1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

12

πρὸς Ἰταλοὺς καὶ τοὺς Πέρσας. ἀρχὴ γοῦν οὗτος ἐγεγόνει τῆς τῶν Ῥωμαίων ἀρχῆς, ᾧ καὶ πολλὴν χάριν ὄφλειν τοῖς Ῥωμαίοις πάνυ δέον καθέστηκε. κατετέθη δὲ ὁ νεκρὸς αὐτοῦ ἐν τῇ τοῦ Ὑακίνθου μονῇ, ἔνθα καὶ ὁ βασιλεὺς Ἀλέξιος τέθαπται καὶ ἡ βασιλὶς Ἄννα ἡ τούτου σύζυγος.

19 Καθὼς γοῦν εἰρήκειν, μετὰ τὴν τελευτὴν αὐτοῦ ἐπιλαμβάνεται τῶν Ῥωμαϊκῶν σκήπτρων Ἰωάννης ὁ ∆ούκας ὁ γαμβρὸς αὐτοῦ, στεφθεὶς παρὰ τοῦ πατριάρχου Μανουήλ, ὃς τὸν Μάξιμον διεδέξατο. μετὰ γὰρ τὴν τελευτὴν τοῦ πατριάρχου Μιχαὴλ ὁ Εἰρηνικὸς Θεόδωρος τῷ πατριαρχικῷ ἐνίδρυται θρόνῳ, ὃς καὶ Κωπᾶς ὑπὸ τῶν πολλῶν ἐκαλεῖτο· μετὰ δὲ ἐνιαυτοὺς ἓξ ἐκείνου τὸν βίον ἀπολιπόντος ὁ μονα χὸς Μάξιμος εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, θερα πεύων τὴν γυναικωνίτιδα καὶ ὑπὸ ταύτης ἀντιθεραπευόμενος· οὐδὲν γὰρ ἄλλο ἦν τὸ εἰς ταύτην ἀναβιβάσαν αὐτὸν τὴν περιωπήν. ἐπιβιοὺς δὲ μῆνας ἓξ τελευτᾷ, καὶ ὁ Μανουὴλ εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, φιλόσοφος, ὡς ἐδό κει, ὢν καὶ ὑπὸ τῶν πολλῶν κατονομαζόμενος.

20 Ἐπὶ δὲ τὰ Βουλγάρων καὶ αὖθις ὁ λόγος χωρεῖ. ὁ πρῶτος βασιλεὺς τῶν Βουλγάρων Ἀσὰν δύο ἔσχεν υἱούς, τὸν Ἰωάννην καὶ τὸν Ἀλέξανδρον. τοῦ γοῦν εἰρημένου Βορίλλα βασιλικῶς τῶν Βουλγάρων κατάρχοντος, ὁ τοῦ Ἀσὰν υἱὸς Ἰωάννης φυγαδείᾳ χρησάμενος περὶ τὰ τῶν Ῥώσωνχωρεῖ, ἐκεῖσέ τε χρόνον ἐφ' ἱκανὸν διαμείνας καί τινας τῶν συγκλύδων Ῥώσων ἐν ἑαυτῷ περιαγαγών, τὴν πατρικὴν ἀνακαλεῖται κληρονομίαν, καὶ πολεμεῖ τῷ Βορίλλᾳ καὶ νικᾷ τοῦτον καὶ χώρας ἐγκρατὴς οὐκ ὀλίγης γίνεται. ὁ δὲ Βο ρίλλας ἔνδον εἰσέρχεται τοῦ Τρινόβου καὶ ἐπὶ ἑπτὰ ἔτεσι τειχήρης ἔσω πολιορκεῖται. ἐπεὶ δὲ ἀπέκαμον οἱ συνόντες αὐτῷ, τῷ Ἀσὰν Ἰωάννῃ προσέρχονται. φεύγων δὲ ἁλίσκεται ὁ Βορίλλας καὶ παρὰ τοῦ Ἰωάννου τυφλοῦται, καὶ οὕτως ἐγκρατὴς τῆς τῶν Βουλγάρων ἁπάσης ὁ Ἰωάννης γεγένηται. καὶ τὰ μὲν ἐν τοῖς Βουλγάροις τοσαῦτα.

21 Ὁ δὲ Κομνηνὸς Θεόδωρος, ὃν πρὸ μικροῦ ὁ λόγος ἱστόρησε, μὴ θέλων μένειν ἐν τῇ οἰκείᾳ τάξει ἀλλὰ τὰ τῆς βασιλείας σφετερισάμενος, ἐπειδὴ τῆς Θεσσαλονίκης γέγονεν ἐγκρατὴς πολλήν τε χώραν τῆς Ῥωμαΐδος ἐκ τῆς κεκρατημένης παρὰ τῶν Ἰταλῶν ὑφ' ἑαυτὸν ἐποιήσατο, ἔτι δὲ καὶ τῆς παρὰ τῶν Βουλγάρων κεχειρωμένης, πορφυρίδα τε ὑπεν δύεται καὶ ἐρυθρὰ περιβάλλεται πέδιλα, ἀντιστάντος αὐτῷ ἐπὶ τούτῳ στερρότατα τοῦ μητροπολίτου Θεσσαλονίκης Κων σταντίνου τοῦ Μεσοποταμίτου, ὃν καὶ πολλαῖς κακουχίαις καὶ ἐξορίαις διὰ ταῦτα ὑπέβαλε τῶν κανονικῶν ἐθῶν ἀντε χόμενον. ὁ δὲ Βουλγαρίας ἀρχιεπίσκοπος ∆ημήτριος τὸ βασιλικὸν περιδιδύσκει τοῦτον διάδημα, ὡς ἔφασκεν, αὐτόνο μος ὢν καὶ μηδενὶ εὐθύνας ὀφείλων δοῦναι, καὶ διὰ ταῦτα ἐξουσίαν ἔχειν βασιλέας χρίειν οὕς τε ἂν καὶ ὅπου καὶ ὅτε βούλοιτο. βασιλεὺς οὖν ἀναγορευθεὶς ὁ Θεόδωρος βασιλι κῶς ἐχρῆτο τοῖς πράγμασι, δεσπότας τε προυβάλλετο καὶ σεβαστοκράτορας μεγάλους τε δομεστίκους, πρωτοβεστιαρίους καὶ τὴν λοιπὴν πᾶσαν τάξιν βασιλικήν. ἀφυῶς δὲ ἔχων περὶ τοὺς τῆς βασιλείας θεσμοὺς Βουλγαρικώτερον ἢ μᾶλλον βαρβαρικώτερον ταῖς ὑποθέσεσι προσεφέρετο, οὐ τάξιν γι νώσκων οὐδὲ κατάστασιν οὐδὲ ὅσα ἐν τοῖς βασιλείοις ἀρχαῖα ἔθιμα καθεστήκασιν. οὗτος οὐ μικρῶς τῷ βασιλεῖ ἀντε φέρετο Ἰωάννῃ. ὁ μὲν γὰρ βασιλεὺς ἠξίου αὐτὸν τῶν δευ τερείων μετέχειν τῆς βασιλείας καὶ τῆς χώρας αὐτοῦ ἐγκρατῆ εἶναι καὶ κατ' οὐδὲν ἄλλο ὑπείκειν αὐτῷ· ὁ δὲ ἀντέβαινε στερεώτερον.

22 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης ἄρτι τῶν σκήπτρων ἐπειλημμένος καὶ κομιδῇ ἐν στενῷ οὖσαν τὴν τῶν Ῥω μαίων τεθεαμένος ἀρχήν, οὐκ ἀνασχόμενος ἐν πολλοστοῖς βα σιλεύειν, δύο παραδραμόντων ἐνιαυτῶν μάχην ποιεῖται μετὰ τῶν Ἰταλῶν. καὶ συνάγεται στράτευμα Λατινικὸν ἀξιό μαχον, οὗ προυμάχοντο οἱ τοῦ