1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

15

οὖν ὁ πρωτοστράτωρ Ἰσῆς καὶ ὁ Καμμύτζης μετὰ τοῦ συνόντος τούτοις στρατεύματος ἐπὶ ὅρκοις τοῦ μή τινα τούτων παθεῖν τι δεινόν. ἐξελ θόντες οὖν ὁ μὲν πρωτοστράτωρ οὐδὲ ὅλως τὸν Κομνηνὸν Θεόδωρον τεθέαται-τοῦτο γὰρ δὴ αὐτοῖς συμπεφώνηται -ὁ δὲ Καμμύτζης συντυχὼν αὐτῷ οὐκ ἀπέβη τοῦ ἵππου οὐδὲ ὡς βασιλεῖ προσεκύνησεν. εἰς ὃ βαρυθυμήσας ὁ Κομνηνὸς Θεόδωρος-ἐβούλετο γὰρ ὡς βασιλέα ἐκεῖνον πάντας ἔχειν Ῥωμαίους, ἐπείπερ καὶ ὡς βασιλεὺς ἐφημίζετο -ὕβρεις τε κατέχεε τοῦ ἀνδρὸς καὶ μικροῦ ἂν καὶ πληγὰς ἐπέθετο. τοῦτο τῷ Καμμύτζῃ ἀφορμὴ ἐγεγόνει πρὸς τὸν βασιλέα τιμῆς· ὡς γὰρ αὖθις τὸν Ἑλλήσποντον διεπέρασαν καὶ πρὸς τὸν βασιλέα ἀφίκοντο, μέγας ἑταιρειάρχης διὰ ταῦτα ὁ Καμμύτζης τετίμηται. ὁ Κομνηνὸς οὖν Θεόδωρος ἐγκρατὴς καὶ τῆς Ἀδριανουπόλεως γεγονὼς πολλὰ παρέσχε τοῖς Ἰταλοῖς πράγματα. κατέδραμε γὰρ πάντα τὰ ὑπ' ἐκεί νων κρατούμενα, καὶ μέχρις αὐτῆς τῆς Βιζύης γενόμενος τὸ ἔξω κατέσχε τοῦ ἄστεος καὶ λείαν πολλὴν ἐκεῖθεν ἐποι ήσατο, καὶ μέχρι καὶ τῶν πυλῶν τῆς Κωνσταντίνου κατήν τησε καὶ πτοίαν πολλὴν τοῖς Λατίνοις ἐνέβαλε. τότε δὴ καὶ ὁ Ἀσὲλ δε Κάε, ὃς τῇ θυγατρὶ τοῦ βασιλέως Θεοδώρου τοῦ Λασκάριος συνεζύγη, ὑπό τινος τοῦ Κομνηνοῦ Θεο δώρου δόρατι ἐπλήγη τὸν τράχηλον· καὶ ἦν ὡς ἔδοξε τὰ τῆς βολῆς ἐκείνῳ θανάσιμα, ἀλλ' ὑπό του τῶν ἰατρῶν τεθεράπευται. ἦν δὲ τὸ ἀπὸ τοῦδε τραχυτέρα αὐτῷ ἡ φωνὴ καὶ οὐκ εὐχερῶς οἱ τοῦ τραχήλου στρεφόμενοι σπόνδυλοι.

25 Οὕτως οὖν ἐπαυξήσας τοῖς πράγμασιν ὁ Κομνη νὸς Θεόδωρος, ἐπειδὴ ὁμορῶν ἐγεγόνει τοῖς Βουλγάροις, εἰς σπονδάς τε συνῆλθε τῷ Βουλγάρων βασιλεῖ Ἰωάννῃ τῷ Ἀσάν, ὃν φθάσας ὁ λόγος εἴρηκε μετὰ τὸν Βορίλλαν βασιλεῦσαι τῆς τῶν Βουλγάρων, καὶ συγγένειαν μετὰ τούτου πεποίηκε, προσλαβόμενος ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ Μανουὴλ τὴν θυγατέρα αὐτοῦ Μαρίαν, ἥτις ἐκ παλλακῆς ἐκείνῳ γεγέννηται. ὁ μὲν οὖν Ἄγγελος Θεόδωρος τὰς μετὰ τοῦ Ἀσὰν Ἰωάννου σπονδὰς διαλύσας, οἷα ἐκεῖνος ἀνὴρ θρασύτερος καὶ ἀτακτότερον φερόμενος οὐ μόνον ἐν βασιλείοις ἀλλὰ καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς πολιτικοῖς, καὶ θαμὰ παρα βαίνων τοὺς ὅρκους καὶ παρασπονδῶν τοῖς ἐν γειτόνων, κατὰ Βουλγάρων χωρεῖ, πολλὴν συναθροίσας τὴν στρατιὰν ἔκ τε Ῥωμαίων συγκεκροτημένην καὶ Ἰταλῶν. παραμείψας οὖν τὴν Ἀδριανοῦ περὶ τὰ ἄνω τοῦ Ἕβρου τὴν πορείαν ἐποιεῖτο, ζητῶν μετὰ Βουλγάρων συρρῆξαι πόλεμον. ἐζήτει δὲ ἄρα τὸν αὐτοῦ ὄλεθρον. ἐδόκει καὶ γὰρ ὡς οὐδ' ὅλως οἱ Βούλγαροι ὑποπτήξαντες τὴν ὁρμὴν καὶ μόνην τῆς στρα τιᾶς αὐτοῦ ὑποσταῖεν. οὐχ οὕτω δὲ καὶ οἱ Βούλγαροι, ἀλλ' ὁ Ἀσὰν Ἰωάννης ταῖς ἐπιορκίαις καὶ ταῖς παρασπονδήσεσι τοῦ Ἀγγέλου Θεοδώρου μᾶλλον τεθαρρηκὼς ἢ ταῖς σφετέραις δυνάμεσιν, ὀλίγον τι συμμαχικὸν ἀπὸ Σκυθῶν εἰληφώς, οὐκ εἰς χιλίους μετρούμενον, θαρραλεώτερον εἰς τὴν μάχην ἐφέρετο, ὥς φασί τινες κἀν τῇ σημαίᾳ τὸν ἔγγρα φον ὅρκον τοῦ Θεοδώρου ἀπαιωρήσας. καὶ δὴ περί που τὸν παρέβριον τόπον-Κολοκοτινίτζαν αὐτὸν ὀνομάζουσι -ξυμβάλλουσι τὰ στρατεύματα. καὶ ὡς ἐν μικρῷ τὸ πᾶν παραστῆσαι, κατὰ κράτος νικᾶται παρὰ τῶν Βουλγάρων καὶ τῶν Σκυθῶν ὁ Θεόδωρος, καὶ συλλαμβάνεται μὲν παρὰ τῶν πολεμίων οὗτος, οὐκ ὀλίγοι δὲ καὶ τῶν προσγενῶν αὐ τοῦ καὶ τῶν ἐν τέλει τε καὶ λογάδων, καὶ τὰ ἐκείνων πάντα λεία τοῖς Βουλγάροις ἐγένετο. φιλανθρωποτέρως δὲ περὶ τὸ ἁλωθὲν πλῆθος ὁ Ἀσὰν διατεθείς, τοὺς πλείους τῶν στρατευμάτων καὶ μάλιστα τοὺς χυδαιοτέρους καὶ σύγκλυδας ἐλευθεροῖ καὶ πρὸς τὰς αὐτῶν ἀποπέμπει κώμας τε καὶ πόλεις, τάχα μὲν καὶ τὸ φιλάνθρωπον ἐνδεικνύμενος, τάχα δὲ καὶ τὸ συμφέρον τούτῳ πραγματευόμενος· ἐβούλετο καὶ γὰρ δεσπόσαι τῶν τοιούτων, τῆς Ῥωμαϊκῆς ἀρχῆς ἀποστήσας. οὗ καὶ τετύχηκεν· ἐπεὶ καὶ γὰρ κατ' αὐτῶν κατόπιν ἐχώρει, πάντες ἀναιμωτὶ τούτῳ ὑπέπιπτον, καὶ γίνεται μὲν ὑπ' αὐτὸν ἡ Ἀδριανοῦ, ἐκ τοῦ σχεδὸν δὲ καὶ τὸ ∆ιδυμότειχον, εἶτα Βολερὸν ἅπαν, Σέρραι, Πελαγονία καὶ Πρίλαπος καὶ τὰ