8
13 Οὗτος οὖν ὁ Ἰωάννης βασιλεὺς Βουλγάρων ὀνο μασθεὶς πολλῶν τε τοῖς Ῥωμαίοις αἴτιος ἐγεγόνει κακῶν, εὐ τυχῶς δὲ καὶ τοῖς Ἰταλοῖς αὐτοῖς. ἦν γὰρ οὗτος βασιλεὺς Βουλγάρων, ὁπότε ἡ Κωνσταντίνου ἑάλω. ὡς γοῦν οἱ Ἰταλοὶ πᾶσαν τὴν τῆς Μακεδονίας χώραν ὑφ' ἑαυτοὺς ἐποιήσαντο, βασιλικῶς τοῦ πρώτως ἐν τῇ Κωνσταντινουπόλει κατάρξαντος Βαλδουΐνου τὰ κατ' αὐτοὺς διευθύνοντος, καὶ πρὸς τὴν πόλιν Ἀδριανοῦ διεμηνύσαντο ὅπως ὑπ' αὐτοὺς γένηται· ὁ γὰρ βασιλεὺς Βουλγάρων Ἰωάννης προύλαβε χει ρώσασθαι τὴν Φιλιππούπολιν καὶ ἀνδραποδισμὸν μέγαν τῶν Ῥωμαίων ἐκεῖθεν ποιήσασθαι. μὴ βουληθέντων δὲ τῶν Ἀδριανουπολιτῶν ὑπὸ χεῖρας γενέσθαι τῶν Ἰταλῶν, ἐκστρατεύουσιν οἱ Ἰταλοὶ κατ' αὐτῶν, αὐτοῦ τε τοῦ βασιλέως Βαλδουΐνου συνόντος αὐτοῖς καὶ τοῦ τὸν τόπον τοῦ δουκὸς ὑπέχοντος Βενετίας ἐν τῇ Κωνσταντινουπόλει. εἰς στενο χωρίαν γοῦν οὐ μικρὰν ἐλθόντες οἱ τῆς Ἀδριανοῦ οἰκήτορες ἀποστέλλουσι πρὸς τὸν βασιλέα τῶν Βουλγάρων Ἰωάννην, ἵνα συναίρηται τούτοις καὶ τοῦ ἐπηρτημένου κινδύνου ῥύση ται. ὁ δὲ ἀσμένως δέχεται τοῦτο, καὶ Σκύθας μεθ' ἑαυτοῦ προσλαβόμενος, ἐπεὶ φανερῶς οὐκ εἶχε τοῖς Λατίνοις μαχέ σασθαι, περιγενέσθαι βεβούληται μηχαναῖς. καὶ ὁ μὲν ἔκειτο μακράν που τῆς Ἀδριανουπόλεως, ἐκπέμπει δὲ κατὰ τῶν Ἰταλῶν τοὺς Σκύθας τῇ Σκυθικῇ στρατείᾳ κατ' αὐτῶν χρήσασθαι. Ἰταλοῖς μὲν οὖν ἔθος ἐφ' ἵπποις ὑψαύχεσιν ἐποχεῖσθαι καταφράκτοις τε δι' ὅλου εἶναι τοῖς ὅπλοις τοῦ σώματος, κἀντεῦθεν δυσκινήτως κατὰ τῶν ἐναντίων ὁρμῶσι· Σκύθαι δὲ κουφότερον ὡπλισμένοι ἐλευθερώτερον ἐπιπηδῶσι τοῖς ἐναντίοις. οὗ μὴ ξυνιέντες οἱ Ἰταλοὶ παρὰ τῶν Σκυ θῶν καταστρατηγοῦνται καὶ νικῶνται, ὥστε καὶ αὐτὸν τὸν βασιλέα Βαλδουῖνον ὑπ' αὐτῶν ἁλῶναι καὶ δέσμιον ἀπα χθῆναι πρὸς τὸν βασιλέα Βουλγάρων Ἰωάννην· οὗπερ, ὥς φασι, καὶ τὴν κεφαλὴν μετὰ τὴν σφαγὴν εἰς κύπελλον χρη ματίσαι τῷ βαρβάρῳ, τῶν ἐντὸς ταύτης πάντων κεκαθαρ μένην καὶ κόσμῳ περιπυκασθεῖσαν κύκλωθεν. οἱ μὲν οὖν Ἀδριανουπολῖται ἐκ τοῦ παραυτίκα τὸ γεγονὸς οὐκ ἐγνώρισαν· εἰ γὰρ ᾔδεισαν, ἐξῄεσαν ἂν τῆς πόλεως καὶ λείαν αὐτῶν ἐπεποιήκεισαν τὰς Ἰταλικὰς σκηνάς. οἱ γοῦν ἀπολειφθέντες Ἰταλοὶ φῶτα λαμπρὰ ἐν ταῖς σφετέραις ἀνάψαντες σκηναῖς καὶ ὑποψίαν δόντες τοῖς πολίταις ὡς πάρεισι, μέσων νυκτῶν φυγάδες περὶ τὴν Κωνσταντίνου χωροῦσι. πρωΐας γοῦν γνόντες τοῦτο οἱ τῆς Ἀδριανοῦ οἰκήτορες τὰ ἐλλελειμμένα ταῖς σκηναῖς ἐληΐσαντο. ὁ μὲν οὖν βασιλεὺς Βουλγάρων κατὰ τὰ ὑπεσχημένα τοῖς Ἀδριανουπολίταις ἐγκρατὴς γενέ σθαι τῆς σφῶν πόλεως ὥρμησεν, οἱ δὲ ἀπηνήναντο τοῦτο. δυσανασχετήσας οὖν ἐπὶ τῇ ἀπάτῃ ὁ τῶν Βουλγάρων βασι λεὺς πολιορκῆσαι τούτους ἠθέλησεν. ἀλλ' ἀφυεῖς παντελῶς εἰς πολιορκίαν οἱ Βουλγάροι· οὔτε γὰρ ἑλεπόλεις οἴδασι στῆ σαι οὔτε τι ἄλλο τῶν δυναμένων πορθῆσαι διανοήσασθαι. ἀπάρας γοῦν ἐκεῖθεν ὁ τῶν Βουλγάρων βασιλεύς, μὴ ἔχων τὸ ἐμποδὼν ὡς τῶν Ἰταλῶν αὐτοῦ καταπορθηθέντων τὸ ἔσχατον, ἑτέρου δὲ μὴ ὄντος τοῦ ἀνθισταμένου, πᾶσαν κατατρέχει Μακεδονίαν. λείαν οὖν παμπόλλην ἐποιήσατο, αὐτάνδρους τὰς πόλεις ἀνδραποδισάμενος καὶ τέλεον κατα σκάψας αὐτάς. τὸ δέ οἱ διανόημα ἦν, ὡς μήποτε Ῥωμαίους ἀνάκλησιν σχεῖν τῶν σφετέρων ἐπιδράξεσθαι πόλεων. κατ έσκαψε γοῦν ἐκ βάθρων αὐτῶν τὴν Φιλιππούπολιν, θαυ μαστὴν ἄγαν οὖσαν, ἥτις παρὰ τῷ Ἕβρῳ κεῖται, εἶτα τὰς ἄλλας πάσας πόλεις, τὴν Ἡράκλειαν, τὸ Πάνιον, τὴν Ῥαιδεστόν, Χαριούπολιν, Τραϊανούπολιν, Μάκρην, Κλαυδιούπο λιν, Μοσυνούπολιν, Περιθεώριον καὶ ἄλλας πολλάς, ἃς ἀριθμεῖν οὐ χρεών. τὸν δὲ λαὸν ἀπάρας ἐκεῖθεν περὶ τὰς παραρροίας καθίζει τοῦ Ἴστρου, ἐκ τῶν ἰδίων τῶν ἠνδρα ποδισμένων κωμῶν καὶ πόλεων τὰς κλήσεις ἐπιθεὶς ταῖς οἰκήσεσιν. ἀντάμυναν οὖν, ὡς ἔφασκεν, ἐποιεῖτο τῶν ὧν εἰργάσατο πρὸς Βουλγάρους κακῶν ὁ βασιλεὺς Βασίλειος, καὶ καλεῖσθαι μὲν ἔλεγεν ἐκεῖνον Βουλγαροκτόνον, Ῥωμαι οκτόνον δὲ ὠνόμαζεν