Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακηνῶν στόλος διαπεραιωθεὶς ἐν Κυζίκῳ διεχείμαζε, καὶ πάλιν ἔαρος ἀρχομένου ἐκεῖθεν ἀνταναχθεὶς ὡσαύτως τοῦ διὰ θαλάσσης πολέμου εἴχετο. ἑπτὰ οὖν ἔτεσι τοῦ πολέμου διαρκέσαντος τέλος οὐδὲν πλέον ὁ τῶν Σαρακηνῶν ἤνυσε στόλος, ἀλλὰ πολλούς τε ἄνδρας μαχίμους ἀποβαλόντες καὶ δεινῶς τραυματισθέντες καὶ χαλεπῶς ἡττημένοι ὑπενόστουν πρὸς τὰ οἰκεῖα καταίροντες. πρὸς δὲ τοῖς πελάζουσι τοῦ Συλλαίου γενόμενοι ὑπὸ σκληρῶν πνευμάτων καὶ θαλασσίου κλύδωνος καταληφθέντες πανστρατιᾷ διώλοντο. ὁ δὲ τῶν Σαρακηνῶν βασιλεὺς τὸ τοῦ στόλου ἀκούσας δυστύχημα πρέσβεις ἀποστέλλει πρὸς Κωνσταντῖνον ὡς σπεισόμενος πρὸς αὐτὸν ἐπὶ τελέσμασιν ἐνιαυσίοις. ὁ δὲ τούτους δεξάμενος καὶ τὰ δηλωθέντα ἀκηκοὼς συνεκπέμπει αὐτοῖς Ἰωάννην τὸν πατρίκιον, τὸ ἐπίκλην Πιτζιγαύδιον, πολυπειρίᾳ καὶ φρονήσει δια 33 φέροντα, ὡς τὰ ἐπὶ τῇ εἰρήνῃ διαλεχθησόμενον· ὃς πρὸς τὰ τῶν Σαρακηνῶν γενόμενος ἤθη συμβαίνει τε αὐτοῖς ὅρκοις τὴν εἰρήνην βεβαιωσάμενος ἐπὶ τριάκοντα ἔτεσιν, ὥστε παρέχεσθαι Ῥωμαίοις ὑπὸ τῶν Σαρακηνῶν ἀνὰ ἔτος ποσότητα χρυσίου τρεῖς χιλιάδας ἄνδρας τε αἰχμαλώτους πεντήκοντα καὶ ἵππους πεντήκοντα. ταῦτα ἀκηκοότες καὶ οἱ πρὸς τὰ ἑσπέρια οἰκοῦντες μέρη, τουτέστιν ὁ τῶν Ἀβάρων ἡγεμὼν καὶ οἱ ἐπέκεινα ἄρχοντες τῶν πρὸς δύσιν παρακειμένων ἐθνῶν διὰ πρέσβεων δῶρα τῷ βασιλεῖ στείλαντες εἰρήνην ἐζήτησαν· ἐφ' οἷς εἴξαντος τοῦ βασιλέως εἰρήνη τὸ λοιπὸν καὶ γαλήνη ἔν τε τοῖς ἑῴοις ἔν τε τοῖς ἑσπερίοις ἐβραβεύετο. καὶ ταῦτα μὲν οὕτως ἔσχε. Λεκτέον δὲ ἤδη περὶ τῆς τῶν λεγομένων Οὔννων καὶ Βουλγάρων ἀρχῆς καὶ καταστάσεως αὐτῶν. περὶ τὴν Μαιῶτιν λίμνην κατὰ τὸν Κώφινα ποταμὸν καθίσταται ἡ πάλαι καλουμένη μεγάλη Βουλγαρία καὶ οἱ λεγόμενοι Κότραγοι, ὁμόφυλοι αὐτῶν καὶ οὗτοι τυγχάνοντες. ἐν δὲ τοῖς Κωνσταντίνου χρόνοις ὃς κατὰ τὴν δύσιν ἐτελεύτα, Κοβρᾶτός τις ὄνομα κύριος γενόμενος τῶν φύλων τούτων τὸν βίον μεταλλάξας πέντε καταλιμπάνει υἱούς, ἐφ' οἷς διατίθεται μηδαμῶς τῆς ἀλλήλων ἀποχωρισθῆναι διαίτης, ὡς ἂν διὰ τῆς πρὸς ἀλλήλους εὐνοίας τὰ τῆς ἀρχῆς αὐτῶν διασώζοιτο. οὗτοι μικρὰ τῆς πατρικῆς φροντίσαντες παραινέσεως ὀλίγου παρῳχηκότος χρόνου διέστησαν ἀλλήλων, ἕκαστος αὐτῶν τοῦ λαοῦ ἴδιον μέρος ἀποτεμνόμενος. ὧν ὁ μὲν πρῶτος Βαϊανὸς υἱὸς λεγόμενος κατὰ τὰ ἐνταλθέντα αὐτῷ παρὰ τοῦ πατρὸς ἐν τῇ προγονικῇ γῇ διέμεινε μέχρι τοῦ δεῦρο, ὁ δὲ δεύτερος λεγόμενος Κότραγος τὸν Τάναϊν 34 περαιωθεὶς ποταμὸν ᾤκησε τούτων ἀντικρύ, ὁ δὲ τέταρτος τὸν Ἴστρον ποταμὸν διαβὰς ἐν Παννωνίᾳ τῇ νῦν ὑπὸ Ἀβάροις κειμένῃ αὐλίζεται ὑπόσπονδος τῷ ἐγχωρίῳ ἔθνει γενόμενος, ὁ δὲ πέμπτος κατὰ τὴν Ῥαβεννησίαν πεντάπολιν ἱδρυσάμενος ὑπόφορος Ῥωμαίοις ἐγένετο. τούτων ὁ λοιπὸς τρίτος ἀδελφὸς ὄνομα Ἀσπαροὺχ τὸν ∆άναπριν καὶ τὸν ∆άναστριν ποταμὸν περαιωθεὶς περὶ τὸν Ἴστρον οἰκίζεται, τόπον πρὸς οἴκησιν ἐπιτήδειον, Ὄγλον τῇ σφῶν καλούμενον φωνῇ, καταλαβόμενος, δυσχερῆ τε καὶ ἀνάλωτον πολεμίοις ὑπάρχοντα· ἀσφαλής τέ ἐστι τὰ μὲν ἔμπροσθεν τῇ τε δυσχωρίᾳ καὶ τῷ τελματώδης εἶναι τυγχάνων· τὰ δ' οὖν ὄπισθεν κρημνοῖς ἀβάτοις τετειχισμένα. οὕτω τοίνυν τοῦ ἔθνους διαιρεθέντος καὶ σκεδασθέντος, τὸ τῶν Χαζάρων φῦλον ἀπὸ τοῦ ἐνδοτέρου τῆς Βερυλίας λεγομένης χώρας ὡς πλησίον τῶν Σαρματῶν ᾠκημένον πλείστης ἀδείας ἐντεῦθεν ἐπέτρεχον. τὰ τοιαῦτα πάντα κατέδραμον χωρία τῆς ὑπὲρ Πόντου τὸν Εὔξεινον γῆς καὶ θαλάττης ἐπέρασε· μεθ' ὧν καὶ Βαϊανὸν ὑπεξούσιον ποιησάμενος εἰς ὑπαγωγὴν φόρων κατέστησε. Κωνσταντῖνος δὲ ἐπειδὴ ἔγνω ὡς τὸ σκηνῶσαν τὸν Ἴστρον ἔθνος τὰ πλησιάζοντα τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς χωρία καταθέον διαφθείρειν ἐπεχείρει, στρατὸν ὁπλίτην ἐπὶ τὴν Θρᾳκῴαν διαβιβάσας χώραν, ἔτι τε καὶ στόλον ὁπλίσας 35 κατὰ τοῦ ἔθνους ὡς ἀμυνόμενος ᾤχετο. οἱ δὲ Βούλγαροι τῶν τε ἱππικῶν καὶ