Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα εἰς Βυζάντιον εἰσῄει, μυεῖσθαι δὲ τὰ Χριστιανῶν βασιλέα ἐξῄτει. ὁ δὲ ἀσμένως αὐτὸν ὑπεδέχετο, καὶ οἱ Ῥωμαίων ἄρχοντες τοὺς Οὐννικοὺς ἄρχοντας καὶ τὰς ἐκείνων γαμετὰς αἱ τούτων αὐτῶν τῷ θείῳ λουτρῷ ἐτεκνώσαντο σύζυγοι. οὕτω τε τὰ θεῖα μυηθεῖσι δώροις βασιλικοῖς καὶ ἀξιώμασιν ἐφιλοτιμήσατο· τῇ γὰρ ἀξίᾳ τοῦ πατρικίου τὸν ἡγεμόνα τοῦτον τετίμηκε καὶ πρὸς τὰ Οὐννικὰ ἤθη φιλοφρόνως ἐξέπεμπε. Μετὰ δὴ ταῦτα καὶ ὁ τῶν Ἀβάρων τοῦ ἔθνους ἡγεμὼν ἐπὶ συμβάσεσιν ὡς Ἡράκλειον ἐπικηρυκεύεται. ἐφ' ᾧ 13 λίαν ὑπεραγάμενος δώροις αὐτὸν ἠμείβετο καὶ δὴ καὶ ἔπεμπεν ὡς αὐτὸν ἀγγελιαφόρους, Ἀθανάσιον τὸν πατρίκιον, εἶτα μετ' αὐτὸν καὶ Κοσμᾶν τὴν ἀξίαν ἣν δὴ κυαίστορα καλοῦσι, τὰ τῆς βασιλέως γνώμης αὐτῷ ἀπεροῦντας. ὁ Ἄβαρος δὲ τὰ πρὸς φιλίαν ὑποκρινόμενος αἱμύλα τε καὶ ἐπαγωγὰ πρὸς αὐτοὺς ἀποφθεγγόμενος ὑπήγετο, ὡς φίλος εἴη Ῥωμαίοις, καὶ ἥκειν ὡς βασιλέα ἐπὶ σπονδαῖς ἐπήγγελτο. οἳ δὴ καὶ ἀναζεύξαντες τὰ τῆς εὐνοίας ἐκείνου ἔνδηλα βασιλεῖ ἐποίουν. οἷς ἄγαν ὑπερηδόμενος βουλεύεται εἰς τὴν πόλιν Ἡράκλειαν, καθ' ἃ ἦν αὐτοῖς συγκείμενον, τῷ Ἀβάρῳ συμβαλεῖν. τὴν θυμελικὴν σκευὴν προύπεμπε, καὶ ἱππικὴν ἀγωνίαν ἐπὶ τῇ δοχῇ αὐτοῦ τελεῖν εὐτρέπιζε, στολήν τε αὐτῷ λαμπρὰν καὶ τοῖς συνομαρτοῦσιν ἐκόμιζεν. εἶτα κατὰ τὴν Σηλυμβρίαν πόλιν ἀφιγμένος ηὐλίζετο. τρισὶ δὲ ὕστερον ἡμέραις ὁ χαγάνος σὺν πλήθει πολλῷ τῶν Ἀβάρων ἀμφὶ τὴν Ἡράκλειαν παρῄει. ἀποδασμὸν δέ τινα τῶν οἱ ἑπομένων, οἳ ἄλκιμοί τε καὶ μαχιμώτατοι ἐτύγχανον, ἀπολεξάμενος, κατὰ τὰ ὑπερκείμενα τῶν μακρῶν λεγομένων τειχῶν λοχμώδη τε καὶ ἀμφιλαφῆ ἐκπέμψας, σκεδάννυσι κρύβδην κατὰ τῶν ἐκεῖ ὀρῶν χωρήσειν τὰ λάσια, ὡς ἂν κατὰ νώτου τοῦ βασιλέως γενόμενοι, αὐτόν τε μέσον καὶ τοὺς περὶ αὐτὸν ἀποληψόμενοι, σχοῖεν εὐχείρωτον. τούτους Ἡράκλειος αἰσθόμενος καὶ οὐ μετρίως τῷ παραλόγῳ καταπλαγείς, τὸ ἁλουργὸν ἀπαμφιέννυται ἔσθημα· οἰκτρὸν δέ τι καὶ πενιχρόν, ὡς ἂν ἰδιώτης τοῖς ἐντευξομένοις φαίνοιτο, περιβαλόμενος ἔνδυμα τόν τε στέφανον τὸν βασίλειον τῇ ὠλένῃ περιαψάμενος, ἀγεννῶς παραχρῆμα εἰς φυγὴν ἐτράπετο καὶ μόλις πρὸς τὸ Βυζάντιον διεσώζετο. οἱ δὲ Ἄβαροι σὺν θυμῷ κατὰ τὴν δίωξιν ἐπετίθεντο, καὶ πρὸς τὸ πεδίον τὸ πρὸ τῆς πόλεως ὃ Ἕβδο 14 μον καλοῦσι καταλαβόντες ἱδρύσαντο. ἐνθένδε τε σκεδάννυνται ἄχρι καὶ εἰς τὴν τοῦ Βαρβύσσου ποταμοῦ γέφυραν καὶ τὰ τῇδε χωρία πικρῶς κατεληΐζοντο καὶ τὸν Ῥωμαίων ὅμιλον ἀφειδῶς ἐκεράϊζον, τήν τε βασιλικὴν ἐσθῆτα καὶ τὰς στολὰς παραλαμβάνουσι, πρὸς δὲ καὶ τὰ θυμελικὰ ὄργανα καὶ τοὺς διακομίζοντας ἅπαντας. πλεῖστον δὲ ὅσον λαὸν ἀνδραποδισάμενοι δοριάλωτον ἄγοντες πρὸς τῇ σφετέρᾳ ἀπεκόμισαν· εἰς ἑβδομήκοντα δὲ καὶ διακοσίας χιλιάδας ἀνδρῶν τε καὶ γυναικῶν, καθάπερ ἔνιοι τῶν ἁλόντων διαδράντες ἀλλήλοις συνῳδὰ ἔφασαν, ὁ ἀριθμὸς αὐτοῖς ἅπας συνήνεκτο. Ἡρακλείῳ δέ, καίτοι τῶν κοινῶν αὐτῷ πραγμάτων ἐπὶ τοσοῦτο δυσχερείας καὶ ἀνωμαλίας ἡκόντων, οὐ μὴν οὐδὲ τὰ οἰκεῖα εὖ θέσθαι φροντὶς ἐγεγόνει, ἀλλ' ὅγε πρὸς πρᾶξιν ἄθεσμον καὶ ἣν Ῥωμαίων ἀπαγορεύουσι νόμοι ἰδών, τὸ πρὸς τὴν ἀνεψιὰν Μαρτῖναν ἠσπάσατο κῆδος. θυγάτηρ αὕτη Μαρίας τῆς αὐτοῦ ἐτύγχανεν ἀδελφῆς, πατρὸς δὲ Μαρτίνου, ὃν Μαρία πρὸ Εὐτροπίου γαμέτην ἐκέκτητο. καὶ δὴ δύο υἱεῖς ἐξ αὐτῆς τίκτει, ὧν τὸν μὲν Φλάυιον τὸν δὲ Θεοδόσιον προσηγόρευσεν. ἡ δίκη δὲ ἐθριάμβευε τὸ ἀθέμιτον, καὶ τοῦ μὲν πρεσβυτέρου παρειμένον ἐδείκνυ τὸν αὐχένα ὡς μηδ' ἑτέρωθι ἐπιστρέφεσθαι οἷόν τε εἶναι, τοῦ δ' αὖ νεωτέρου τὴν ἀκουστικὴν ἀφῄρητο αἴσθησιν καὶ κωφὸν ἤδη ἀπέφαινε. διήλεγχον δὲ αὐτοῦ μάλιστα τὸ ἄσεμνον συνοικέσιον ἐπὶ ταῖς ἱππικαῖς ἁμίλλαις καὶ οἱ τοῦ πρασίου δημόται χράματος, † συνῄνουν τε ἐπὶ ταύτῃ καὶ συνέπραττον. Σέργιος δὲ ὁ τῶν Βυζαντίων ἱεράρχης γράμμασιν αὐτὸν λιπαρῶς ἐγκείμενος ἐνουθέτει τὴν πρὸς τὸ γύναιον τοῦτο κοινωνίαν ἀνήνασθαι. ὁ