1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

17

στράτευμα συναθροίσας ὅσον εἶχε πρὸς δύναμιν, κατὰ τῆς ἕω ἐχώρησε, καὶ περὶ τὸ τῆς Λαμψάκου ἐλλιμενίζει νεώριον, προσεχῶς τῷ τότε τοῦ βασιλέως Ἰωάννου ἐκ τῆς κατὰ τοῦ καίσαρος Γαβαλᾶ μάχης ὑποστρέψαντος, ὃν διὰ νεωτερισμὸν ἐμαχέσατο.

28 Ὁ μὲν οὖν βασιλεύς, περὶ τὰ τῆς Σταδείας μέρη τὰς σκηνώσεις ποιούμενος, τῷ Παλαιολόγῳ Ἀνδρονίκῳ, ὃν μέγαν δομέστικον εἶχε, περὶ οὗ καὶ μικρὸν πρόσθεν εἰρήκειν, τὰ στρατεύματα καὶ τοὺς στρατηγοὺς παραδοὺς καὶ περὶ τὴν νῆσον Ῥόδον τριήρεσιν ἱκαναῖς καὶ λοιπαῖς ἐξαποστείλας ναυσίν, εἴ πως βριαρώτερον ἐπιτεθείη τῷ ἀποστάτῃ καὶ κατα βλάψειεν οἷς οἶδε λόγοις τῆς στρατηγίας-ἐπεὶ δὲ ταῦτα οὕτω συμβαίη καὶ κατὰ σκοπὸν Ἰωάννῃ τῷ βασιλεῖ τὰ περὶ τὸν καίσαρα γένοιτο, ἀκούσοι δὲ καὶ ὡς ὁ ῥὴξ ἐξῄει τῆς Κωνσταντίνου καὶ βουλὴν ἔχει προσοκεῖλαι τῇ Λαμψάκῳ κἀκεῖ ἐξελθεῖν καὶ Ῥωμαίοις πολεμῆσαι, μεθ' ὧν ἔτυχε διά γειν ὁ βασιλεὺς-ὀλίγοι δὲ ἦσαν οὗτοι, ἐπεὶ τὸ πολὺ τῆς στρατιᾶς τῇ μάχῃ καὶ τῇ ὥρᾳ τοῦ χειμῶνος τεταλαιπωρηκὸς περὶ τὰ οἴκοι ἐφέρετο-χωρεῖ πρὸς τὴν Λάμψακον καὶ τοῖς τῆς Σιγρηνῆς μέρεσι τὰς σκηνὰς πήγνυσι.

29 Τότε καὶ αὐτὸς πρὸς τῶν γονέων ἐκ τῆς Κωνσταν τίνου ἀπεστάλην τῷ βασιλεῖ, ἑκκαιδεκέτης ὢν καὶ νῦν τῆς ἐγκυκλίου ἀπηλλαγμένος παιδεύσεως, ἣν γραμματικὴν κατονο μάζουσιν οἱ πολλοί. ἐβούλετο δέ μοι καὶ ὁ πατὴρ λάθρα τῆς τῶν Λατίνων ἀπολισθῆσαι χειρός· ἰσχυρῶς γὰρ παρ' αὐτῶν ἐκεκράτητο ταῖς τε τῶν ἀναλωμάτων δαψιλείαις καὶ ταῖς σφῶν δεξιώσεσι, καὶ τὸ πολλὴν ἔχειν περὶ αὐτὸν ὑπη ρεσίαν τέκνα τε θεράποντάς τε καὶ θεραπαινίδας οὐκ ὀλίγον ἐποίει τούτῳ τὸ ἐμποδών. ἀλλ' ἦν αὐτῷ κατὰ νοῦν τῷ τότε, καθὼς ἂν ἄρα δυνάμεως σχοίη, εἰ δεήσει, παρακινδυνεῦσαι πρὸς τὴν ἐξέλευσιν καὶ ἀποπλῆσαι τὸ σπουδαζόμενον. διά τοι τοῦτο κἀμὲ πρὸς τὸν κρατοῦντα προπέπομφε. κεκώλυκε δὲ τοῦτον νόσος βαρεῖα· ἡμιθνὴς γὰρ σχεδὸν καὶ ἡμίξηρος γεγονώς, περὶ δύο που ἔτη τῇ κλίνῃ προσπεπατταλευμένος, ἀπέλιπε τὸ βιοῦν, αὐτὸς δὲ ἐναπελείφθην τοῖς ἀνακτόροις προμηθείας βασιλικῆς ἀξιούμενος.

30 Ὡς γοῦν ἔφημεν, καταλαβὼν ὁ ῥὴξ Ἰωάννης, ὁ καὶ βασιλεὺς Κωνσταντινουπόλεως φημιζόμενος, τὴν Λάμ ψακον, περὶ τὸν οὕτω πως ὀνομαζόμενον τόπον Ὁλκὸν τὰς νῆας τούτου καθώρμισεν. ὁ δὲ βασιλεὺς Ἰωάννης ἐπεὶ μὴ εἶχε μεθ' ἑαυτοῦ στρατὸν ἀξιόμαχον κωλῦσαι τούτῳ τὴν ἔξοδον δι' ἃς εἰρήκειν αἰτίας, μεθόδοις στρατηγικαῖς μεθ' ὧν εἶχεν ὀλίγων τὰς τῶν πολεμίων κινήσεις ἐκώλυεν. ἐξῆλ θον οὖν οἱ Λατῖνοι καὶ ὁ τούτων ῥὴξ Ἰωάννης καὶ ἐβάδισαν μὲν τόπους τινὰς παραιγιαλίους· οὐδὲ γὰρ ἠδύ ναντο μακρότερον τῶν νηῶν αὐτῶν ἀποστῆναι, ὁ γὰρ ἀντι στρατηγῶν αὐτοῖς βασιλεὺς ἐπηκολούθει καὶ ὑπῆρχε δεινὸς μετὰ μικρᾶς πάνυ δυνάμεως ἀναχαιτίσαι τοὺς ἐναντίους. ὁ μὲν οὖν βασιλεὺς περὶ τὰς τῶν βουνῶν ὑπωρείας ἐποιεῖτο τὰς πορείας, περὶ δὲ τὰς ἠϊόνας οἱ Ἰταλοί. ὀλίγον οὖν χρόνον διαβιβάσαντες ἐν τῇ τοῦ βασιλέως παραιγιαλίῳ χώρᾳ-οὔπω γὰρ παρέδραμον τέτταρες μῆνες-καὶ ὀλίγον τόπον πατήσαντες-ἀπὸ γὰρ τῆς Λαμψάκου μέχρι καὶ τῶν Κεχρεῶν ἀφίκοντο-μικρὸν ἢ μηδὲν λυμήναντες -προύφθασε γὰρ ὁ βασιλεὺς τὰ χρειώδη πάντα τοῖς ὑψη λοτέροις τόποις διασώσασθαι-περὶ τὸ τῶν Πηγῶν ἐχώ ρησαν ἄστυ, ἓν μόνον φρούριον χειρωσάμενοι, ὃ Κεραμιδᾶς ὀνομάζεται, περί που τοὺς βουνοὺς διακείμενον τῆς Κυζίκου. εἶχον δὲ τὰς ναῦς αὐτῶν ἑτοίμους εἰς τὴν Κωνσταντίνου παλινοστῆσαι, καὶ ᾤχοντο ἂν αἰσχύνης καὶ ζημίας πεπληρω μένοι, εἰ μὴ τοῦ τῶν Πηγῶν ἄστεος περιεγένοντο τῇ κλοπῇ. ἀνὴρ γάρ τις δεινὸς ἀναρριχᾶσθαι πρὸς ἀκρωνυχίας πετρῶν ὁδὸν ἐφεῦρε, δι' ἧς ὡπλισμένους Λατίνους εἰς τὴν ἀκρό πολιν νυκτὸς ἀνεβίβασεν· οἳ καὶ τοῖς φύλαξιν αἴφνης ἐπεισ πεσόντες αὐτούς τε ἐφόνευσαν καὶ εἷλον τὸ ἄστυ. τοῦτο πρὸς βραχὺ μὲν Ῥωμαίους εἰς δειλίαν