1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

11

17 Τουτουῒ δὲ τοῦ Ἐρῆ τῆς Κωνσταντίνου κατάρχον τος, ἀπεστάλη παρὰ τοῦ πάπα πρὸς τὴν βασιλίδα τῶν πόλεων ἀρχιερεύς, ὃν καὶ λεγάτον αὐτοί φασι, τοὔνομα Πελάγιος, ἅπαντα τὰ προνόμια τοῦ πάπα φέρων· ἐρυθροβαφῆ καὶ γὰρ ὑπεδέδετο πέδιλα, ἐκ τῆς αὐτῆς δὲ χροιᾶς καὶ τὰ ἐνδύματα εἶχε, καὶ ἡ ἐφεστρὶς δὲ τοῦ ἵππου καὶ τὰ χαλινὰ τῷ τοιούτῳ ἐβάπτοντο χρώματι. ἤθους δὲ τυχὼν ἀγριωτέρου καὶ ἀλα ζονείᾳ χρώμενος πολλὰ δεινὰ ἐνεδείξατο ἐν τοῖς τῆς Κων σταντίνου οἰκήτορσι. καὶ ἡ σκῆψις ὡς εὔλογος· ἠνάγκαζε γὰρ τοὺς πάντας τῇ τῆς πρεσβυτέρας Ῥώμης ὑποκύψαι ὑποταγῇ. ἐντεῦθεν καθείργνυντο μοναχοί, ἱερεῖς ἐδεσμοῦντο καὶ ναὸς ἅπας ἐκέκλειστο. καὶ ἦν ἐν αὐτῷ δυοῖν θάτερον, ἢ ὁμολογῆσαι τὸν πάπαν πρῶτον ἀρχιερέα καὶ τούτου τὴν μνήμην ἐν ἱεροτελεστίαις ποιεῖν, ἢ θάνατον εἶναι τῷ μὴ διαπραξαμένῳ τοῦτο τὸ ἐπιτίμιον. τοῦτο εἰς βαρυθυμίαν ἦγε τοὺς οἰκήτορας τῆς Κωνσταντίνου καὶ μάλιστα τῶν ἄλλων τοὺς προύχοντας. οἳ καὶ πρὸς τὸν βασιλέα Ἐρῆν ἀφιγμένοι «ἡμεῖς μὲν» ἔφασαν «ἄλλου γεγονότες γένους καὶ ἄλλον ἀρχιερέα ἔχοντες, ἑαυτοὺς τῷ κράτει σου ὑπετάξαμεν ὥστε σωματικῶς κατάρχειν ἡμῶν, οὐ μήν γε πνευματικῶς καὶ ψυχικῶς. σοῦ μὲν γὰρ ἐν πολέμῳ ὑπερμαχεῖσθαι τῶν ἀναγκαίων, τῶν δ' ἡμετέρων ἐκστῆναι σεβασμάτων καὶ θρησκευμάτων τῶν ἀδυνάτων πάντῃ καθέστηκεν. ἢ γοῦν λῦσον ἡμῖν τὰ ἐπελθόντα δεινὰ ἢ ἄφες ὡς ἐλευθέρους ἐν τοῖς ἰθαγενέσιν ἀφῖχθαι». ταῦτ' εἶπον, κἀκεῖνος μὴ βου λόμενος ἐν στερήσει γενέσθαι τοσούτων καλῶν κἀγαθῶν ἀν θρώπων, καὶ ἄκοντος τοῦ εἰρημένου λεγάτου τούς τε ναοὺς ἀνέῳξε καὶ τοὺς ὅσοι ταῖς εἱρκταῖς ἦσαν κατισχημένοι μονα χούς τε καὶ ἱερεῖς ἀπολέλυκε, καὶ τὸν κατασχόντα τότε τὴν Κωνσταντίνου κλύδωνα κατεστόρησε. πολλοὶ δὲ τῶν μονα χῶν προεξιόντες τῆς Κωνσταντίνου τῷ βασιλεῖ Θεοδώρῳ προσῆλθον, καὶ αὐτοῖς προστάξει τούτου μοναὶ πρὸς κατα μονὴν ἐπιδέδοντο. καὶ πρεσβύτεροι δὲ πρὸς τὴν Νίκαιαν ἀπιόντες οἱ μὲν τῷ πατριαρχικῷ κλήρῳ συγκατηλέγησαν, οἱ δὲ θείοις ἐνασμενίσαντες τοῖς σηκοῖς ἐλευθέρως ἐβίωσαν. καὶ οὕτω μὲν ἐγεγόνει ταῦτα παρὰ τοῦ τότε βασιλεύοντος τῆς Κωνσταντίνου Ἐρῆ.

18 Τούτου δὲ τελευτήσαντος ὁ ἀδελφιδοῦς αὐτοῦ Ῥομ πέρτος μαλακώτερον ἐχρῆτο τοῖς πράγμασι. τούτου τὴν ἀδελ φὴν εἰς γαμετὴν εἰλήφει ὁ βασιλεύς. οὐ πολλοὶ παρῆλ θον ἐνιαυτοί, καὶ ἐπεὶ ὁ τῆς Κωνσταντινουπόλεως βασιλεὺς Ῥομπέρτος οὐκ ἔφθασε συζυγῆναι γυναικί, παράνομόν τι πρᾶγμα βεβούληται ὁ βασιλεὺς διαπράξασθαι· ἐπὶ γὰρ τῇ θυγατρὶ αὐτοῦ Εὐδοκίᾳ προσλαβέσθαι τουτονὶ γαμβρὸν ᾑρετίσατο. ἔνθεν τοι καὶ ἔρις ἐκ τοῦ τότε πατριαρχοῦντος Μανουὴλ τῷ βασιλεῖ ξυμβεβήκει, μηδ' ὅλως τῇ τοιαύτῃ ἀθεσμογαμίᾳ συγκατανεύοντος. ἀλλ' οὐκ ἔφθασεν ὁ βασι λεὺς τέρματι δοῦναι τὸ βούλημα· μήπω γὰρ στείλας ταύτην εἰς Κωνσταντινούπολιν, ὡς ηὐτρέπιζε, καταλύει τὸν βίον, τὴν βασιλείαν αὐτοῦ καταλιπὼν τῷ γαμβρῷ αὐτοῦ Ἰωάννῃ τῷ ∆ούκᾳ· οὐδὲ γὰρ εἶχεν ἄρρενα παῖδα εἰς ἥβην ἐλθόντα. ὃν γὰρ ἐκ τῆς βασιλίδος Ἄννης ἔσχηκεν ἄρρενα παῖδα, τεθνά ναι προύφθασεν, ἐκ δὲ τῆς ἐξ Ἀρμενίων ὡρμημένης ἓν παιδίον ἄρρεν πεποίηκεν, ὅπερ ὀκταετὲς ἦν, ἡνίκα ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ ἐτεθνήκει. διὰ τὸ γοῦν ἀμοιρεῖν αὐτὸν ἄρρενος ἐνήβου γονῆς ὁ ἐπὶ τῇ θυγατρὶ γαμβρὸς αὐτοῦ τῆς βασιλείας κληρονομεῖ. ἦν δὲ ὁ βασιλεὺς Θεό δωρος ὁ Λάσκαρις, ὁπότε τὸ τέλος ἔσχε τοῦ βίου, τῶν μὲν τεσσαράκοντα πέντε ἐτῶν ὑπερέκεινα, ἐλάττων δὲ τῶν πεν τήκοντα, βασιλεύσας ἐκ τούτων ἔτη δεκαοκτώ. ἦν δὲ τὸ σῶμα μικρός, οὐκ ἄγαν δέ, μελάγχρους ἐφ' ἱκανόν, καθει μένον ἔχων τὸ γένειον καὶ περὶ τὸ ἄκρον σχιζόμενον, ἐπ' ὀλίγον ἑτερόφθαλμος, περὶ τὰς μάχας ὀξύς, θυμοῦ τε καὶ ἀφροδισίων ἡττώμενος, ἐλευθεριώτερος ἐν ταῖς δωρεαῖς· οἷς γὰρ ἂν βούλοιτο, πολὺ τὸ χρυσίον ἐδίδοτο, ὡς ἐν ἀκαρεῖ τούτους πλουτεῖν. τεταλαιπώρηκε δὲ πάμπολλα ἐν ταῖς μά χαις ταῖς τε