Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σώματος ἐξέκοπτον ἀπανθρώπως οἱ δείλαιοι. καὶ ἅπαν ὡς εἰπεῖν τὸ εὐσεβὲς διωθεῖτο καὶ ἀπηλαύνετο, καὶ ὥσπερ ἑλληνισμοῦ δευτέρου Χριστιανοῖς ἐπιφυέντος πᾶσα μηχανὴ κακουργίας ἐπενοεῖτο, δι' ἧς τοὺς κατὰ θεὸν ζῆν αἱρουμένους ἐπηρεάζειν καὶ πημαίνειν ἐσπούδαζον. ἤδη δὲ τούτων ἐνίους πρὸς τὸ τῆς οἰκείας ἀπωλείας καθείλκυσαν βάραθρον, καὶ τῷ δυσσεβεῖ αὐτῶν εἶξαν θεσπίσματι ἢ βίᾳ ἑλκόμενοι ἢ ἀπάτῃ ὑποσυρόμενοι ἢ θωπείαις ὑποκλεπτόμενοι ἢ χρήμασι δελεαζόμενοι ἢ στρατείαις 72 καὶ ἀξιωμάτων† φιλοτιμούμενοι, ἢ ἑτέραις πολυτρόποις τοῦ πονηροῦ μεθοδείαις τὴν ἐξαπάτην εἰσδεχόμενοι τὸ ἐπάγγελμά τε ἠθέτουν καὶ τὸ σεμνὸν μεταμφιεννύμενοι στόλισμα κομῆται αὐτοὶ ἀντὶ κεκαρμένων διεδείκνυντο καὶ εἰς λαϊκῶν σχῆμα εὐθὺς μεθηρμόζοντο, γυναιξί τε ὁμιλεῖν κατεδέχοντο καὶ τὸ πρὸς αὐτὰς ἠσπάζοντο συνοικέσιον. ἐπράττετο γοῦν ταῦτα, ὡς ἂν διὰ πάντων αὐτός τε ὁ τῶν ὅλων θεὸς τό γε ἐπ' αὐτοῖς ἀτιμάζηται καὶ τὰ τῆς ἐκκλησίας καθυβρίζηται τίμια. Ἐντεῦθεν συλλαμβάνονται Στέφανόν τινα, ἄνδρα ὅσιον καὶ θεοφιλῆ τυγχάνοντα, μοναστὴν δὲ τῷ σχήματι καὶ περιειργμένον ἐν οἰκιδίῳ στενωτάτῳ πάνυ ὑπάρχοντα, ὑπὸ τὴν τοῦ μεγίστου ὄρους ἱδρυμένον ἀκρώρειαν, ὃ καλοῦσι τοῦ ὁσίου Αὐξεντίου λόφον. ἔγκλημά τε εὐσεβείας ἐπάγουσιν αὐτῷ οἱ ἀνόσιοι, "ὡς πολλούς", φασίν, "ἐξαπατᾷ διδάσκων δόξης τῆς παρούσης καταφρονεῖν οἴκων τε καὶ συγγενείας ὑπερορᾶν καὶ τὰς βασιλείους αὐλὰς ἀποστρέφεσθαι καὶ πρὸς τὸν μονήρη βίον μεταρρυθμίζεσθαι". καὶ διὰ ταῦτα πληγαῖς τε πλείσταις αἰκισάμενοι καὶ δεσμωτήριον οἰκεῖν καταδικάσαντες, τέλος σχοινίοις αὐτὸν κατὰ τοὺς πόδας ἐξάψαντες καὶ τῶν βασιλικῶν ἀφορμήσαντες περιβόλων, μέχρι τῆς λεγομένης τοῦ Βοὸς ἀγορᾶς ἑλκύσαντες διέσπασαν, καὶ αὐτοῦ τὸ σῶμα ἐν τοῖς καλουμένοις τάφοις τῶν Πελαγίου ὡς κακούργου οἱ δυσσεβεῖς ἀπέρριψαν· αὐτόθι γὰρ τά τε τῶν ἐθνικῶν ἀμυήτων σώματα καὶ τῶν ἐπὶ θανάτῳ ἀπηγορευμένῳ τελευτώντων ἐξεπέμπετο. πλείστους τῶν τε ἐν τέλει καὶ τοῦ στρατιωτικοῦ ὑπευθύνους καθιστῶντες, προσκυνεῖν 73 ἱεραῖς εἰκόσι καταιτιώμενοι, ὥσπερ ἐπὶ καθοσιώσει ἁλόντας διέφθειραν, οὓς μὲν διαφόροις θανάτοις παραδιδόντες, οὓς δὲ τιμωρίαις ξέναις καθυποβάλλοντες, πλήθη τε ἄπειρα ὑπερορίαις παραπέμποντες. ἐφ' οἷς ὅρκοις βεβαιοῦν ἐβουλεύσαντο ἅπαν αὐτοῖς τὸ ὑπήκοον ὡς τὸ λοιπὸν εἰκόνι μὴ προσκυνεῖν ἁγίων τινά. φασὶ δὲ ὡς καὶ τὸν τηνικαῦτα τῆς πόλεως ἀρχιερέα θεασάμενοι ὑψώσαντα τὰ ζῳοποιὰ ξύλα ὀμωμοκέναι μηδ' αὐτὸν εἶναι τῶν προσκυνούντων τὰς ἱερὰς εἰκόνας. τοιαῦτα τῶν ἀσεβούντων τὰ τολμήματα. Τῷ δὲ αὐτῷ ἔτει ἐπιστρατεύει Κωνσταντῖνος κατὰ Βουλγάρων καὶ παραγίνεται σὺν τῷ περιόντι λαῷ ἐγγύτατα τῆς Βουλγάρων γῆς καὶ σκηνοῦται παρὰ τὴν λεγομένην ἐμβολὴν Βεριγάβων. πλόϊμον δὲ ἐξοπλίσας συντελοῦν περὶ τὰ δισχίλια καὶ ἑξακόσια σκάφη, ναυτικὸν δὲ πλῆθος καὶ στρατιωτικὸν ἔκ τε τῶν πλοΐμων στρατηγίδων καὶ ἑτέρων χώρων ἐμβαλὼν ἐν αὐτοῖς ἀπέστειλεν, ὥστε παραγενέσθαι περί τε Μεσήμβρειαν καὶ Ἀγχίαλον τὰ πολίσματα καὶ προσπελάζειν Βουλγάροις. ἐντεῦθεν οὖν περικτυπηθέντες οἱ Βούλγαροι τότε, τὸ ἱππικὸν καὶ πλόϊμον θεασάμενοι πλῆθος, εἰς συμβάσεις τῷ βασιλεῖ ἐτράποντο. ἐπεὶ δὲ τὸ πλόϊμον πρὸς ταῖς ἀκταῖς τῆς ἐκείνῃ θαλάσσης καθωρμίζετο (ἀλίμενος γὰρ ὁ τόπος καὶ τοῖς πλέουσι δυσφορώτατος), πνεῦμα βίαιον καὶ σκληρὸν κατ' αὐτῆς πνεῦσαν (βορέας δ' ἦν ἄνεμος) τάς τε ναῦς πρὸς ταῖς ἀκταῖς περιτρέψας συνέτριψε καὶ πλήθη τῶν εἰσπλεόντων οὐκ ὀλίγα τῷ ῥοθίῳ κατεπόντισεν. ἐν τούτοις ἄγαν θορυβηθέντα τὸν βασιλέα κελεῦσαι τοὺς ἄρχοντας δικτύοις περιβαλεῖν τὴν θάλασσαν, ὡς ἀνελέσθαι τῶν ἀποπνιγέντων τὰ σώματα καὶ τῇ γῇ παραδιδόναι, οὕτω τε πρὸς τὰ βασίλεια ὑποστρέψαι. 74 Ἔτι δὲ πνέων κατὰ τῆς εὐσεβείας τὸ ἱερὸν τῶν Ναζηραίων σχῆμα καθύβριζεν. εὐθὺς γὰρ