10
Ἱεροσολύμων εἰς κῆδος ἐπὶ υἱῷ παραδίδωσι, τὴν δὲ πρώτην αὐτοῦ θυγατέρα τὴν Εἰρήνην ἀνδρὶ συζεύ γνυσι τῷ Παλαιολόγῳ Ἀνδρονίκῳ, ὃν καὶ δεσπότην τετίμηκε. μετ' οὐ πολὺ δὲ ὁ δεσπότης Παλαιολόγος θνήσκει, ὡς μέν τινες ἔφασκον, ἐξ ἐρωτικῶν διαθέσεων, καὶ προσλαμβάνεται ὁ βασιλεὺς εἰς γαμβρὸν Ἰωάννην τὸν ∆ούκαν, οὗ Βατάτζης τοὐπίκλην· καὶ ἐκ ∆ιδυμοτείχου ἦν ὡρμημένος, τὸ τοῦ πρωτοβεστιαρίτου διενεργῶν ὀφφίκιον. ἡ μὲν οὖν βασιλὶς Ἄννα ἔφθη πρὸ καιροῦ τελευτῆσαι, ἠγάγετο δὲ ἐξ Ἀρμενίων γυναῖκα ὁ βασιλεύς. δυσαρεστήσας δὲ πρὸς αὐτὴν πρὸς τὴν ἰδίαν πατρίδα τὴν Κιλικίαν ἐκπέμπει, ἐπιφέρει δὲ αὐτῷ γαμετὴν τὴν τοῦ βασιλεύοντος τῶν Ἰταλῶν ἀδελφήν, ὃς Ῥομπέρτος, ὡς ἔφην, ἐκέκλητο καὶ τὸν θεῖον Ἐρῆν διεδέξατο. ὅστις Ἐρῆς πολλῶν πολέμων αἴτιος ἐγένετο τῷ βασιλεῖ Θεο δώρῳ καὶ πολλὰς πόλεις καὶ χώρας τῶν Ῥωμαίων ὑφ' ἑαυ τὸν ἐποιήσατο. ἀνδρεῖος γὰρ ὢν καὶ περὶ μάχας ὀξύρροπος, καὶ τεταπεινωμένα τὰ τῶν Ῥωμαίων ὁρῶν καὶ μάλιστα ἐξ ὅτου τὸν σουλτὰν πεφόνευκεν ὁ βασιλεὺς Θεόδωρος-τότε γὰρ τὸ ἐκ Φράγγων προσὸν αὐτῷ ἀπολώλεκε στράτευμα, ἐν ᾧ καὶ τὰς πρὸς τοὺς ὁμογενεῖς τεθαρρηκὼς ἦν μάχας καὶ οὓς καὶ ὁ βασιλεὺς Ἐρῆς ἐδεδίει· πολλοὶ γὰρ ἦσαν ὀνομαστοὶ ἀπό τε γένους ἀπό τε μὴν τῆς προσούσης ἐκείνοις ἀνδρείας. διὰ ταῦτα, ὥς φασί τινες, καὶ τὴν τοῦ βασιλέως νίκην ἀκη κοὼς ὁ Ἐρῆς «νενίκηται» ἔφη «ὁ Λάσκαρις, οὐ νενίκηκεν». ἵνα γοῦν μὴ πολὺν κατατείνω λόγον τῆς ἱστορίας, τοῦτ' ἂν μόνον εἰπὼν τὸ πᾶν παραστήσαιμι. μέχρι καὶ αὐτοῦ τοῦ Νυμφαίου τὰς σκηνὰς ὁ Ἐρῆς ἐπήξατο, κατ' ἐρημίαν πολλὴν τοῦ κωλύοντος, ἐκεῖθέν τε ὑποστρέψας τὸ μὲν τοῖς κρατη θεῖσι κορεσθείς, τὸ δὲ καὶ ἐκεχειρίαν ἐθελήσας λαβεῖν, - οὐ γὰρ ἄγαν καρτερικὸν τὸ Λατινικὸν φῦλον ἐν ταῖς μάχαις καθέστηκεν-εἰς ξυμβάσεις ἦλθε μετὰ τοῦ βασιλέως Θεο δώρου. καὶ συνεφωνήθη τὰ μὲν τοῦ Κιμινᾶ πάντα- οὕτω γὰρ τὸ ὄρος καλεῖται τὸ ἐγγὺς τῆς Ἀχυράους τυγχάνον -μετὰ καὶ αὐτῆς τῆς Ἀχυράους παρὰ τοῦ τῶν Φράγγων μέρους δεσπόζεσθαι, τὸν δὲ Κάλαμον-κώμη δέ ἐστιν ὁ Κάλαμος, ἐξ οὗ τὸ τῶν Νεοκάστρων ἄρχεται θέμα-μένειν ἄοικον, τὰ δ' ἐντεῦθεν παρὰ τοῦ βασιλέως Θεοδώρου δεσπό ζεσθαι· Νεόκαστρα δὲ ταῦτα ἦν καὶ Κελβιανόν, Χλιαρά τε καὶ Πέργαμος καὶ τὰ πλαγίως ἐγκείμενα Μαγιδία τε καὶ Ὀψίκια. ὑπῆρχε δὲ καὶ ἄλλη χώρα τῷ βασιλεῖ Θεοδώρῳ, ἡ ἀπὸ τοῦ Λοπαδίου ἀρχομένη καὶ Προῦσαν περιλαμβάνουσα καὶ Νίκαιαν. καὶ οὕτω μὲν συνέβη τῷ βασιλεῖ Θεοδώρῳ τὰ πράγματα.
16 Ὁ δ' εἰρημένος Ἐρῆς, εἰ καὶ Φράγγος τὸ γένος ἐτύγχανεν, ἀλλ' οὖν τοῖς Ῥωμαίοις καὶ ἰθαγενέσι τῆς Κων σταντίνου ἱλαρώτερον προσεφέρετο, καὶ πολλοὺς εἶχε τοὺς μὲν τοῖς μεγάλοις τούτου συντεταγμένους, τοὺς δὲ τοῖς στρα τιώταις, τὸ δὲ κοινὸν πλῆθος ὡς οἰκεῖον περιεῖπε λαόν. καὶ γὰρ περιγενόμενος τῶν Ῥωμαϊκῶν ἄστεων Λεντιανῶν τε καὶ Ποιμανηνοῦ καὶ ἄνδρας τὸν Ἄρην πνέοντας καὶ ἔργα ψυχῆς γενναίας ἐνδειξαμένους ὡς ἕρμαιόν τι ἐδέξατο ἐφευρών. ἐν γὰρ τῷ τῶν Λεντιανῶν ἄστει οὐ μόνον σπάνις ὕδατος τοὺς φυλάττοντας ἐξέκαυσεν, οὐδ' ὅτι καὶ ὁ λιμὸς καὶ σκύτη φαγεῖν αὐτοὺς κατηνάγκασε τὰ ἀπὸ τῶν ἀσπίδων καὶ ἐφεστρί δων αὐτῶν, ἀλλὰ καὶ τεῖχος οὐ μικροδιάστατον ταῖς ἑλε πόλεσι καταπεσὸν μετὰ μεγίστης πυρκαϊᾶς τεσσαράκοντα ἡμέρας ἐφύλασσον τοῦτο, ἀμοιβαδὸν τῇ πυρκαϊᾷ προσεπισω ρεύοντες ξύλα. κρατηθέντος γοῦν τοῦ ἄστεος οὐδεὶς ἐξ αὐτῶν ἀπολέλυται εἰ μὴ μόνος ὁ τοῦ βασιλέως αὐτάδελφος καὶ ὁ εἰς ἡγεμόνα τοῦ στρατεύματος τεταγμένος ∆ερμοκαΐ της καὶ ὁ Παλαιολόγος Ἀνδρόνικος, ὅν, ὡς ὁ λόγος δηλῶσαι πέφθακε, καὶ εἰς τὴν θυγατέρα αὐτοῦ Εἰρήνην γαμβρὸν ὁ βασιλεὺς προσελάβετο. πάντας δὲ τοὺς ἄλλους ὁ Ἐρῆς συλλεξάμενος καὶ κατὰ ἴλας συντάξας καὶ ὁμογενεῖς αὐτοῖς παραδοὺς ἡγεμόνας, ὑπερέχειν δὲ πάντων τὸν Θεοφιλόπου λον Γεώργιον παρακελεύσας, τὴν τῶν ἀνατολικῶν μερῶν αὐτοῖς φυλακὴν ἐνεπίστευσε.