Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ εἰς πεντακοσίους τὸν ἀριθμὸν συντελούσας, διὰ τοῦ Εὐξείνου ἐκπλεύσαντες καὶ πρὸς τῷ Ἴστρῳ γενόμενοι ποταμῷ χώρας τε Βουλγάρων ἐπίμπρασαν καὶ δοριαλώτους οὐκ ὀλίγους εἷλον· αὐτὸς δὲ μάχῃ συμμίξας αὐτοῖς κατὰ τὰς λεγομένας Μαρκέλλας (φρούριον δὲ τοῦτο πλησιαίτατα Βουλγάρων κείμενον) εἰς φυγὴν ἐτρέ 67 ψατο καὶ πολλοὺς αὐτῶν ἔκτεινεν. ἐντεῦθεν ἐκεῖνοι τὸ ἧττον ἀπενεγκάμενοι περὶ εἰρήνης διεπρεσβεύοντο ἐκ τῶν οἰκείων τέκνων ὁμήρους προϊέμενοι. Ἔτι πρὸς τούτοις οὐδὲ ἐκεῖνο νῦν παραδραμεῖν ἄξιον. ὥρα ἐνέστηκε φθινοπώρου, καὶ ἐν αὐτῇ χειμέριον γίνεται τὸ κατάστημα καὶ τῷ ὄντι κρυερὸν καὶ δριμύτατον, ὡς ξένην τινὰ καὶ ἐξαίσιον τοῖς τηνικαῦτα ὁρῶσιν ἀποτελέσαι τῆς ὑγρᾶς οὐσίας ἐκ τῆς περὶ αὐτὴν συμβάσης πήξεως τὴν θέαν, οὐκ ἐν τοῖς γλυκέσιν ὕδασι μόνον, ἀλλὰ, τὸ δὴ παραδοξότερον, καὶ κατὰ τῆς ἁλμυρᾶς ἰσχῦσαν ποιότητος, καὶ ἐν ἄλλοις μὲν πλείστοις τοῖς ἀνὰ τὴν οἰκουμένην τόποις, οὐχ ἥκιστα δὲ τά τε ὑπερβόρεια καὶ προσάρκτια καταπῆξαν δεινότατα. ἐπὶ τοσοῦτο δὲ κατεπυκνοῦτο καὶ διεπήγνυεν ὥστε τὴν ὑπερπόντιον τοῦ Εὐξείνου θάλασσαν ἐπὶ σημείοις ἑκατόν που ἀποκρυσταλλωθῆναι κατὰ τὸ πέλαγος, εἶτα καὶ τοὺς ὑπερκειμένους μεγίστους ὅτι μάλιστα καὶ πλείστους ποταμῶν, καὶ ἔτι τὸν ἐπὶ Μεσήμβρειαν καὶ Μήδειαν πόλιν ἐρχόμενον παράκτιον χῶρον τῷ πάγει συναποπετρωθῆναι, διὰ βάθους χωρησάσης τῆς τοιαύτης πήξεως ἄχρι καὶ εἰς τριάκοντα πήχεις· ἐπὶ τούτοις ἀφάτου καταρραγείσης χιόνος εἰς ὕψος διαρθῆναι τὸ κρύος ὑπερανεστηκὸς τῆς ἐπιφανείας μέχρι πηχῶν που ἄλλων εἴκοσι, καί πως συμφυῆναι τῇ ἠπείρῳ τὴν θάλασσαν ὡς μηδὲ διακρῖναι ῥᾳδίως ποτέρα ἑτέρας ἀποκέκριται. οὕτω τε ἅπαν τὸ πρὸς ἄρκτους ἠπειρωθὲν ὕδωρ πεζεύειν κατὰ νώτου συνεχώρει τοῖς βουλομένοις, βάσιμά τε ἦν τὰ ἐκείνῃ ἅπαντα, ὅσα τε ἐν τοῖς τῶν Χαζάρων γῆς μεθορίοις καὶ τοῖς πλησιοχώροις Σκυθικοῖς ἔθνεσι, καὶ οὐκ 68 ἀνθρώποις μόνον ἀλλὰ καὶ κτήνεσι καὶ ζῴοις ἑτέροις γενόμενα· ἄπλωτον δὲ ἤδη ἐντεῦθεν γενέσθαι τὴν Ποντικὴν τότε θάλασσαν. ἡμέραις δέ τισι διιππευούσαις καὶ ὁ ἄπλετος ἐκεῖνος τοῦ παγέτου ὁλκὸς εἰς διάφορα συρρήγνυται τμήματα, ἅπερ εἰς τοσοῦτον ὕψος ἀνέσχεν ὡς ὄρη δοκεῖν εἶναι ὑπερύψηλα. τούτων ἀπορραγέντα μέρη τινὰ καὶ τῇ βίᾳ τῶν πνευμάτων συνωθούμενα πρός τε ∆αφνουσίαν, φρούριον [ὄν] τι τῆς Ποντικῆς μοίρας ἐρυμνότατον τυγχάνον, ἐξοκέλλουσι καὶ ἄχρι τοῦ στομίου τοῦ Εὐξείνου κατέρρουσι· συστραφέντα δὲ πρὸς ἑαυτὰ κατὰ τὸν αὐτόθι στενὸν πόρον, τὸν μεταξὺ πορθμὸν πληρώσαντα τὰς ἑκατέρωθεν ἠπείρους, τήν τε Θρᾴκην καὶ τὴν Ἀσιάτιδα, ἀλλήλαις συνήνωσαν, ὡς ἐξ ἑκατέρας πρὸς θατέραν πεζῇ μᾶλλον ἢ πλοῒ διαπεραιοῦσθαι ἐξεῖναι τῷ βουλομένῳ. ἐκεῖθεν συνωθούμενα ἀνὰ τὴν Προποντίδα μέχρις Ἀβύδου ἐξεχύθησαν, ἥπερ δὴ οὐδὲ θάλασσα εἶναι τὸ λοιπὸν ὑπωπτεύετο. τούτων ἓν ἀποσπασθὲν τῇ ἀκροπόλει τοῦ Βυζαντίου προσαράσσεται καὶ τὸ αὐτόθι τεῖχος περιέσεισεν ὡς καὶ τοὺς ἔνδον οἰκοῦντας συμμετασχεῖν τοῦ σάλου. καὶ τοῦτο τριχῇ διαιρεθὲν παρ' ἑκάτερα μέρη τῆς ἀκροπόλεως τὰς ἀκτὰς ἐμπίπλησι. τὸ δὲ ὕψος αὐτοῖς τῶν τῆς πόλεως τειχῶν ὑπερανέστηκε, δι' αὐτῶν τέ τινες ἐξ ἀκροπόλεως πρὸς τὸ ἀντικρύ, ἐν οἷς τῶν Γαλάτου λεγόμενον ἵδρυται φρούριον, πεζῇ διεπεραιοῦντο. ταῦτα ἔκπληξιν μεγίστην τοῖς τῆς πόλεως ἐνεποίει· τῷ παραδόξῳ γὰρ καὶ ἀδοκήτῳ τῆς θέας ἐν ἀπορίᾳ γενόμενοι θρήνοις καὶ δάκρυσι πλείστοις συνεχόμενοι ἐνθένδε ἀπηλλάσσοντο. Χρόνων δὲ οὐκ ὀλίγων διελθόντων, Σκλαβηνῶν γένη τῆς ἑαυτῶν μεταναστάντα γῆς φυγάδες διαπερῶσι τὸν Εὔξεινον. συνετέλει δὲ αὐτῶν τὸ πλῆθος ἄχρι καὶ εἰς ἀριθμὸν 69 ὀκτὼ καὶ διακοσίας χιλιάδας. καὶ πρὸς τὸν ποταμὸν ὃς Ἀρτάνας καλεῖται αὐτοὶ κατοικίζονται. Τὰ δὲ κατὰ τοὺς Οὔννους Βουλγάρους ἐπράττετο τῇδε. οὗτοι τὰ πρὸς ἀλλήλους συνθέμενοι τοὺς μὲν