1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

6

κλῆσιν ὡς σύσσημόν τι ἢ σφραγῖδα οἱ εὐσεβεῖς περιφέρομεν, ἐπισπεύδει τὸν δρόμον, παραγγείλας μηδένα ἢ σκηνὴν φέρειν ἢ ἄχθος ἢ ἕτερόν τι τῶν μὴ λυσι τελούντων ἐν τῷ πολέμῳ ἄνευ μέντοι τῶν ἀναγκαίων, τρο φῆς μικρᾶς καὶ ἐνδύματος. ἦν δὲ ἅπαν αὐτῷ τὸ στράτευμα εἰς δισχιλίους ἠριθμημένον, ὧν ὀκτακόσιοι μὲν Ἰταλοί, ἄνδρες γενναῖοι καὶ τὴν χεῖρα σθεναροί, ὡς ὁ καιρὸς ἔδειξε, Ῥωμαῖοι δὲ οἱ λοιποὶ ἐτύγχανον.

10 Ἐγγύς που γοῦν γενόμενος τῆς Ἀντιοχείας ὁ βασιλεὺς ἀφίησι τὸν πρέσβιν Πέρσην παρὰ τὸν σφέτερον ἀφι κέσθαι δεσπότην· καὶ ὃς ἀπῆλθε καὶ μηνύει τῷ σουλτὰν τὴν τοῦ βασιλέως ἔφοδον, δύσπιστον ἐπείνω πάνυ τυγχάνουσαν. ὅρκοις γοῦν ἐβεβαίου ὁ πρέσβις, ὡς ἐγγὺς ὁ βασιλεὺς πάρ εστι. ταῦτ' οὖν ἀκηκοὼς ὁ σουλτὰν ὡς εἶχε τάχους τὰς δυνάμεις συνάγει καὶ παρατάττει πρὸς τὸν πόλεμον. ἐμπί πτουσι γοῦν ταῖς τοῦ σουλτὰν πρῶτον δυνάμεσιν Ἰταλοί, ἀλλ' ἦν τὸ τῶν Μουσουλμάνων πλῆθος πολύ. ἔργα δὲ κρατερᾶς χειρὸς ἐνδειξάμενοι καὶ γενναιοτέρας ψυχῆς σχεδὸν πίπτουσι πάντες, ἀπειροπλασίους ξίφους ἔργον ποιήσαντες. τῶν γοῦν Ἰταλῶν οἱ Μουσουλμάνοι περιγενόμενοι ῥᾷον καὶ τῶν Ῥωμαϊκῶν ἐκράτουν δυνάμεων· καὶ οἱ μὲν προτροπάδην ἔφευγον, ὀλίγοι δὲ ἐκαρτέρουν τὸ τέλος τῆς μάχης ἀποσκο πούμενοι. τῆς μάχης οὖν ἐγκρατὴς γενόμενος ὁ σουλτὰν ἐζήτει τὸν βασιλέα, καὶ δείκνυσί τις τοῦτον αὐτῷ ἐν ἀμηχανίᾳ γενόμενον. ὡς εἶχε γοῦν τάχους πρὸς τὸν βασιλέα ὁρμᾷ, τῇ τοῦ σώματος ἰσχύι θαρρῶν ἐπ' αὐτῷ. ἔγνωσαν οὖν ἑκατέ ρους ἑκάτεροι. καὶ ὁ μὲν σουλτὰν κορύνῃ κατὰ κεφαλῆς πλήττει τὸν βασιλέα, καὶ πίπτει τοῦ ἵππου· ἦν γὰρ τῇ βολῇ σκοτοδινιάσας. συνεποδίσθη γάρ, ὥς φασι, τῇ βολῇ καὶ ὁ ἵππος, οὐκ οἶδ' εἰ καὶ τούτου δευτέραν παρὰ τοῦ σουλτὰν λαβόντος πληγήν. ἔξω γοῦν τοῦ ἵππου ὁ βασιλεὺς γενόμε νος καὶ οἷον ῥωσθεὶς ὑπὸ θειοτέρας δυνάμεως, ἐπὶ πόδας σταθεὶς τὴν σπάθην ἐξάγει τοῦ κουλεοῦ, καὶ τοῦ σουλτὰν ἐνθένδε στραφέντος καὶ ὑβριστικῶς ἐπειπόντος «λάβετε του τονί» πλήττει τοὺς ὀπισθίους πόδας τῆς τοῦ σουλτὰν ἵππου ὁ βασιλεύς· θηλείας γὰρ ἐπωχεῖτο καὶ ὑπερμεγέθους. ὡς ἐκ πύργου γοῦν ὁ σουλτὰν καταβάλλεται, καί οἱ αἰφνηδὸν ἡ κεφαλὴ ἀποτέμνεται, μήτε τοῦ βασιλέως γνόντος μήθ' ἑτέρου τῶν συμπαρεστώτων τῷ βασιλεῖ παρὰ τοῦ κεκαρατόμητο. νικᾷ γοῦν ἐντεῦθεν ὁ βασιλεὺς τὸ πλεῖστον ἐξηττημένος· οὐδὲ γὰρ εἶχεν ἐπὶ τοῖς πρόσω χωρεῖν, μετὰ μετρίων ἐλλε λειμμένος. τοῦτο τοῖς Ῥωμαίοις ἀναψυχῆς ἐγένετο πρόφασις· σπονδὰς γὰρ ἐντεῦθεν ἀρρήκτους οἱ Μουσουλμάνοι μετὰ Ῥωμαίων ἐποίησαν. ἐντεῦθεν τῆς ἐκεῖθεν μάχης ἐκεχειρίαν ἔσχεν ὁ βασιλεύς, τοῖς δ' Ἰταλῶν πολέμοις ἐσχόλαζε. προσ ελάβετο δὲ καὶ τὸν πενθερὸν αὐτοῦ τὸν βασιλέα Ἀλέξιον ἐν τῇ μάχῃ εὑρών, καὶ τὰ εἰκότα τιμήσας ἀπήγαγέ τε εἰς Νίκαιαν καὶ τῶν βασιλικῶν παρασήμων ἐκδύσας ἐν τῇ τοῦ Ὑακίνθου μονῇ διάγειν ἐκέλευσεν. ἔνθα καὶ θνήσκει· ἡ γὰρ σύζυγος αὐτοῦ Εὐφροσύνη ἐν τῇ τῆς Ἄρτης ἐτελεύτησε χώρᾳ, ἔνθα καὶ ὁ νεκρὸς αὐτῆς κατετέθη.

11 Περιεγένετο δὲ καὶ ὁ βασιλεὺς Θεόδωρος καὶ τοῦ τῆς Παφλαγονίας κρατοῦντος ∆αυίδ, καὶ Ἡράκλειαν παρ εστήσατο καὶ Ἄμαστριν καὶ τὴν πᾶσαν πέριξ χώραν καὶ τὰ πολίχνια. πάλιν δέ μοι τὰ τῆς ἱστορίας βούλεται τὰ ἐν τῇ ἑσπέρᾳ ξυμβάντα συγγράψασθαι. ἵνα δέ μοι ἡ ἱστορία τοῖς πᾶσιν εὔγνωστος εἴη, δέον ὀλίγ' ἄττα προεξειπεῖν. τοῦ βασι λέως Ἰσαακίου τῆς Κωνσταντίνου κατάρχοντος, καὶ τῆς γαμετῆς θανούσης αὐτοῦ, ἠγάγετο εἰς γυναῖκα τὴν ἣν προειρήκειν ἐξ Οὐγγρίας ὡρμημένην, θυγατέραν οὖσαν τοῦ τῶν Οὔγγρων ἄρχοντος. ἐπεὶ δὲ ἔμελλε τὸν γάμον ποιεῖν καὶ ὑπῆρχεν οὗτος βασιλικός, ἀξιόλογα ἔδει γενέσθαι τού του καὶ τὰ ἀναλώματα. ἐντεῦθεν ἐξ ἁπάσης τῆς Ῥωμαίων ἐπαρχίας πρόβατά τε καὶ χοῖροι καὶ βόες συνήγοντο. ἐπεὶ δὲ πλείω τῶν ἄλλων ἡ Βουλγάρων τρέφει ταῦτα, καὶ πλείω παρὰ ταύτης ἀπῃτοῦντο. τὸ δὲ Βουλγάρων φῦλον ἔκσπον δον μὲν τὰ πρῶτα