Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων. ἐπεὶ δὲ ἡ φήμη διέθεεν ὡς Πέρσαι ἐπὶ Ῥωμαίους στρατεύουσιν, Ἡράκλειος ἐκ Βυζαντίου ἄρας παρὰ Κρίσπον κατὰ τὴν Καίσαρος πόλιν τηνικαῦτα τυγχάνοντα προσπορεύεται ὡς δὴ αὐτῷ [περὶ] τῶν κοινῶν ἕνεκεν βουλευσόμενος. καὶ ὃς μὲν νοσεῖν προσεποιεῖτο καὶ τὸν βασιλέα συχνῶς παραγινόμενον ἐν σχήματι ἀρρώστου κατακλινόμενος ἀηδῶς καὶ μόλις ἐδέχετο· εἶτα ἠκούετο ὡς καὶ διελοιδορεῖτο αὐτῷ· Ἡράκλειος δὲ τὸ δρᾶμα συνῆκε καὶ τὴν ὕβριν ὅμως ἤνεγκε καὶ ἤδη ἐκαιροφυλάκει. ἀλλ' ἔδοξε τέως γνησιώτερόν πως διαλέγεσθαι περὶ τοῦ δεῖν πονεῖν ὑπὲρ ἀλλήλων τῆς πολιτείας χάριν. ὁ δὲ οἷα ἐπιτωθάζων οὐκ ἐξὸν βασιλεῖ ἔφασκε καταλιμπάνειν βασίλεια καὶ ταῖς πόρρω ἐπιχωριάζειν δυνάμεσιν. ἐν τούτοις τίκτεται παῖς τῷ βασιλεῖ Ἡράκλειος, ὃν δὴ καὶ Κωνσταντῖνον ὠνόμασεν. τότε δὴ παραγίνεται καὶ Νικήτας 6 ὁ τὴν ἀξίαν πατρίκιος πρὸς τὸ βασίλειον ἄστυ. διὰ τοῦτο Ἡράκλειος εἰς τὸ Βυζάντιον ἐπάνεισι καὶ Νικήταν σὺν τιμῇ μεγίστῃ καὶ περιφανείᾳ ὥσπερ ἀδελφὸν γνήσιον καὶ ὁμότιμον δέχεται, καθὰ ἦν αὐτοῖς ἤδη συντεταγμένον ἐκ Λιβύης ἀπαίρουσι. καὶ Κρίσπος δὲ εἰς Βυζάντιον ἧκεν ὡς τῇ εἰσόδῳ Νικήτα συνησθησόμενος. σκήπτεται δὲ Ἡράκλειος τῷ θείῳ λουτρῷ τὸν υἱὸν καθαγνίζειν, υἱοθετεῖσθαι δὲ αὐτὸν ὑπὸ Κρίσπου. ὁ δὲ ἐπὶ τούτοις εἰσέρχεται εἰς τὰ βασίλεια. Ἡράκλειον δὴ ἀθροίσαντα τοὺς ἐκ τῆς συγκλήτου βουλῆς ἅπαντας καὶ τὴν ἄλλην πληθὺν τοῦ ἄστεως ἅμα τῷ προέδρῳ Σεργίῳ εἰπεῖν λέγεται πρὸς αὐτούς "ὁ βασιλέα ὑβρίζων τίνι προσκρούει;" τοὺς δὲ φάναι "τῷ θεῷ τῷ ποιήσαντι αὐτὸν βασιλέα". καὶ Κρίσπον προτρέπειν, καὶ αὐτὸν ἀποφαίνεσθαι τὸ δοκοῦν ὀρθῶς· τὸν δὲ οὐκ εἰδότα τὸ δραματούργημα λέξαι μηδὲ φιλανθρώπου τυχεῖν δίκης τὸν ἐπὶ τοιούτῳ ἁλόντα τολμήματι. καὶ τὸν βασιλέα ἀναμιμνήσκειν αὐτὸν οἷα ἐν Καισαρείᾳ ἐπὶ τῇ νόσῳ κατεσχηματίσατο, καὶ ὡς τὸ τῆς βασιλείας κατευτελίζειν ἀξίωμα ᾤετο, καὶ ὡς εἰς τὴν βασίλειον ἀρχὴν προύτρεπε. καὶ ἅμα λαβόντα τόμον κατὰ κόρρης τοῦτον παίειν, καὶ εἶτα λέγοντα "ὡς γαμβρὸν οὐκ ἐποίησας, φίλον πῶς ἂν ποιήσειας;" εὐθὺς δὲ ἐπιτρέψαι εἰς κληρικοῦ σχῆμα τὴν κεφαλὴν ἀποκείρασθαι, καὶ τὸν ἱεράρχην τὰ νενομισμένα ἐπὶ τῇ ἀποκάρσει ἐπιφθέγξασθαι. ἐξελθόντα δὲ αὐτὸν τοῖς μετὰ Κρίσπου στρατιώταις ἐπὶ λέξεως ὧδε εἰπεῖν "ὁ παπᾶς Κρίσπος ὑπουργοὺς ὑμᾶς ἕως τοῦ νῦν εἶχεν, ἡμεῖς δὲ σήμερον οἰκειακοὺς τῆς βασιλείας ὑπηρέτας". προσθεῖναι δὲ αὐτοῖς τὸ ἐξ ἔθους σιτηρέσιον, πρώτους τε καλεῖσθαι καὶ ἐν τοῖς στρατιωτικοῖς τάγμασιν· αὐτούς τε ἀσμενέστατα δεξαμένους τὸν βασιλέα ἐπευφημῆσαι ἅμα τῇ ἄλλῃ πληθύϊ. μετὰ δὴ ταῦτα Κρίσπον εἰς τὸ 7 λεγόμενον τῆς Χώρας περιεῖρχθαι σεμνεῖον, ὃς ζήσας ἐνιαυτὸν αὐτοῦ ἐτελεύτησεν. Ἡράκλειος δὲ Θεόδωρον τὸν ἑαυτοῦ ἀδελφόν, τὴν μετὰ βασιλέα πρώτην ἀρχὴν κεκτημένον (κουροπαλάτην δὲ αὐτὸν οἱ περὶ τὰ βασίλεια καλεῖν εἰώθασιν), ἔτι καὶ Φιλιππικὸν τὸν Μαυρικίου τοῦ βασιλέως γαμβρὸν ἐπ' ἀδελφῇ γεγονότα, τηνικαῦτα δὲ εἰς κληρικοῦ σχῆμα ἀποκεκαρμένον τὴν κόμην, ἡγεμόνα τῆς ὑπὸ Κρίσπου πρῴην ἰθυνομένης ἀρχῆς ἐξέπεμπε. Φιλιππικὸς δὲ ἐπιβιοὺς χρόνον ὕστερον ἐτελεύτα, καὶ πρὸς τῷ ὑπ' αὐτοῦ δωμηθέντι περικαλλεῖ ἄγαν καὶ σεβασμίῳ ἱερῷ τῷ κατὰ Χρυσόπολιν ὄντι ταφῇ παραδίδοται. Ὀλίγου δὲ χρόνου διιππεύσαντος νόσῳ ἐπιληψίας ἡ τοῦ βασιλέως γαμετὴ Εὐδοκία ληφθεῖσα ἐτελεύτησεν. ἐν ᾧ δὲ τὸ ταύτης σῶμα ἐξεκομίζετο, καὶ πολλῶν ὡς τὸ εἰκὸς ἐπὶ τῇ θέᾳ συρρεόντων, συνέπεσε κόρην τινὰ ὕπερθεν τῶν ὑπερῴων διακύψασαν (θεράπαινα δὲ ἦν αὕτη τῶν ἀστῶν τινος) ἀποπτύσαι ὡς τὸν ἀέρα ἀφύλακτα καὶ τὸ περίττωμα κατὰ τῆς πολυτελοῦς ἐκείνης ἐσθῆτος περιενεχθῆναι ἣ τὸ τῆς βασιλίδος νεκρὸν περιέστελλεν· ἐφ' ᾧ οἱ περὶ τὴν ἐκφορὰν περιοργεῖς γενόμενοι συλλαμβάνουσί τε αὐτὴν καὶ τὸν διὰ πυρὸς κατεδίκασαν θάνατον, ἐντάφιον οὐκ εὐαγές, βαρβαρικῷ νόμῳ χρησάμενοι, τῇ ἐκδημίᾳ τῆς