1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

16

πέριξ τούτων. κατέδραμε δὲ καὶ τῆς Μεγάλης Βλαχίας, ἀλλὰ καὶ τοῦ Ἐλβάνου κατακυριεύει, καὶ μέχρι τοῦ Ἰλλυρικοῦ τὰς λείας ποιεῖ. ἐπεὶ δὲ τὸ πολὺ τοῦ βουλεύματος κατειργάσατο καὶ ὡς ἠγάπα τὰ κατ' αὐτὸν διέθετο, εἰς τοὺς οἰκείους ἐπανέζευξε τόπους, τινὰ μὲν τῶν φρουρίων καταλε λοιπὼς ὑπὸ Ῥωμαίων δεσπόζεσθαι, τὰ πλείω δὲ ὑφ' ἑαυτὸν ποιησάμενος, στρατιώτας ἐν τούτοις τάξας καὶ στρατηγοὺς καὶ τοὺς εἰσπραττομένους τὰ δημόσια φορολογήματα. ἔδοξε γοῦν τοῖς πᾶσι τότε καὶ θαυμαστὸς καὶ μακάριος· οὐ γὰρ ἐχρῆτο μαχαίραις ἐν τοῖς ἰδίοις οὐδὲ ἐχραίνετο φόνοις Ῥωμαϊκοῖς, ὡς οἱ πρὸ αὐτοῦ τῶν Βουλγάρων. ἔνθεν τοι καὶ οὐ μόνον παρὰ Βουλγάρων ἀλλὰ καὶ παρὰ Ῥωμαίων ἐφιλεῖτο καὶ ἑτέρων ἐθνῶν.

26 Ἐπεὶ γοῦν, ὡς ὁ λόγος ἱστόρησεν, ὁ Ἄγγελος Θεόδωρος λάφυρον ἐγεγόνει μετὰ καὶ λοιπῶν προσηκόντων τῷ γένει καὶ ἐκκρίτων ἀνδρῶν τῷ Ἀσάν, ἐφρουρεῖτο μὲν παρ' αὐτοῦ, ἐφιλοφρονεῖτο δὲ τὰ πολλά. καὶ τοῦτο ἦν ἐπὶ πολύ· ἐπεὶ δὲ εἰς τὰ οἴκοι νεωτερισμοῖς χρᾶσθαι πεφώρα ται, ἐκτυφλοῖ αὐτὸν ὁ Ἀσάν. ὁ μὲν οὖν ἀδελφὸς αὐτοῦ Μανουὴλ ὁ Ἄγγελος, ὃς δεσποτικῷ ἀξιώματι παρὰ τοῦ ἀδελφοῦ τετίμητο, φυγῇ χρησάμενος, ἡνίκα τὸ Ῥωμαϊκὸν ἐτρέπετο στράτευμα, περὶ τὴν Θεσσαλονίκην ἀπῄει καὶ δεσπό της ὠνομάζετο, ταύτης τε κυριεύων καὶ τῶν περὶ αὐτήν, ἐρυθροῖς δὲ γράμμασι τὰς αὐτοῦ γραφὰς ἐπεκύρου. πρὸς ὃν καὶ ἀπέσκωψέ τις τῶν πρέσβεων παρὰ τοῦ βασιλέως Ἰωάν νου ἀποσταλείς, ὡς εἰς σὲ καὶ μᾶλλον ἁρμόσει τὸ εἰς Χριστὸν ψαλτῳδούμενον, σὲ τὸν βασιλέα καὶ δεσπότην. ἦν μὲν οὖν τὸ ἀπὸ τοῦδε ὁ Ἄγγελος Μανουὴλ τῶν ἐναπολειφθεισῶν πρὸς τὰ δυτικὰ μέρη χωρῶν τε καὶ πόλεων ἐγκρατής, μὴ παρὰ τῶν Βουλγάρων τὸ σύνολον ἐνοχλούμενος, ἐπεὶ τῇ ἐκ παλλακίδος τοῦ Ἀσὰν συνεκοιτάζετο θυγατρί.

27 Ἀλλὰ περὶ τοὺς ἐν τῇ Κωνσταντίνου Λατίνους ἐλθέτω καὶ αὖθις ὁ τῆς ἱστορίας εἱρμός. οἱ ἐν τῇ Κων σταντινουπόλει, ἐπειδή, ὡς προειρήκειμεν, ὁ Ῥομπέρτος, ὃν ὡς βασιλέα ὁ λόγος ἔχειν τούτους ἱστόρησε, τὴν Εὔριπον κατα λαβὼν τετελεύτηκεν, ἐναπελείφθη δὲ ὁ ἀδελφὸς αὐτοῦ Βαλ δουῖνος ἔτι ἀφῆλιξ ὤν, στέλλουσι πρεσβείαν πρὸς Ἰωάννην τὸν ὀνομαζόμενον Ἱεροσολύμων ῥῆγα, φήμην τε πολλὴν αὐχοῦντα περὶ τὰς στρατιωτικὰς μεθόδους βριαρόν τε χεῖρα καὶ τῷ μεγέθει τοὺς κατ' αὐτὸν ὑπερβάλλοντα, ὡς ἄν τε ἀφίκοιτο πρὸς αὐτοὺς καὶ βασιλεὺς Κωνσταντινουπόλεως φημισθείη καὶ ἄρξοι ὡς αὐτοκράτωρ τῶν εἰς αὐτήν, ἐπι γαμβρεύσοι δὲ ἑαυτῷ καὶ τὸν ὃν εἶχον εἰς τὴν κληρονομίαν, ὡς ᾤοντο, Βαλδουῖνον- ὑπῆρχε γὰρ τῷ ῥηγὶ καὶ θυγά τριον-μετὰ δὲ τὴν τοῦ ῥηγὸς ἀποβίωσιν βασιλεύσοι τούτων ὁ Βαλδουῖνος, αὔξην προσδεδεγμένος τῆς ἡλικίας, ἐπεὶ καὶ ὁ ῥὴξ ἔξωρος ἄγαν ἦν, περί που τὰ ὀγδοήκοντα ἔτη ἢ καὶ πλείω τούτων διαβιώσας· ὡς καὶ αὐτὸς τοῦτον εἶδον, καὶ ὑπερεξεπλάγην τὸ τοῦ ἀνδρὸς μῆκος ἐν πάσῃ διαπλάσει τοὺς ἄλλους πολὺ ὑπερβάλλον κατά τε μῆκος καὶ πλάτος. ξυνέθετο γοῦν ὁ ῥὴξ τῇ πρεσβείᾳ καὶ κατα λαμβάνει τὴν Κωνσταντίνου, τὴν πορείαν διὰ θαλάττης πεποιηκώς· οὐδὲ γὰρ εἶχε λαὸν ἀξιόχρεων ὡς ἄν γε πεζο πορήσειεν. ἐπεὶ δὲ καταλάβοι τὴν Κωνσταντίνου, οὐκ εὐ χερῶς εἶχεν ἐξιέναι τε καὶ μάχης κατάρξαι· καὶ γὰρ ἐπέγνω τὸν βασιλέα Ἰωάννην στρατηγικώτατόν τε ὄντα καὶ ταῖς κατ' ἐχθρῶν μάχαις εὐμεθοδώτατον. ἐμέμφετο γοῦν ἑαυτὸν τῆς ἐγχειρήσεως καὶ ὅτι πρώτως τοῦ ἔργου ἐπελάβετο· καὶ κακῶς ἔφασκε νοεῖν τοὺς λέγοντας, εἴ γε καὶ οὕτως ὑπελάμ βανον καὶ οὐκ ἠρέθιζον αὐτὸν διὰ τὸ σφίσι συμφέρον, ὡς καταλάβοι ἂν εἰς χώρους ὧν οὐκ ἐπίσταται ἄρχειν ὁ ἐπ' αὐτοῖς βασιλεύων· καλῶς γὰρ ἐγνώκει καὶ ἔλεγεν, ὡς εἰ δέκα τοσοῦτοι χῶροι τῷ βασιλεῖ Ἰωάννῃ πρὸς δεσποτείαν ὑπῆρχον, καλῶς ἂν ἠπίστατο τούτων κατάρχειν καὶ βασι λεύειν καὶ διασώζειν ἐκ τῶν ἐχθρῶν. εἴτε γοῦν διὰ ταῦτα εἴτε καὶ τρυφῆσαι εἰς ἄκρον ἐν τοῖς τῆς Κωνσταντίνου βεβουλημένος καλοῖς, δύο ἐνιαυτοὺς ἐντὸς αὐτῆς διήνυσε. μόγις οὖν τριήρεις οἰκονομήσας καὶ