7
Ῥωμαίοις τελοῦν καὶ πολλῶν πολέμων πρόξενον γεγονὸς αὐτοῖς ἀνδραποδισμῶν τε καὶ ἁλώσεων πόλεων καὶ μυρίων ἄλλων δεινῶν, καὶ ταῦτα ἐν πολλοῖς τοῖς ἔτεσιν, ὕστατα παρὰ τοῦ βασιλέως Βασιλείου χειροῦνται, ὃν διὰ ταῦτα Βουλγαροκτόνον ἡ φήμη ἐκάλεσε. μέχρι γοῦν τοῦ βασιλέως Ἰσαακίου ὑπόφορον τὸ γένος ἐτέλει Ῥωμαίοις, διὰ δὲ τὴν τοιαύτην πρόφασιν μεμελέτηκεν ἀνταρσίαν. καὶ ἀνίσταταί τις Ἀσὰν τοὔνομα καὶ βασιλεύει τῆς χώρας, ἅπαντα τὰ ἐντὸς τοῦ Αἵμου μέχρι καὶ τοῦ Ἴστρου ὑφ' ἑαυτὸν ποιησάμενος. ἐκ τούτου οὐκ ὀλίγα πράγματα Ῥω μαίοις ξυνέβη. ἔχοντες γὰρ οἱ Βούλγαροι τὸ Σκυθικὸν ξύμμαχον πολλὰ ἐποίουν τῇ Ῥωμαίων δεινά. τῷ τοι καὶ ὁ βασιλεὺς ἀγανακτήσας Ἰσαάκιος, τὸ τῶν Ῥωμαίων ἅπαν συναγαγὼν στράτευμα, κατ' αὐτῶν ἐχώρει. τὴν γοῦν παρ άλιον παριὼν καὶ διὰ τῆς Μεσημβρίας πόλεως τὴν δίοδον ποιησάμενος ἔσω τοῦ Αἵμου γίνεται. ὁ δὲ Ἀσὰν μετὰ τοῦ ὑπ' αὐτὸν στρατεύματος ἐντὸς τοῦ πολιχνίου οὗ δὴ τοὔνομα Στρίναβος εἰσέρχεται. ἔνθα καὶ τὰς σκηνὰς ποιησάμενος ὁ βασιλεὺς Ἰσαάκιος τοὺς Βουλγάρους ἐπολιόρκει, καταστρατη γεῖται δὲ παρ' αὐτῶν. τῶν τις γὰρ Βουλγάρων προσωπεῖον ὑπενδὺς φυγάδος ἀφικνεῖται πρὸς τὸν βασιλέα καὶ μηνύει αὐτῷ Σκυθῶν ἔφοδον, ὁ δὲ βασιλεὺς τῷ λόγῳ θροηθεὶς καὶ ταῦτα τὴν ἐπιοῦσαν τὸ πολίχνιον χειρώσασθαι μέλλων, ἀπανίσταται τοῦ τόπου. οὐκ ἐξῆλθεν οὖν τὴν ἣν ἐπῆλθεν ὁδόν, ἀλλ' ἐξαπατηθεὶς ὑπὸ τοῦ Βουλγάρου τὴν ταχυτέραν τάχα διεξιέναι βεβούλευται. ἐπεισπίπτουσιν οὖν αὐτῷ διερ χομένῳ οἱ Βούλγαροι ἐπί τινι στενωπῷ γενομένῳ, καὶ κατα λύουσι τὸ ὑπ' αὐτὸν ἅπαν στράτευμα καὶ σκυλεύουσι πᾶσαν τὴν τῆς στρατιᾶς ἀποσκευήν, ἀλλὰ δὴ καὶ τὴν τοῦ βασι λέως αὐτοῦ. πίπτουσι δὲ πολλοὶ τῶν Ῥωμαίων, οἱ δὲ δια σωθέντες μετὰ τοῦ βασιλέως γυμνοί τε ἦσαν καὶ ὀλίγοι πάνυ. ἐντεῦθεν ἐφυσιώθη τὸ τῶν Βουλγάρων γένος, λείαν πολλὴν ἐκ τῶν Ῥωμαίων κερδῆσαν, ἀλλὰ δὴ καὶ ἐκ τῶν βασιλικῶν παρασήμων τὰ τιμιώτερα. τάς τε γὰρ τοῦ βασιλέως πυρα μίδας ἀνελάβοντο καὶ φιάλας τῶν ἐπισήμων καὶ χρῆμα εἰς πλῆθος καὶ αὐτὸν δὴ τὸν βασιλικὸν σταυρόν· τῶν τινος γὰρ αὐτὸν ἱερέων ῥίψαντος μετὰ μικρὸν ἐφεῦρον ἐν τῷ πο ταμῷ, ἐκ χρυσοῦ μὲν κατεσκευασμένον, φέροντα δὲ μέσον ἐκ τοῦ ἁγίου ξύλου, ἐν ᾧπερ ὁ δεσπότης προσηλώθη Χρι στός, εἰς σταυροῦ σχῆμα τετυπωμένον, θήκας δὲ σμικρὰς παμπόλλας ἔχοντα, ἐν οἷς λείψανα πρόσεστι τῶν περιφα νεστέρων μαρτύρων τῆς θεομήτορός τε τὸ γάλα καὶ μέρος τι τῆς ζώνης αὐτῆς καὶ ἄλλα πλεῖστα, ὁπόσα τῶν εὐαγῶν καθειστήκει. ὁ μὲν οὖν βασιλεὺς Ἰσαάκιος εἰς τὴν Κων σταντίνου οἷον φυγὰς ᾤχετο.
12 Ἐντεῦθεν οὐκ ὀλίγα πράγματα τοῖς Ῥωμαίοις ἐκ Βουλγάρων ὑπῆρχεν. ἀλλὰ καὶ τοῦ βασιλέως Ἰσαακίου ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀλεξίου τυφλωθέντος καὶ αὐτοῦ δὲ τῶν Ῥωμαϊκῶν σκήπτρων ἐπειλημμένου, πόλεμοι πάμπολλοι τοῖς Ῥωμαίοις παρὰ τῶν Βουλγάρων ἐγένοντο περὶ τὰ μέρη τῆς Φιλιππουπόλεως καὶ Βερόης, ἔνθα καὶ ὁ πρωτοστράτωρ Καμμύτζης ὑπὸ Βουλγάρων ἑάλω μαχόμενος, τοῦ ἀδελφοῦ τοῦ Ἀσὰν Ἰωάννου τότε κατάρχοντος. ὁ γὰρ δηλωθεὶς Ἀσὰνδύο ἔσχεν ἀδελφούς, ὧν ὁ μὲν Πέτρος ἐκαλεῖτο, ὁ δὲ Ἰωάν νης. καὶ τὸν μὲν Ἰωάννην εἶχε μεθ' ἑαυτοῦ, τὸν δὲ Πέ τρον τμῆμά τι κόψας τῆς ἑαυτοῦ ἐπαρχίας ἄρχειν ἐκείνου διεκελεύσατο· ἥ τε γὰρ μεγάλη Περσθλάβα καὶ ἡ Προβάτους καὶ τὰ περὶ αὐτὰ τῷ Πέτρῳ παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀσὰν ὡς οἰκεῖος κλῆρος δεδώρηται, ὅθεν καὶ μέχρι τοῦ νῦν τὰ τοιαῦτα τοῦ Πέτρου ὀνομάζεται Χώρα. ἐννέα γοῦν ἐνιαυ τοὺς διανύσας ὁ Ἀσὰν βασιλικῶς κατάρχων τοῦ Βουλγαρι κοῦ γένους φονεύεται παρὰ τοῦ πρωτεξαδέλφου αὐτοῦ Ἰβαγγοῦ, ὃς καὶ παραυτίκα ἀπέδρα· βασιλεύει δὲ τοῦ γένους ὁ ἀδελφὸς αὐτοῦ Ἰωάννης, μὴ θελησάντων τῶν Βουλγάρων τὸν Πέτρον εἰς βασιλείαν ἀναγαγεῖν. καὶ ὁ τοῦ Ἀσὰν δὲ υἱὸς Ἰωάννης ἔτι ἀφῆλιξ ὑπῆρχεν.