9
ἑαυτόν. μέχρι γοῦν καὶ αὐτῆς κατ αντήσας Θεσσαλονίκης ἐκεῖσε θνήσκει πλευρίτιδι νόσῳ κατασχεθείς, ὡς δέ τινες ἔλεγον ὅτι ἐκ θεομηνίας αὐτῷ ὁ θάνατος γέγονεν· ἔδοξε γὰρ αὐτῷ καθ' ὕπνους ἔνοπλον ἄνδρα ἐπιστῆναι αὐτῷ καὶ δόρατι πλῆξαί οἱ τὴν πλευράν. ἦν γὰρ καὶ ἀληθῶς ὡς οὐδέποτε τῇ Ῥωμαίων τοσαῦτα παρά του συνέβη κακά, ὡς καὶ ὄνομα τεθῆναι τούτῳ ἐκ κυνὸς τὴν ἐπίκλησιν ἔχον· Σκυλοϊωάννης γὰρ ἐπεκλήθη τοῖς πᾶσι. τὸ γὰρ Σκυθῶν γένος ἰδιοποιησάμενος καὶ κοινωνήσας αὐτοῖς συγγενείας καὶ τρόπου μετασχὼν ἐκ φύ σεως θηριωδεστέρου, φόνοις ἐνετρύφα Ῥωμαίων. ὡς γοῦν οὑτοσὶ ἐτεθνήκει, ὁ τῆς ἀδελφῆς αὐτοῦ παῖς Βορίλλας τοὔ νομα, τὴν Σκυθίδα θείαν γαμετὴν εἰληφώς, τῆς ἀρχῆς τῶν Βουλγάρων γέγονεν ἐγκρατής. τὸν δὲ τοῦ Ἀσὰν παῖδα Ἰωάννην ἀφήλικα ἔτι ὄντα κρύφα τις λαβὼν ἐπειρήκει, ὡς περὶ τοὺς Σκύθας κεχώρηκε. καὶ ταῦτα μὲν τὰ περὶ Βουλ γάρων· ὁ λόγος δὲ τὰ μετὰ ταῦτα τοῖς οἰκείοις ἐξιστορήσει καιροῖς.
14 Ὁ δὲ Μιχαήλ, ὃν ἱστορήσας ὁ λόγος πέφθακε τῆς Ἠπείρου κατάρξαι καί τινος μέρους τῆς χώρας Ῥωμαίων, τρεῖς κασιγνήτους ἐκέκτητο, τὸν Κωνσταντῖνον, τὸν Θεόδω ρον καὶ τὸν Μανουήλ. ὧν ὁ μὲν Θεόδωρος τῷ βασιλεῖ Ῥωμαίων συνῆν Θεοδώρῳ τῷ Λάσκαρι, ὑπηρετῶν αὐτῷ ὡς καὶ οἱ λοιποὶ τῶν Ῥωμαίων. διὰ τοῦτο παρακαλεῖ τὸν βασιλέα Θεόδωρον ὁ Μιχαήλ, ἵνα τοῦτον πρὸς αὐτὸν ἐκπέμψῃ διὰ τὸ μὴ ἔχειν ἔτι παῖδα εἰς ἥβην ἐλθόντα, ἀλλ' οὐδὲ γνήσιον-ὁ γὰρ αὐτῷ γεννηθεὶς Μιχαὴλ ἐκ παλλακῆς ἐκείνῳ γεγένηται, περὶ οὗ ἐροῦμεν ἐν τοῖς μετέπειτα- καὶ τοῦ θανάτου δὲ δεδιέναι τὸ ἄωρον· τοὺς γὰρ λοιποὺς τῶν ἀδελφῶν ἀφυεῖς ἐγίνωσκεν εἰς ἀρχήν. τοῦτον δὲ τὸν Θεόδωρον ὁ βασιλεὺς ἐκπέμπει τῷ ἀδελφῷ Μιχαήλ, ὅρκοις πρῶτον ἐμπεδωσάμενος πίστιν δουλείας εἰς τοῦτον φυλάττειν καὶ εἰς τοὺς μετ' αὐτὸν τῶν Ῥωμαίων κατάρξοντας. ὃς καὶ ἀφικόμενος συνῆν τῷ ἀδελφῷ Μιχαήλ. μετ' οὐ πολὺ δὲ φονεύεται παρά του τῶν ὑπηρετῶν ὁ Μιχαὴλ νύκτωρ ἐπὶ τῆς κλίνης συγκαθεύδων τῇ γυναικί· Ῥωμαῖος δὲ ἦν τῷ φονευτῇ τοὔνομα. ἐπιλαμβάνεται γοῦν τῆς ἐξουσίας ἐκείνου ὁ ἀδελφὸς Θεόδωρος, ἔχων καὶ τοὺς ἀδελφοὺς Κωνσταντῖνον καὶ Μανουήλ. ἄρξαι δὲ βουληθεὶς πάνυ γε ἐπηύξησε τὴν αὐτοῦ ἀρχήν· ἔκ τε γὰρ τῶν Ἰταλῶν οὐκ ὀλίγην χώραν ἐκτήσατο κἀκ τῶν Βουλγάρων πολλήν· τήν τε γὰρ Θεσσαλίαν ὑφ' ἑαυτὸν ἐποιήσατο, Ἀχρίδα τε καὶ Πρίλαπον, Ἄλβανόν τε καὶ αὐτὸ τὸ ∆υρράχιον· ἔνθα καὶ Πέτρον μετὰ μεγίστης στρατιᾶς ἐξ Ἰταλίας ὁρμώμενον καὶ ὡς πρὸς τὴν Κωνσταντίνου πεποιημένον τὴν δίοδον, ἀνηγορευμένον πρὸς τοῦ πάπα καὶ βασιλέα, αὐτοῦ που γεγενημένον προχειρωσάμενόν τε καὶ αὐτὸ τὸ ∆υρράχιον γενναίως κατετροπώσατο. ὁ μὲν οὖν ῥηθεὶς Πέτρος γαμβρὸς ὑπῆρχεν ἐπ' ἀδελφῇ τοῦ πρώτως βασιλεύσαντος ἐκ τοῦ Λατίνων μέρους Βαλδουΐνου καὶ τοῦ μετ' αὐτὸν Ἐρῆ, ἐκαλεῖτο δὲ ἡ αὐτῶν ἀδελφὴ Ἰολεντία, ἐξ ἧς παῖδες τῷ Πέτρῳ γεγένηνται τρεῖς, ὅ τε Φίλιππος, ὁ Ῥομπέρτος καὶ ὁ Βαλ δουῖνος, ὧν ὁ μὲν Ῥομπέρτος καὶ ὁ Βαλδουῖνος τῆς Κων σταντίνου βεβασιλεύκασι, τοῦ πρώτου αὐτῶν ἀδελφοῦ τοῦ Φιλίππου τῷ ἀδελφῷ Ῥομπέρτῳ τῆς βασιλείας παραχωρήσαν τος. ὑπῆρχον δέ σφισι καὶ ἀδελφαί, ὧν μία Μαρία ἦν, ᾗ συνεζύγη ὁ βασιλεὺς Θεόδωρος. ὁ μὲν οὖν δηλωθεὶς Θεόδωρος, καθὼς εἰρήκειν, τὸ οἰκεῖον παραλαβὼν στράτευμα ἀντιτάττεται τῷ Πέτρῳ, μικρὸν ὑπερπηδήσαντι τὸ ∆υρράχιον καὶ ἐν ταῖς τοῦ Ἀλβάνου δυσχωρίαις γεγενημένῳ. νικῶσι γοῦν κατὰ κράτος οἱ τοῦ Κομνηνοῦ Θεοδώρου τὸ τῶν Λατίνων στράτευμα, ὡς πάντας ἄρδην δεσμώτας ποιῆσαι σὺν πᾶσι σκεύεσι, καὶ αὐτὸν δὲ τὸν βασιλέα Πέτρον ἔργον μαχαί ρας γενέσθαι. τοῦτο δὴ τότε μέγα Ῥωμαίοις ἐγεγόνει βοήθημα.
15 Ἀλλ' ὁ λόγος μοι καὶ πάλιν ἐπὶ τὸν βασιλέα Θεό δωρον τὸν Λάσκαριν ἐφορμᾷ. οὗτος γὰρ ἐκ τῆς αὐτοῦ γαμετῆς Ἄννης, ὡς ἔφην, τρεῖς ἐποιήσατο θυγατέρας, Εἰρήνην, Μαρίαν καὶ Εὐδοκίαν. τὴν γοῦν Μαρίαν τὴν δευτέραν τῶν αὐτοῦ θυγατέρων τῷ ῥηγὶ Οὐγγρίας διερχομένῳ τὴν αὐτοῦ χώραν ἐκ τῶν