14
Μακρηνόν· ἐξελήλεκτο γὰρ ὡς πολλάκις ἐφώρμησε κατὰ νῶτον τυγχάνων τοῦ βασιλέως ἐφελκύσαι τὴν σπάθην καὶ καταρράξαι καιρίαν· καὶ ἄλλους δέ τινας μικραῖς ποι ναῖς καθυπέβαλε. τοὺς δὲ πλείστους ἀφῆκεν εἱρκταῖς μέχρι τινὸς περικλείσας, καὶ αὐτὸν δὴ τὸν πρωτουργὸν τῆς ἐπι βουλῆς τὸν καὶ βασιλείας ἐφιέμενον, τὸν Νεστόγγον Ἀνδρό νικον, ἐν τῷ φρουρίῳ τῆς Μαγνησίας συνέκλεισε· τοσοῦτον ἡ τῆς ἀγάπης σχέσις τὸν βασιλέα τοῦ κακοποιῆσαι τοῦτον ἐκώλυσεν. ὃς καὶ μετ' ὀλίγον ἀπέδρα, ὡς μέν τινες ἔφασκον, θελήσει τοῦ βασιλέως ἐλευθερώτερον βαίνειν τοῦτον παρακελευσαμένου καὶ οἷον κλέψαι τοῦτον τὴν σωτηρίαν βουλευσαμένου. ὃς καὶ νυκτὸς φυγὼν περὶ τὰ τῶν Μουσουλμάνων ἐφώρμησε, καὶ διῆγεν ἐκεῖσε μέχρι τῆς αὐτοῦ τελευτῆς. ἐντεῦθεν ὁ βασιλεὺς προσεκτικώτερον ἐχρῆτο τοῖς πράγμασι καὶ τῆς προτέρας ἐλευθεριότητος οὐκ ἀντεποιεῖτο, φύλακάς τε περὶ αὐτὸν ἔστησε καὶ φρουρούς, νύκτωρ καὶ μεθ' ἡμέραν τοῖς ἐκείνου προσέχοντας. μάλιστα δὲ περὶ ταῦτα συνέτεινεν ἡ βασιλὶς Εἰρήνη, ἀρρενωπότερον τὸ ἦθος ἔχουσα καὶ τοῖς πᾶσι βασιλικώτερα ἐντυγχάνουσα.
24 Εἰς συνθήκας δὲ θελήσαντες οἱ Ἰταλοὶ ἐλθεῖν ἀπ έλυσαν πρὸς τὸν βασιλέα καὶ τὸ τῶν Πηγῶν ἄστυ. καὶ οὕτω δὴ μετ' αὐτῶν ὁ βασιλεὺς Ἰωάννης εἰρήνευσε, πάν των τῶν πρὸς νότον ὑποχωρησάντων αὐτῷ τῶν Λατίνων, ἔτι δὲ κρατούντων τὰ πρὸς βορρᾶν τὰ πλησίον ὄντα τῆς Κωνσταντίνου καὶ τῇ τοῦ Νικομήδους πόλει ἐγγίζοντα. συνέβη δέ τι καὶ πρὸ αὐτοῦ τοιοῦτον. οἱ γὰρ τῆς Ἀδρια νουπόλεως οἰκήτορες πρεσβείαν πρὸς τὸν βασιλέα ἐστείλαντο, ὅπως ἀποστείλῃ πρὸς αὐτοὺς στράτευμα καὶ τῆς Ἰταλῶν ἐλευθερώσῃ χειρός. ὁ δὲ τὸν πρωτοστράτορα Ἰσῆν στρά τευμα δοὺς αὐτῷ ἐξαπέστειλε· συνῆν δὲ αὐτῷ καὶ ὁ Καμμύτζης Ἰωάννης. οἳ καὶ διαπεράσαντες τὸν Ἑλλήσποντον καὶ διὰ τῆς Μακεδονίας διελθόντες εἰς Ἀδριανούπολιν ἀφί κοντο, ἐντὸς δὲ γενόμενοι τῆς πόλεως διῆγον ἐκεῖσε. ἐλπὶς δὲ ἦν τῷ βασιλεῖ Ἰωάννῃ διὰ ταῦτα καὶ τῶν πέριξ ἐγκρατῆ γενέσθαι. ἀλλ' ὁ Κομνηνὸς Θεόδωρος, ὃν φθάσας ὁ λόγος ἐδήλωσε, τῶν ἐγγὺς πάντων γενόμενος ἐγκρατὴς ἄνευ μέν τοι τοῦ τῆς Ῥοδόπης ὄρους, ὅπερ καὶ Ἀχριδὸς ὠνόμασται, καὶ τῶν ἐν τούτῳ ἄστεων καὶ τοῦ Μελενίκου-τούτων γὰρ ἦρχεν ὁ Σθλάβος, προσγενὴς ὢν τοῦ βασιλέως Ἀσὰν καὶ δεσπότης τετιμημένος ὑπὸ τοῦ βασιλέως τῆς Κωνσταντίνου Ἐρῆ, οὗ καὶ τὴν θυγατέρα ἐκ παλλακῆς αὐτῷ γεγεννημένην ἠγάγετο εἰς γυναῖκα. οὗτος δὴ ὁ Σθλάβος, ἵνα μικρόν τι τὸν εἱρμὸν τοῦ λόγου διέλωμαι, φρούριον τὸν Μελενίκον εὑρὼν ὀχυρὸν καὶ σχεδὸν πᾶσιν ἐναντιουμένοις ἀνάλωτον αὐτοκρατὴς ἦν, μηδενὶ τῶν πέριξ ἀρχόντων ὑποπεσών. ἐνίοτε μὲν γὰρ Ἰταλοῖς ὑπῆρχε ξύμμαχος ἐκ κήδους αὐτοῖς συναγόμενος, ἐνίοτε δὲ Βουλγάροις ἐκ συγγενείας ὁμοφρονῶν, ἐνίοτε δὲ τῷ Κομνηνῷ Θεοδώρῳ· καὶ ἦν οὐδέποτέ τινι οὔτε ὑποτασσόμενος οὔτ' εἰς ἀληθῆ πίστιν καὶ ὁμοφροσύνην συνερχόμενος. τούτῳ συνεζύγη μετὰ θάνατον τῆς αὐτοῦ γαμετῆς ἡ τοῦ Πετραλίφα θυγάτηρ, τοῦ γυναικαδέλφου τοῦ Κομνηνοῦ Θεοδώρου, περὶ ἧς παρακατιὼν ὁ λόγος δη λώσει. ἄνευ μέντοι, καθὼς εἰρήκειν, τῶν ὑποπιπτόντων τῷ τοιούτῳ Σθλάβῳ χωρῶν τὰ πάντα ὑπὸ τὸν Κομνηνὸν ἐγε γόνει Θεόδωρον. ἐπεὶ γοῦν Μοσυνούπολις καὶ Ξάνθεια καὶ ἡ Γρατζιανοὺς αὐτὴ ὑπὸ τοῦτον ἐτέλει, τὸ τῆς Σταγεί ρας ὑπερβὰς ὄρος, ὃ δὴ Μάκρην ὀνομάζουσιν οἱ πολλοί, τὰ ἐκεῖθεν τοῦ Ἕβρου κατέδραμεν, ἄνετα εὑρὼν πάντα καὶ μηδενὶ φρουρίῳ περιφραγνύμενα. ἔνθεν τοι καὶ περὶ τὸ ∆ιδυμότειχον γεγονὼς ἐν οὐ πολλῷ χρόνῳ βασιλεὺς ἐπεφη μίζετο τούτων. ἀφικόμενος δὲ καὶ περὶ τὴν Ἀδριανούπολιν εὗρεν ἐντὸς τὸν δηλωθέντα Ἰσῆν τὸν πρωτοστράτορα καὶ τὸν Καμμύτζην μετὰ τοῦ στρατεύματος τοῦ βασιλέως Ἰωάννου. ἀπατηλοῖς δὲ λόγοις τοὺς οἰκήτορας ὑπελθών, ὡς πλουτίσειε τούτους ἄκρως καὶ τῶν ἄλλων Ῥωμαίων ὑπερυψώσειε, πεί θει τὸ μὲν τοῦ βασιλέως ἐξαγαγεῖν στράτευμα ἔξω, αὐτὸν δὲ εἰσαγαγεῖν. ἐξάγεται