1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

18

ἐνέβαλε· πλήρης γὰρ ἦν ἡ πόλις ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν κἀκ τῶν περι φανεστέρων ἐν στρατιώταις· ἀλλ' ἡ τοῦ βασιλέως περὶ τὰ τοιαῦτα οἰκονομία καὶ στρατηγικωτάτη δεινότης τὴν τῶν Ῥωμαίων δειλίαν τότε ἀπετινάξατο καὶ εἰς πτοίαν μᾶλλον τοὺς Λατίνους ἐνέβαλε καὶ τῆς τε φυσικῆς ῥοπῆς καὶ τῆς ἐκ τῆς ἁλώσεως τῶν κατασχεθέντων γεγενημένης σφίσιν ὁρμῆς ἀνέστειλε. καὶ ὑπέστρεψαν εἰς τὴν Κωνσταντίνου, μικρόν, ὡς ἔφημεν, ἢ οὐδὲν εἰργασμένοι.

31 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης, οἷα ἐκεῖνος δεινὸς ἐφευρεῖν μεθόδους ἐν περιστάσεσι σῶσαί τε τὸ οἰκεῖον, ὑπὲρ οὗ καὶ πλείονος ἐδεῖτο λόγου, ἀναχαιτίσαι δὲ καὶ τὸ ὑπεναντίον, ὡς ἂν δι' ἀμφοῖν τὰ οἰκεῖα κρατύνοιτο, εὑρίσκει τρόπον ἀποπληρωτικὸν τοῖν δυοῖν. ἐγεννήθη γὰρ αὐτῷ υἱὸς ἐκ τῆς βασιλίδος Εἰρήνης, ᾧ καὶ κλῆσις τοῦ πάππου καὶ βασιλέως Θεοδώρου τοῦ Λασκάριος ἐπετέθειτο· ἑνδέκα τον δέ οἱ ἔτος τότε ἠνύετο. καὶ ὁ Ἀσὰν δὲ θυγάτριον ἔσχεν-Ἑλένη αὐτῇ τοὔνομα-παρὰ τῆς ἐξ Οὔγγρων γαμηθείσης αὐτῷ· ἔννατον καὶ ταύτῃ ἔτος ἦν. πρεσβείαν γοῦν στέλλει ὁ βασιλεὺς πρὸς τὸν τῶν Βουλγάρων ἄρχοντα τὸν Ἀσάν, καὶ μνηστείας τῶν παίδων μνημονεύει καὶ τῆς ἀμφοῖν ἀγχιστείας καὶ τοῦ δι' ἀλλήλων εἰς ἀλλήλους συν ασπισμοῦ τε καὶ συγκροτήσεως. καὶ δέχεται ὁ Ἀσὰν τὴν πρεσβείαν, καὶ πληροῦνται καὶ συμφωνίαι, καὶ ἐπὶ τούτοις καὶ ὅρκοι προύβησαν.

32 Τότε γοῦν καὶ αὐτὸς ἔρωτι τῶν μαθημάτων ἁλοὺς καὶ τῆς ὑψηλοτέρας τῶν λόγων παιδεύσεως, τοῖς πᾶσι χαί ρειν εἰπὼν θελήματι τοῦ κρατοῦντος μετὰ καὶ ἑτέρων μει ράκων εἰς τὰς τῶν λογικῶν παιδευμάτων θύρας παρήγγειλα. παιδευτὴς δὲ ἦν ἡμῖν ὁ Ἑξαπτέρυγος Θεόδωρος. ἐπεὶ δὲ ἔμπροσθεν τοῦ βασιλέως συνήλθομεν, πρός με τείνας τὸν λόγον ὁ βασιλεὺς εἰρήκει, ὡς «τούτους μὲν ἐκ Νικαίας λα βὼν τῷ διδασκαλείῳ παρέδωκα, σὲ δὲ τοῦ ἐμοῦ ἐκβαλὼν οἴκου τουτοισὶ συναφῆκα διδάσκεσθαι. δεῖξον οὖν, ὡς ἀληθῶς τῆς ἐμῆς οἰκίας ἐξῄεις, καὶ οὑτωσὶ τῶν μαθημάτων ἀντιποιήθητι. στρατιώτης μὲν γὰρ τὸ ἐπιτήδευμα γεγονὼς ὁπόσα ἂν ἔσχες τὰ τοῦ σιτηρεσίου παρὰ τῆς βασιλείας μου, τοσαῦτα ἂν ἴσως ἢ καὶ ὀλίγον πλείω διά τοι τὸ τοῦ γένους περιφανές· ἔμπλεως δὲ φιλοσοφίας φανεὶς μεγάλων ἀξιωθήσῃ τῶν τιμῶν τε καὶ τῶν γερῶν· μόνοι γὰρ τῶν πάντων ἀνθρώπων ὀνομαστότατοι βασιλεὺς καὶ φιλόσοφος.» οὕτω μὲν τῶν ἀνακτόρων ὑποχωρήσας εἰς διδασκάλου φέ ρων ἐνέβαλον ἐμαυτόν, ἑπτακαιδέκατον ἔτος ἄγων. ἦν δὲ οὗτος, ὡς ἔφην, ὁ Ἑξαπτέρυγος, ἀνὴρ οὐ πάνυ μὲν ἐπιστή μων ἐν τοῖς μαθήμασιν, ἀγαθὸς δὲ φράζειν, οἷα ῥητορικοῖς λόγοις κατάκρως ἐνδιατρίψας καὶ τὸ ἐξαγγέλλειν εὐφυῶς μεμελετηκὼς καὶ πολλοῦ διὰ τοῦτο ἠξιωμένος ὀνόματος. ἐκείνου δὲ τελευτήσαντος μετὰ τὴν εἰς ἡμᾶς τῶν ποιημάτων σαφήνειαν καὶ τὴν τῆς τῶν λόγων τέχνης διδασκαλίαν, παρὰ τὸν Βλεμμύδην Νικηφόρον, ὃν τότε πάντες οἴδαμεν τῶν ἄλλων τελεώτερον ἐν ταῖς κατὰ φιλοσοφίαν ἐπιστήμαις, ἐφοί τησά τε αὐτὸς καὶ ὅσοι σὺν ἐμοὶ ἐτελοῦντο τὰ λογικά. καὶ ὁ μὲν περὶ ἡμῶν λόγος μέχρι τοσούτου νυνί· ἐσαῦθις δὲ ὅπῃ παρείκοι τῇ ἱστορίᾳ παρεμβληθήσεται.

33 Ἐπεὶ δέ, ὡς προειρήκειν, καὶ ἀμφοῖν τοῖν βασιλέοιν αἱ σπονδαὶ τῆς συμβιβάσεως γένοιντο, τῷ τε βασιλεῖ φημι Ἰωάννῃ τῷ ∆ούκᾳ καὶ τῷ κρατοῦντι τῶν Βουλγάρων Ἀσὰν Ἰωάννῃ, προκατέλαβε μὲν ὁ βασιλεὺς τὴν Λάμψακον καὶ διαπεραιοῦται μετὰ τῶν οἰκείων δυνάμεων εἰς Καλλιούπολιν, καὶ πολεμεῖ τὸ ἄστυ ἑλεπόλεις στήσας, καὶ ἐν οὐ πολλῷ τῷ χρόνῳ χειροῦται τοῦτο, τῆς τῶν Βενετικῶν ἀνασώσας τοῦτο χειρός. μετὰ τοῦτο καταλαμβάνει τὴν Καλλιούπολιν καὶ ὁ Ἀσὰν σὺν τῇ οἰκείᾳ γαμετῇ τῇ ἐξ Οὔγγρων Μαρίᾳ καὶ τῇ θυγατρὶ Ἑλένῃ, καὶ συνέρχεται εἰς Καλλιούπολιν τῷ βασι λεῖ, καὶ τὰ εἰς φιλίαν ἀμφότεροι διαπράττονται. οὗτος μὲν οὖν οὐ διεπέρασε τὸν Ἑλλήσποντον, ἀλλ' ἔμεινεν ἐν τοῖς τῆς Καλλιουπόλεως μέρεσιν· ὁ δὲ βασιλεὺς Ἰωάννης τὴν αὐτοῦ σύζυγον σὺν τῇ θυγατρὶ Ἑλένῃ λαβὼν