4
δέξασθαι καὶ ὡς κυρίῳ προσανέχειν αὐτῷ. οἱ δὲ οὐκ ἐδέχοντο. λιπαρῶς γοῦν ὁ Λάσκαρις τούτοις προσκείμενος καὶ κἂν τὴν γυ ναῖκα μόνην δέξασθαι ἐκδυσωπῶν, μόλις εἰς τοῦτο πειθη νίους ἐγνώρισεν. ἀφεὶς οὖν τὴν γυναῖκα οὑτοσὶ κατὰ Νίκαιαν διήρχετο τὰ πέριξ, Προῦσάν τε καὶ τὰ περὶ αὐτήν, ὅπως τε ὑπὸ χεῖρα ταῦτα ποιήσαιτο καὶ ὡς βασιλεὺς ἀντὶ τοῦ πενθεροῦ Ἀλεξίου τούτων κατάρξειεν· οὗ δὴ καὶ τετύ χηκε. καὶ γὰρ ἐν τῷ μεταξὺ καὶ περὶ τὸν περσάρχην ἀφί κετο συνήθη τούτῳ τελοῦντα, καὶ συμμαχίαν προσείληφε καὶ τὰ πρὸς σκοπὸν διεπράξατο.
7 ∆ύο γοῦν παραδραμόντων ἐνιαυτῶν καὶ ὡς δεσπότου παρὰ πάντων φημιζομένου τοῦ Λασκάριος, ἐπεὶ συνδρομὴ γέγονε κατὰ Νίκαιαν ἀπὸ περιφανῶν ἀνδρῶν καὶ τῶν λογάδων τῆς ἐκκλησίας, σκέψις τούτοις ἐγένετο ὅπως βασι λεὺς φημισθείη ὁ δεσπότης Θεόδωρος. πατριάρχου δὲ μὴ παρόντος ἐκεῖσε-ὁ γὰρ Καματηρὸς Ἰωάννης, ὃς τὸν πατριαρχικὸν ἐκόσμει θρόνον ἡνίκα τῆς Κωνσταντίνου ἐκρά τησαν Ἰταλοί, περὶ τὸ ∆ιδυμότειχον ἀπῆρε κἀκεῖσε τὰς διατριβὰς ἐπεποίητο, καὶ διαμηνυθεὶς παρά τε τοῦ Λασκά ριος καὶ τῶν λοιπῶν ἀπηνήνατο τὴν πρὸς αὐτοὺς ἄφιξιν, ἔγγραφον τὴν παραίτησιν ποιησάμενος. ψηφίζεται γοῦν πατριάρχης Μιχαὴλ ὁ Αὐτωρειανός, λόγιος τυγχάνων καὶ πάσης γραφῆς ἔμπειρος τῆς τε ἡμετέρας καὶ θύραθεν· ὃς καὶ τὸν δεσπότην Θεόδωρον τῷ βασιλείας διαδήματι ταινιοῖ. ἐντεῦθεν βασιλεὺς ὁ Λάσκαρις ἀναγορευθεὶς συντονώτερον ἐφήψατο τῶν πραγμάτων, μάχαις δὲ προσέκυρσεν οὐκ ὀλί γαις καὶ χαλεπαῖς. οἵ τε γὰρ Ἰταλοὶ κατὰ τὴν ἑῴαν τὸν πόρον πεποιηκότες τὰ πλείω ταύτης ὑφ' ἑαυτοὺς ἐποιήσαντο· τό τε γὰρ ἅπαν θέμα Ὀψικίου καὶ Αἰγαίου καὶ αὐτὸ δὴ τὸ Ἀτραμύτιον τῶν Ἰταλῶν ἐγεγόνει, Βάρις τε καὶ Αὐλωνία Ποιμα νηνόν τε καὶ Λεντιανὰ μέχρι τοῦ Λοπαδίου αὐτοῦ δεσπό τας ἐγίνωσκον Ἰταλούς, ἀλλά γε δὴ καὶ τὰ τῆς Θυνίας πάντα μέχρι καὶ Νικομηδείας αὐτῆς. ἐντεῦθεν ἐστενοῦτο πολὺ ὁ βασιλεὺς Θεόδωρος. οὐδὲν δὲ ἧττον καὶ πρὸς τῶν Ῥωμαίων κατεβιάζετο. ἐν γὰρ τῇ συγχύσει τῆς Κωνσταν τίνου ἁλώσεως ἄλλοθεν ἄλλος ἡγεμόνες εἶναι τυχόντες ἢ καὶ οἱ τῶν ἄλλων προύχοντες ὡς οἰκείαν ἀρχὴν τὴν ὑφ' ἑαυτοὺς ἐποιοῦντο χώραν, ἢ ἐξ αὐτῶν εἰς τοῦτο ὁρμήσαντες ἢ καὶ παρὰ τῶν οἰκητόρων μετακληθέντες εἰς τὴν τῆς χώ ρας δεφένδευσιν. αὐτίκα Θεόδωρός τε, ὃν Μωροθεόδωρον ἀπεκάλουν, ἄρχων ἦν τῆς Φιλαδέλφου πόλεως· ἕτερος δὲ Σάββας τοὐπίκλην τοῦ ἄστεος ἐδέσποζε τοῦ Σαμψὼν μετὰ καὶ τῶν πλησίον τυγχανόντων αὐτῷ· Παφλαγονίας δὲ πάσης ἐγκρατὴς ἦν ∆αυίδ, ἀδελφὸς ὢν Ἀλεξίου τοῦ τῆς Τραπε ζοῦντος κρατήσαντος, ὃς καὶ Μέγας ὠνομάζετο Κομνηνός· οἳ τοῦ βασιλέως Ἀνδρονίκου ὑπῆρχον ἔγγονοι, Μανουὴλ τῷ τούτου τεχθέντες υἱῷ. διὰ ταῦτα ἐν πολλῇ στενοχωρίᾳ τὰ πράγματα ὑπῆρξε τῷ βασιλεῖ Θεοδώρῳ. ἀλλὰ τὸν μὲν Μωρο θεόδωρον καὶ τὸν Σάββαν εὐχερῶς μετῆλθε κἀντεῦθεν ἐδέ σποζεν ἀδεῶς Κελβιανοῦ τε παντός, Μαιάνδρου Φιλαδελ φείας καὶ Νεοκάστρων.
8 Ἀλλ' ἐνταῦθά μοι ὁ λόγος ἀναμεινάτω· ἱστορῆσαι 8 γὰρ βούλεται τὰ τῷ βασιλεῖ Ἀλεξίῳ συμβάντα, ἤδη δὲ καὶ τἆλλα τὰ ἐπὶ τῇ ἑσπέρᾳ γενέσθαι φθάσαντα. ἀφίκετο μέν, ὡς εἰρήκειν, εἰς Θεσσαλονίκην ὁ εἰρημένος βασιλεὺς Ἀλέξιος καὶ ὑπεδέχθη παρὰ τῆς αὐτοῦ νύμφης, ἣ ἐξ Οὔγγρων μὲν ὥρμητο, ἐπεγαμβρεύθη δὲ τῷ βασιλεῖ Ἰσαακίῳ μετὰ τὴν τῆς γυναικὸς αὐτοῦ τελευτήν· ἣν καὶ ὡραίαν πάνυ τῷ εἴδει οἱ κατιδόντες ἔφασκον εἶναι. τῶν γοῦν Ἰταλῶν εἰς πολυμέρειαν τὰ τῆς Ῥωμαΐδος κληρωσαμένων καὶ τοῦ μὲν ἐκ Φλάντρας ὡρμημένου Βαλδουΐνου βασιλέως ἀναγορευθέντος, τοῦ δὲ δουκὸς Βενετίας, ὃς καὶ αὐτοπροσώπως συνῆν, μερίδα οὐ σμικρὰν ἐσχηκότος καὶ δεσποτικῷ ἀξιώματι τιμηθέντος ἔχειν τε ἐξ ὅλου- πρὸς τὸ ὅλον, ὃ τὸ τῶν Φράγγων ἐκτήσατο γένος-τὸ τέταρτον καὶ τοῦ τετάρτου τὸ ἥμισυ, ἐπειδὴ καὶ ὁ μαρκέσιος ἀξιόλογον μοῖραν τῇ συμμαχίᾳ ἦν ἐνεγκάμενος, ῥὴξ