Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. διὰ τοῦτο Λεόντιον μὲν 40 δυσφημοῦντες ἀθετοῦσι, ψηφίζονται δὲ Ἀψίμαρον ὄνομα, στρατοῦ ἄρχοντα τῶν Κουρικιωτῶν τυγχάνοντα τῆς ὑπὸ Κιβυραιωτῶν χώρας, ὃν δρουγγάριον Ῥωμαίοις καλεῖν ἔθος, Τιβέριον αὐτὸν ἐπονομάσαντες. ἐν δὲ τῷ μεταξὺ νόσος λοιμικὴ τῇ πόλει ἐπέσκηψε καὶ πλῆθος λαοῦ ἐν μησὶ τέτρασι διέφθειρεν. Ἀψίμαρος δὲ σὺν τῷ συνόντι αὐτῷ στόλῳ εἰς Βυζάντιον ἀναχθεὶς ἀντικρὺ τῆς πόλεως ἐν Συκαῖς λεγομένῳ παραθαλασσίῳ χωρίῳ προσορμίζεται. ἐπὶ χρόνον δέ τινα πόλεμον συμβαλὼν τοῖς ἐν τῇ πόλει, τέλος τοὺς ὑπὸ τοῦ τείχους Βλαχερνῶν φρουροὺς καὶ τοὺς τούτων ἄρχοντας ὑποφθείρας δόλῳ ὑπ' αὐτῶν παραλαμβάνει τὴν πόλιν. καὶ ὁ σὺν αὐτῷ στρατὸς εἰσελθὼν τὰ χρήματα τῶν πολιτῶν διήρπαζε. Λεόντιον δὲ χειρωσάμενος τρίτον ἔτος ἐν τῇ βασιλείᾳ διάγοντα τὴν ῥῖνα αὐτοῦ ἐξέτεμε, καὶ ἐν τῷ καλουμένῳ τῆς ∆ελμάτου μοναστηρίῳ ἡσυχάζειν προσέταξε. Καὶ οὕτω μὲν ταῦτα ἐπ' αὐτοῖς συνέβαινεν· Ἰουστινιανὸς δὲ ἐπεὶ πρὸς τῇ Χερσῶνι διέτριβε, συχνότερον δημηγορῶν ὡς πάλιν κρατήσειν τῆς βασιλείας ἐπαρρησιάζετο. οἱ δὲ ὧδε πολῖται κίνδυνον ἑαυτοῖς ὑπονοούμενοι ἐβουλεύσαντο αὐτὸν ἀνελεῖν ἢ δεσμώτην πρὸς Ἀψίμαρον ἀναπέμπειν. αὐτὸς δὲ τοῦτο αἰσθόμενος ἐκεῖθεν διέφυγε καὶ εἰς τὸ φρούριον τὸ λεγόμενον ∆όρος πρὸς τῇ Γοτθικῇ κείμενον χώρᾳ ἀπέδρασεν. αἰτεῖ δὲ τὸν τῶν Χαζάρων ἡγεμόνα (χαγάνους δὲ τούτους αὐτοὶ καλοῦσιν) ὡς αὐτὸν παραγενέσθαι. ὁ δὲ τῇ αἰτήσει εἶξε καὶ αὐτὸν μετὰ τιμῆς ἐδέξατο, καὶ φιλιωθεὶς αὐτῷ τὴν ἑαυτοῦ ἀδελφὴν Θεοδώραν καλουμένην εἰς γυναῖκα ἐξέδοτο. ὁ δὲ τῇ αὐτοῦ συναινέσει ἐν Φαναγώρῃ ἐλθὼν σὺν αὐτῇ διέτριβε. ταῦτα διαγνοὺς Ἀψίμαρος 41 ἐνέκειτο συχνῶς τὸν τῶν Χαζάρων ἄρχοντα ἐκλιπαρῶν, πλεῖστα δὲ χρήματα καὶ δῶρα ὑπισχνεῖτο, εἰ ζῶντα Ἰουστινιανὸν ἢ τὴν κεφαλὴν αὐτῷ ἐκπέμψαι. ὁ δὲ ταῖς πολλαῖς εἴξας παρακλήσεσιν ὑπέσχετο τοῦτο πληροῦν. πέμπει οὖν ἄνδρας εἰς φυλακὴν αὐτοῦ καθεστάναι, τῷ μὲν προσχήματι ὡς μὴ ὑπὸ τῶν ὁμοφύλων ἐπιβουλευθείη, τῷ ὄντι δὲ [φυλάσσειν], ὡς μὴ ἀποδράσαι ποτὲ προασφαλιζόμενος. κελεύει δὲ τῷ ἄρχοντι τῶν ὁμοεθνῶν, ᾠκειωμένῳ δὲ Ἰουστινιανῷ ὄντι, ἔτι δὲ καὶ τῷ ἄρχοντι τῷ τοῦ Βοσπόρου τοῦ Σκυθικοῦ ἐπιτηρεῖν ἡνίκα αὐτοῖς ἐπιτρέψει ἀνελεῖν αὐτὸν ὡς τάχιστα. ταῦτα δὲ μηνύεται Θεοδώρᾳ παρά τινος τῶν τοῦ πατρὸς οἰκετῶν· ἡ δὲ τὰ τῆς ἐπιβουλῆς τῷ ἀνδρὶ ἀνετίθει. καὶ αὐτὸς τὸν οἰκεῖον ἐκεῖνον τὸν Χάζαρον καλέσας καὶ ἀπιδιάσας μετ' αὐτοῦ ἀγχόνῃ παρέδωκε, τῷ αὐτῷ τε τρόπῳ ἀναιρεῖ καὶ τὸν Βοσπόρου ἄρχοντα. εὐθὺς δὲ Θεοδώραν τὴν γαμετὴν πρὸς τὸν πατέρα ἐκπέμπει, αὐτὸς δὲ ἀπάρας εἰς Τόμιν καλούμενον παραθαλάσσιον χωρίον κατῆλθε. κἀκεῖσε νηῒ ἐπιβὰς σὺν ἑτέροις τισὶν ἀνδράσι καὶ ταύτην παραπλεύσας ἦλθε μέχρι Συμβόλου τῇ πόλει πλησιάσας Χερσῶνι. καὶ προσορμίσας τῷ ἐκεῖσε λιμένι πέμπει ἕνα τῶν ἑταίρων ἐπὶ τῇ πόλει, κἀκεῖθεν ἄγει πρὸς αὐτὸν τὸν Βαρασβακούριον καὶ τὸν τούτου ἀδελφὸν τόν τε Σαλιβᾶν καὶ ἑτέρους τινὰς ἄνδρας. καὶ σὺν αὐτοῖς ἐκπλεύσας, τὰ λεγόμενα Νεκρόπηλα παρελθὼν πρὸς τὸν Ἴστρον ποταμὸν παραγίνεται. ἐκεῖθεν ἐκπέμπει τῶν συνόντων τινὰ Στέφανον πρὸς Τέρβελιν κύριον ὄντα τηνικαῦτα τῶν ἐκεῖσε Βουλγάρων, παρακαλῶν συλλαβέσθαι αὐτῷ ὥστε τὸν τῆς βασιλείας ἀπο 42 λήψεσθαι θρόνον, ἄλλα τε πλεῖστα δῶρα ὑποσχόμενος καὶ τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα αὐτῷ δώσειν ἐπαγγειλάμενος. ὁ δὲ προθύμως ἐν πᾶσιν ὑπεῖκε, καὶ Ἰουστινιανὸν σὺν τιμῇ μεγάλῃ ἐδέξατο, καὶ ἅπαντα τὸν ὑπ' αὐτῷ λαὸν ὁπλίσας σὺν αὐτῷ ἐπὶ τὴν βασιλεύουσαν ᾤχετο. προσεδρεύει δὲ τῷ τείχει Βλαχερνῶν ἐπὶ τρισὶν ἡμέραις, ἀξιῶν τοὺς τῆς πόλεως εἰσδεχθῆναι αὐτὸν βασιλέα. οἱ δὲ αἰσχρῶς ὑβρίζοντες ἀπέπεμπον. ὁ δὲ νυκτὸς εἰσδύεται σὺν ὀλίγοις τισὶ κατὰ τὸν τῆς πόλεως ἀγωγὸν κἀντεῦθεν παραλαμβάνει τὴν πόλιν καὶ πρὸς βραχὺ σκηνοῦται ἐν τῷ παλατίῳ Βλαχερνῶν. Ἡράκλειον δὲ τὸν