Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν Ῥωμαίων μὴ δυνηθέντων αὐτοῖς πολέμῳ συμμῖξαι διὰ τὴν δυσχωρίαν τοῦ τόπου, ἀνελάμβανόν τε αὑτοὺς καὶ προθυμότεροι ἐγίνοντο. ὁ δὲ βασιλεὺς νόσῳ ποδαλγικῇ συσχεθεὶς καὶ ὀξυπαθήσας ἐπὶ Μεσήμβρειαν τὴν πόλιν ἀπέπλει θεραπείας ἕνεκεν, προστάξας τοῖς ἄρχουσι καὶ τοῖς λαοῖς προσεδρεύειν τῷ ὀχυρώματι καὶ ὅσα πρὸς ἄμυναν τοῦ ἔθνους κατεργάσασθαι. φήμη δέ τις ἐδέδοτο τὸν βασιλέα φεύγειν μηνύουσα, δι' ἣν θορυβηθέντες οὐδενὸς διώκοντος συντόνως ἔφευγον. οἱ δὲ Βούλγαροι ἐπιδόντες ἐπεδίωκον καρτερῶς, καὶ ὅσους μὲν τοῦ λαοῦ κατελάμβανον ἀνῄρουν, πλείστους δὲ καὶ ἐτραυμάτιζον. περαιωθέντες δὲ τὸν Ἴστρον ἐπὶ τὴν λεγομένην Βάρναν πλησίον Ὀδύσσου καὶ τοῦ ὑπερκειμένου μεσογαίου, τὸ ὀχυρὸν καὶ ἀσφαλὲς τοῦ τόπου πάντοθεν ἔκ τε τοῦ ποταμοῦ καὶ τῆς ἄγαν δυσχωρίας θεασάμενοι ἐνταῦθα σκηνοῦσι. κρατοῦσι δὲ καὶ τῶν [ἐγγιζόντων] παρῳκημένων Σκλαβηνῶν ἐθνῶν, καὶ οὓς μὲν τὰ πρὸς Ἀβάρους πλησιάζοντα φρουρεῖν, οὓς δὲ τὰ πρὸς Ῥωμαίους ἐγγίζοντα τηρεῖν ἐπιτάττουσιν. ἐν τούτοις ὀχυρωθέντων καὶ αὐξηθέντων τὰ ἐπὶ Θρᾴκης χωρία τε καὶ πολίσματα καταδῃοῦν ἐπεχείρουν. τῷ βασιλεῖ δὲ ἀνάγκη ἦν ταῦτα ὁρῶντι ἐπὶ τελέσμασι πρὸς αὐτοὺς σπένδεσθαι. Οὕτω τοιγαροῦν εἰρηνευούσης πάντοθεν τῆς Ῥωμαίων βασιλείας ἡ τῶν Μονοθελητῶν δυσσεβὴς αἵρεσις ἐκρατύνετο, ἤδη τῶν ἀφ' Ἡρακλείου τοῦ βασιλέως χρόνων λαβοῦσα τὴν 36 ἀρχήν· καὶ σχίσμα ἦν περὶ τὴν καθολικὴν ἐκκλησίαν. ταῦτα διαγνοὺς Κωνσταντῖνος σύνοδον οἰκουμενικὴν συγκροτεῖ, ἣ τὰς μὲν προλαβούσας πέντε ἁγίας οἰκουμενικὰς συνόδους ἐκύρωσε καὶ τὰ δύο ἐπὶ τοῦ σωτῆρος Χριστοῦ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας, τέλειον αὐτὸν ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι διατρανώσασα καὶ τῷ ἀναθέματι τοὺς τῆς αἱρέσεως ἄρξαντας παραπέμψασα. οὕτως ἐν γαλήνῃ καὶ εἰρηνικῇ καταστάσει τὸ λοιπὸν τῆς ζωῆς διατελέσας τῷ ἑπτακαιδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐτελεύτα. καὶ κατατίθεται αὐτοῦ τὸ λείψανον ἐν τοῖς βασιλείοις τῶν ἁγίων ἀποστόλων μνήμασι. Καταλιμπάνει δὲ εἰς τὴν βασιλείαν τὸν υἱὸν Ἰουστινιανὸν ἑκκαιδέκατον ἔτος τῆς ἡλικίας ἄγοντα; ὃς τῆς βασιλείας ἐπιλαβόμενος τὰ ὑπὸ τοῦ πατρὸς τῆς εἰρήνης ἕνεκεν καὶ τῆς ἄλλης πολιτικῆς εὐταξίας βραβευθέντα διέστρεφε. μεθ' ὧν λύει καὶ τὴν πρὸς τοὺς Βουλγάρους γενομένην εἰρήνην. ἱππικὰ δὲ στρατεύματα πρὸς τοῖς Θρᾳκῴοις διαγαγὼν χωρίοις κατὰ τῶν Σκλαβηνῶν εὐθέως ὥρμησε. μέχρι δὲ Θεσσαλονίκης ἐκδραμὼν πόλεως, πολλὰ τῶν ἐκεῖσε Σκλαβηνῶν γένη τὰ μὲν πολέμῳ τὰ δὲ ὁμολογίᾳ παραλαβών, εἰς τὴν τοῦ Ὀψικίου λεγομένην χώραν διὰ τῆς Ἀβύδου διαβιβάσας κατέστησεν. ἐξ ὧν στρατεύει ἄχρι καὶ εἰς τριάκοντα χιλιάδας λαόν, οὓς ἐξοπλίσας λαὸν ἐκάλεσε περιούσιον, ἄρχοντα αὐτοῖς ἐκ τῶν εὐγενεστέρων ἐπιστήσας Νεβοῦλον τοὔνομα. εἰς οὓς θαρρήσας λύει τὴν πρὸς τοὺς Σαρακηνοὺς παρὰ τοῦ πατρὸς γενομένην εἰρήνην, μεθίστησι δὲ καὶ τοὺς ἐν τῷ ὄρει τοῦ Λιβάνου λοχοῦντας ἐκ παλαιοῦ χρόνου ὁπλίτας. ἐκστρατεύει δὲ κατ' αὐτῶν, καὶ κατὰ τὴν Σεβαστόπολιν γίνεται. καὶ αὐτοὶ δὲ ἐπιστρατεύσαντες πρὸς αὐτοὺς παραγίνονται· καὶ τὰ μὲν τῆς εἰρήνης φυλάττεσθαι 37 βέβαια παρ' αὑτῶν ἔφασκον, εἰ δὲ βούλοιντο διαστρέφειν Ῥωμαῖοι, θεὸν κριτὴν τῶν αἰτίων γίνεσθαι. Ἰουστινιανοῦ δὲ μᾶλλον τῆς μάχης αἱρουμένου, οὗτοι τὸν τῆς εἰρήνης ἔγγραφον λόγον ἐφ' ὑψηλοῦ ἀναρτήσαντες σημείου προάγειν ἐκέλευον, καὶ δὴ κατὰ Ῥωμαίων ἐχώρουν. οἱ δὲ εἰς φυγὴν ἐτράποντο. καὶ ὁ κληθεὶς περιούσιος τῶν Σκλάβων λαὸς τοῖς Σαρακηνοῖς προστίθεται, καὶ σὺν αὐτοῖς Ῥωμαίους ἀνῄρουν. ἐξ οὗ πλεῖον προσκτησάμενοι θάρσος πλειόνως τὴν Ῥωμαίων ἀρχὴν ἐλυμαίνοντο. καὶ τὰ μὲν πρὸς τὸ ἔθνος οὕτω πως ἔσχεν. Ἐς δὲ τὰς πολιτικὰς ἀρχὰς καθίστα ἄνδρας ἀπηνεῖς καὶ ὠμοτάτους, ὧν ἦν Στέφανος εὐνοῦχος Πέρσης, ταμίας τῶν βασιλικῶν χρημάτων· καὶ πολλὰ τοὺς ὑπὸ