καὶ συνήγαγες". καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύεται δῶρά τε ἐξέπεμψεν ὡς σπείσεσθαι αὐτῷ. γράφει δὲ πρὸς αὐτὸν ἑνοῦσθαί τε ἀλλήλαις τὰς ὑπ' αὐτοὺς πολιτείας καὶ εἰρήνην παρὰ θεοῦ ἀσπάζεσθαι, ὡς ἑκάστην καθ' ἑαυτὴν ἡσυχάζειν. ᾧ ἀντέγραφε καὶ Ἡράκλειος, τέκνον τὸν Σειρόην καλῶν, καὶ ὡς οὐκ ἦν αὐτῷ ποτε κατὰ γνώμην βασιλέα τῆς ἑαυτοῦ δόξης ἐκπεπτωκέναι· διὸ οὐδὲ Χοσρόην. "ἀλλ' εἰ καὶ πλεῖστα καὶ κάκιστα Ῥωμαίοις καὶ Πέρσαις ἐπέδειξεν, ἔσπευσα ἄν", ἔφασκε, "περισωθέντα, εἰ καὶ τὰ μάλιστα ἐπικρατέστερος ἐγενόμην, εἰς τὴν αὐτοῦ ἀποκαθιστᾶν βασιλείαν. θεὸς δὲ τὴν ἐκείνου πρόθεσιν ἐγνωκὼς μετῆλθεν αὐτῷ ἀξίαν τὴν δίκην, ὡς μὴ τῶν πολλῶν γενέσθαι κατάλυσιν, ἡμῖν νῦν τὴν ἕνωσιν παρασχόμενος". περί τε τῶν ζῳοποιῶν ξύλων ὧν εἷλε Σάρβαρος ἐξ Ἱεροσολύμων λιπαρῶς ἐπέκειτο ἐπιζητῶν· (ὁ δὲ ὑπέσχετο δώσειν, εἴπερ αὐτῷ κατάφωρα γένοιτο·) περί τε τῶν πρεσβευτῶν οὓς Σάϊτος πρὸς Χοσρόην ἀπήγαγε δόλῳ, ὡς Λεόντιος μὲν κοινῷ θανάτῳ ἐτελεύτα, τοὺς δὲ ἄλλους Χοσρόης ξύλοις ἔκτεινεν, αἰσθόμενος αὐτὸν Ἡράκλειον εἰς τὴν Περσικὴν εἰσβαλόντα. Εὐθὺς οὖν Σειρόης ἐτελεύτα, κρατεῖ δὲ τῆς βασιλείας Περσῶν Καβόης, ὅστις μετ' οὐ πολὺ τέθνηκε. μεθ' ὃν βασιλεύει Περσῶν Ὁρμίσδας, ὃς καὶ αὐτὸς διαπρεσβεύεται πρὸς Ἡράκλειον, τόν τε ἴδιον υἱὸν σὺν χρήμασι καὶ δώροις πολυτιμήτοις πρὸς αὐτὸν ἀπέστειλεν. ἐσήμαινε δὲ διὰ γραμμάτων τάδε "ὃν τρόπον λέγετε τὸν θεὸν ὑμῶν δοθῆναι γηραιῷ τινι ἀνθρώπῳ Συμεὼν εἰς τὰς ἀγκάλας, οὕτως καὶ τὸν δοῦλόν σου τὸν υἱόν μου δίδωμι εἰς τὰς χεῖράς σου. 21 γνοίη δὲ θεὸς ὃν σέβῃ, ὡς ποιήσεις αὐτῷ". ὁ δὲ δεξάμενος μεγάλως ἐτίμησε, καὶ εἶτα τελευτήσαντος Ὁρμίσδου βασιλέα Περσῶν ἐτίμησε. Σάρβαρος δὲ ἀκούσας ὅτι Χοσρόης καὶ Σειρόης, Καβόης καὶ Ὁρμίσδας ἐτελεύτησαν, ἐκ τῆς Ῥωμαίων ὑπενόστει χώρας γράφει τε ἀπολογίαν πρὸς Ἡράκλειον, ὡς οὐχ ἑκὼν ἀλλὰ γνώμῃ τοῦ ἀποστείλαντος ἔπραττεν ἅπερ εἰς Ῥωμαίους πεποίηκε, παραγενέσθαι δὲ αὐτὸν ἐξῄτησε καὶ ὡς δοῦλον παρίστασθαι. λόγοις τε πίστεως παρὰ βασιλέως βεβαιωθεὶς ἥκειν πρὸς αὐτὸν καὶ χρήματα ἐκ Περσίδος διδόναι ὑπισχνεῖτο, δι' ὧν πάλιν καινίζοιντο ὅσα ἂν αὐτὸς ἐν χώρᾳ τῇ Ῥωμαίων κατεστρέψατο. ἐν τούτοις ἐπιβουλεύεται καὶ ἀναιρεῖται ὁ υἱὸς Ὁρμίσδου, καὶ Σάρβαρος παρὰ βασιλεῖ τὴν Περσῶν ἀρχὴν ἐξαιτεῖ. ὁ δὲ ἐδίδου, καὶ ἀλλήλοις συνετίθεντο πάντα τὰ ἐκ Ῥωμαίων ὑπὸ Πέρσαις γενόμενα Ῥωμαίοις ἀνασώζεσθαι. εἰρήνης τε βραβευθείσης εὐθὺς τήν τε Αἴγυπτον καὶ πᾶσαν τὴν ἀνατολικὴν γῆν Ῥωμαίοις ἀποδίδωσι Σάρβαρος, τοὺς ἐκεῖσε Πέρσας ἐξελών, τά τε ζῳοποιὰ ξύλα πρὸς βασιλέα στέλλει. Ἡράκλειος δὲ Νικήταν υἱὸν Σαρβάρου πατρικίου ἀξίᾳ ἐτίμησε Νίκην τε τὴν θυγατέρα αὐτοῦ Θεοδοσίῳ τῷ ἐκ Μαρτίνης υἱῷ αὐτοῦ γαμετὴν πεποίηκε. Γρηγορίαν τε τὴν θυγατέρα Νικήτα ἐκ Πενταπόλεως ἐνέγκας Κωνσταντίνῳ τῷ βασιλεῖ Ῥωμαίων ζεύγνυσιν· ἣν δὴ καὶ προμνηστευσάμενος ἦν περιόντος ἔτι τοῦ αὐτῆς πατρός. Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἐκ τοῦ Αἰθρίβου λεγομένου Σαρακηνοὶ διεφαίνοντο (χώρα δὲ τοῦτο τῆς εὐδαίμονος Ἀραβίας) καὶ τὰ ἐκεῖσε χωρία προσπελάζοντα ληΐζεσθαι ἐπεχείρουν. Ἡράκλειος δὲ τὴν θυγατέρα Εὐδοκίαν τοῦ Βυζαντίου ἐξιέναι ἐπέτρεψεν ὡς τῷ Τούρκῳ ταύτην κατεγγυήσας· καὶ 22 ἐπειδὴ ἔγνωστο ὅτι σφαγῇ ὁ Τοῦρκος ἀνῄρητο, ταύτην ὑποστρέφειν ἐκέλευεν. ὑπάρχοντι δὲ Ἡρακλείῳ ἐν τῇ Περσικῇ ἐτελεύτησαν αὐτῷ δύο υἱοὶ καὶ θυγατέρες δύο. αὐτὸς δὲ λαβὼν τὰ ζῳοποιὰ ξύλα ἐσφραγισμένα, καθάπερ ἐλήφθησαν, διαμείναντα πρὸς τὰ Ἱεροσόλυμα ἀφίκετο, καὶ Μωδέστῳ τῷ ἀρχιερεῖ καὶ τῷ αὐτοῦ κλήρῳ ταῦτα ὑπέδειξεν. οἱ δὲ τὴν σφραγῖδα σώαν ἐπεγίνωσκον· καὶ ὡς ἀνέπαφα καὶ ἀθέατα βεβήλοις καὶ μιαιφόνοις χερσὶ τῶν βαρβάρων διετηρήθησαν, εὐχαριστήριον ᾠδὴν τῷ θεῷ ἀνέθεσαν. τήν τε κλεῖδα τὴν ἐπ' αὐτοῖς ὁ ἱεράρχης μείνασαν παρ' αὐτῷ ἤγαγε, καὶ ἀνοιγέντα προσκυνοῦσιν