτίκα τῶν ἁγίων ἀνίστη τὰ ἱερὰ ἀπεικονίσματα. τούτου δὲ κατόπιν ἰὼν Κωνσταντῖνος τὴν Χρυσόπολιν καλουμένην καταλαμβάνει· ἐπίνειον δὲ τοῦτο ἀντικρὺ Βυζαντίου πρὸς τῇ Ἀσιάτιδι γῇ διακείμενον. κἀνταῦθα βραχὺν διατρίψας χρόνον ὑπενόστει καὶ πρὸς τὴν πόλιν ἣν Ἀμόριον καλοῦσι διεχείμαζε. τῷ δὲ ἑξῆς ἐπιγενο 61 μένῳ ἐνιαυτῷ τὸν ἕτερον τῶν υἱῶν Νικήταν στρατηγὸν τοῦ καλουμένου τῶν Ἀρμενιάκων στρατοῦ Ἀρτάβαζος ἀποστέλλει, τὸν δ' αὖ ἕτερον Νικηφόρον εἰς βασιλέα στέφει. ἐπιστρατεύει δὲ κατὰ τῆς τῶν Ἀσιανῶν χώρας, καὶ τὰ ἐκείνῃ χωρία ἐσιαίνετο πικρῶς. καθ' ὃ ἐπιτίθεται Κωνσταντῖνος καὶ πρὸς τὰς Σάρδεις ὑπαντιάζει, πολέμῳ τε αὐτῷ συμμίξας κραταιῶς ἐτροπώσατο, τόν τε ὑπόντα λαὸν δουλωσάμενος τήν τε ὑποῦσαν αὐτοῖς ἀποσκευὴν εἰσποιησάμενος. Ἀρτάβαζος δὲ φυγὰς πρὸς τὴν πόλιν Κύζικον καταλαβὼν κἀκεῖθεν ἀποπλεύσας ἐπὶ τὸ Βυζάντιον ᾤχετο. Νικήτας δὲ ὁ αὐτοῦ υἱὸς κατὰ Κωνσταντίνου τὴν ὁρμὴν ἐποιεῖτο. ὁ δὲ πρός τι χωρίον αὐτῷ μάχῃ προσβαλών, Μωδρινὴν τῇ ἐπιχωρίῳ φωνῇ προσαγορευόμενον, αὐτὸν μὲν Νικήταν ἐτρέψατο, τοῦ δὲ συνόντος λαοῦ πλείστους ἀναιρεῖ. ἐντεῦθεν ἐν μεγίσταις συμφοραῖς τὰ Ῥωμαίων διέκειτο, ὁπηνίκα ἡ παρ' ἐκείνοις περὶ τῆς ἀρχῆς ἅμιλλα τὸν ἐμφύλιον Χριστιανοῖς ἀνερρίπισε πόλεμον. οἷα γὰρ καὶ ὅσα συμβαίνειν τοῖς τοιούτοις εἴωθε τὰ δεινότατα, ὡς καὶ τὴν φύσιν ἑαυτὴν ἐπιλανθάνεσθαι καὶ καθ' ἑαυτῆς ἵστασθαι (καὶ τί γὰρ δεῖ τἆλλα λέγειν;), πολλοὺς ἂν ἐν πείρᾳ καθεστηκέναι. ἐν τούτοις καθυπέρτερος Κωνσταντῖνος γενόμενος πρὸς τὰ