5
Θεσσαλονίκης παρὰ τοῦ Φλάντρα τετίμητο, προσλαβό μενος καὶ γυναῖκα τὴν δηλωθεῖσαν Μαρίαν τὴν ἐξ Οὐγ γρίας, πρότερον προσηρμοσμένην Ἰσαακίῳ τῷ βασιλεῖ. ὑπὸ ταύτης, ὡς ἔφην, ὁ βασιλεὺς ὑπεδέχθη Ἀλέξιος. μετὰ μι κρὸν δὲ φωραθεὶς τοῖς ἐκεῖσε νεωτερίζεσθαι ἀπεδιώχθη συνάμα τῇ γυναικὶ καὶ τῇ θυγατρὶ Εὐδοκίᾳ, ἣν καὶ ἐς Κόρινθον ἀφικόμενος τῷ ἐκεῖσε τῆς χώρας κατάρχοντι συν εζεύξατο Σγουρῷ· ἦν γὰρ καὶ ὁ Σγουρὸς οὗτος μετὰ τὴν τῆς Κωνσταντίνου ἅλωσιν νεωτερίσας καθ' ἑαυτὸν καὶ Κορίνθου ἄρχων καὶ τῶν περὶ ταύτην χωρῶν, ὡς καὶ ἑτέρων ἕτεροι. μικρὸν δὲ καὶ τοῖς ἐκεῖσε προσδιατρίψας, γνοὺς παρά τινων ὡς ἁλίσκεσθαι μέλλει, ἀπέδρα. ἐκ Λογγιβαρ δίας δέ τισι ξυντυχὼν ἁλίσκεται, πρὸς τὸν πρωτεξάδελφον αὐτοῦ Μιχαὴλ τὰς κινήσεις ποιούμενος· ἦν γὰρ οὗτος τῷ τότε μέρους τινὸς τῆς παλαιᾶς Ἠπείρου κρατήσας καὶ πολλὰ τοῖς πρὸς τὰ ἐκεῖσε μέρη ἀφιγμένοις Ἰταλοῖς παρέχων πράγματα. καὶ ἦν οὗτος δυναστεύων τῆς τοιαύτης χώρας· Ἰωαννίνων γὰρ ἦρχε καὶ Ἄρτης καὶ μέχρι Ναυπάκτου. ὡς γοῦν ἑάλω παρὰ τῶν Λογγιβάρδων ὁ βασιλεὺς Ἀλέξιος, ἀπεμπολεῖτο παρ' αὐτῶν συνάμα τῇ γυναικὶ εἰς τὸν δηλω θέντα Μιχαὴλ χρυσίον συχνὸν τοῖς κατέχουσι διδόντα. μικρὸν δὲ μετὰ τοῦ Μιχαὴλ προσκαρτερήσας ὁ βασιλεὺς Ἀλέξιος βούλεται πρὸς τὸν τοῦ Ἰκονίου σουλτὰν ἀπελθεῖν, ὃν Ἰαθατίνην ὠνόμαζον· ἦν γὰρ τούτῳ συνήθης. ὁ γὰρ εἰρη μένος Ἰαθατίνης τὰς τοῦ ἀδελφοῦ αὐτοῦ χεῖρας ἀποδρὰς Ἀζατίνη κατάρχοντος τῷ τότε τῶν Μουσουλμάνων, φυγὰς παρὰ τὴν Κωνσταντίνου ᾤχετο καὶ τῷ βασιλεῖ ὑποδέδεκται Ἀλεξίῳ, βαπτίζεταί τε παρ' αὐτοῦ καὶ υἱοθετεῖται· ὃς καὶ τῷ βασιλεῖ Ἀλεξίῳ συναπέδρα ἀποδράντι τῆς Κωνσταντίνου. ἀλλ' οὔπω συχναὶ παρῆλθον ἡμέραι, καὶ ἀφικνεῖται πρὸς αὐτὸν ἀνὴρ κρύφα μηνύων αὐτῷ τὸν τοῦ ἀδελφοῦ αὐτοῦ μόρον· ὃς καὶ ῥάκεσι πενιχροῖς ἐσταλμένος μετ' αὐτοῦ ἀφικνεῖται, καὶ τοῖς αὐτοῦ καταστὰς γνώριμος περσάρχης ἐπιφημίζεται. ὃς καὶ τῷ βασιλεῖ Θεοδώρῳ ἔν τισι καιροῖς στενοχωρηθέντι χρήσιμος ἀνεφάνη, συμμαχίαν δοὺς καὶ τὰ εἰς εἰρήνην σπεισάμενος· ὡς ἀδελφὴν γὰρ τὴν βασιλίδα Ἄνναν ὠνόμαζε.
9 Πρὸς τοῦτον ἡ πᾶσα σπουδὴ τοῦ βασιλέως Ἀλεξίου ἀφικέσθαι προσῆν· ἐδυσανασχέτει γὰρ ἐλθεῖν περὶ τὸν βασιλέα καὶ γαμβρὸν Θεόδωρον. ἐφοδίοις γοῦν ἀπάρας τῆς τοῦ Μιχαὴλ γῆς καὶ φορῷ χρησάμενος πνεύματι τῇ τῆς Ἀττάλου προσώρμισεν. ἀσμενέστατα γοῦν παρὰ τοῦ σουλτὰν προσδέδεκται. ὁ βασιλεὺς δὲ Θεόδωρος διῆγεν ἐν τῇ Νικαίᾳ, καὶ πρεσβεία πρὸς τοῦ σουλτὰν παρ' αὐτὸν ἀφικνεῖ ται τὴν τοῦ βασιλέως καὶ πενθεροῦ γνωρίζουσα ἄφιξιν, καὶ ὡς ἄδικος εἴη ξένης ἐπειλημμένος ἀρχῆς. ἐταράχθη γοῦν ἐπὶ τοῖς λόγοις ὁ βασιλεύς, καὶ δέος αὐτῷ ἐπεισῄει οὐχὶ σμικρόν. ὁ μὲν γὰρ σουλτὰν πρόφασιν εἶχε τὸν βασιλέα Ἀλέξιον, τῇ δ' ἀληθείᾳ σκοπὸς ἦν αὐτῷ πᾶσαν τὴν Ῥωμαίων καταδρα μεῖν καὶ καταληΐσασθαι ἢ καὶ ὑπὸ χεῖρα ποιήσασθαι· καὶ ἦν ἐπὶ ξυροῦ, ὅ φασι, τῷ βασιλεῖ Θεοδώρῳ τὰ πράγματα. συναγαγὼν οὖν τοὺς αὐτοῦ ἐπειρᾶτο τούτων, εἴτε αὐτῷ προσανέχοντες ἂν εἶεν εἴτε τῷ πενθερῷ αὐτοῦ τῷ βασιλεῖ Ἀλεξίῳ. οἱ δὲ πανσυδὶ μιᾷ φωνῇ, ὡς ἐκ γνώμης μιᾶς, ἢ συζῆν αὐτῷ ἢ συναπολέσθαι εἰρήκεισαν. θαρσαλέος γοῦν ὁ βασιλεὺς τοῖς τῶν ὑπὸ χεῖρα λόγοις γενόμενος τῆς Νικαίας ἐξῄει, ἔχων καὶ τὸν τοῦ σουλτὰν πρέσβιν μεθ' ἑαυ τοῦ. ταχύτερον δὲ τῷ δρόμῳ χρησάμενος ἀφικνεῖται τῇ Φιλαδέλφου. ὁ δὲ σουλτὰν ἐπάρας μεθ' ἑαυτοῦ καὶ ὃν ὡς δέλεαρ ἐπεφέρετο βασιλέα Ἀλέξιον, τὴν ἔφοδον ἐν Ἀντιοχείᾳ πεποίηται· πόλις δὲ αὕτη χώρας προκαθημένη Μαι άνδρου. κρατεῖν δέ οἱ ταύτης ἦν ὁ σκοπός· διὰ ταῦτα καὶ ἑλεπόλεις ἐστήσατο καὶ ἐπόρθει τὴν πόλιν, καὶ ἦν γε αὕτη ἐν χρῷ τοῦ ἁλῶναι. ὃ δὴ καὶ δεδιὼς ὁ βασιλεὺς Θεό δωρος-ἦν γὰρ καὶ ἀληθὲς ὡς εἰ ταύτης ἐκράτησεν ὁ σουλτάν, οὐδὲν ἂν ἦν αὐτῷ ἐμποδὼν τοῦ μὴ πᾶσαν τὴν τῶν Ῥωμαίων χειρώσασθαι-καὶ οἷον ἐπὶ κύβου τὸν πό λεμον θεὶς ἢ μᾶλλον ἀληθῶς εἰπεῖν ἐπὶ τῷ δεσπότῃ θαρ ρήσας Χριστῷ, οὗ τὴν