1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

19

διαπεραιοῦται εἰς Λάμψακον, ἔνθα ἦν ἡ βασιλὶς Εἰρήνη, καὶ πληροῦσι τὴν τῶν παίδων συνάφειαν, τοῦ πατριάρχου Γερμανοῦ τὰ τῆς ἱερολογίας τελέσαντος. τότε καὶ ὁ Τρινόβου ἀρχιερεύς, ὑπὸ τὸν Κωνσταντινουπόλεως τελῶν, αὐτονομίᾳ τετίμηται καὶ πατριάρχης ἀναγορεύεσθαι κέκριται βασιλικῷ καὶ συνο δικῷ τῷ θεσπίσματι, χάριτας τῶν προυχόντων ἀποτιννύν των τῷ Βουλγάρων ἄρχοντι Ἀσὰν τοῦ κήδους ἕνεκα καὶ τῆς φιλίας. Ἐπεὶ γοῦν ὅσα εἰς τὰ τοιαῦτα φέρει πεπλήρωται, ἡ μὲν βασιλὶς Εἰρήνη τὸν υἱὸν μετὰ τῆς νύμφης λαβοῦσα τοῖς ἑῴοις συνδιῃτᾶτο χώροις, ὡσαύτως δὲ καὶ ἡ τοῦ Ἀσὰν σύζυγος ἐν τοῖς οἰκείοις τόποις ὑπέστρεψεν, ὁ δὲ βασιλεὺς Ἰωάννης καὶ ὁ Ἀσὰν τὰς οἰκείας δυνάμεις προσειληφότες καὶ ἄμφω τὴν δυτικὴν κατέδραμον χώραν, ὁπόση ἦν τοῖς Λατίνοις δουλεύουσα. καὶ λείαν μὲν πολλὴν ἐποι ήσαντο καὶ Σκυθῶν ἐρημίαν-τὸ τῆς παροιμίας εἰπεῖν -τὴν ἅπασαν ἀπειργάσαντο, σφίσι δὲ αὐτοῖς κατὰ τοὺς ὅρκους τὰ ἄστη καὶ τὴν χώραν διεμερίσαντο. καὶ Καλλι ούπολις μέν, ἐπεὶ καὶ πρὸ τῆς συνελεύσεως τοῦ Ἀσὰν παρὰ τοῦ βασιλέως ἑάλω, ὑπὸ τὸν βασιλέα ἐγένετο, ὁμοίως καὶ Μάδυτα καὶ πᾶσα ἡ ὀνομαζομένη Χερρόνησος. εἷλε δὲ ὁ βασιλεὺς καὶ τὸ τοῦ Κισσοῦ φρούριον, καὶ μέχρι ποταμοῦ, ὃν Μαρίτζαν ὁ πολὺς κατονομάζει λαός, τὰ σύνορα ἔθετο. ἐκράτησε δὲ καὶ τοῦ ὄρους τοῦ Γάνου καὶ ἐν αὐτῷ ἐδεί ματο καὶ πολίχνιον, ἔνθα καὶ τὸν Κοτέρτζην Νικόλαον φυλάττειν ἐξέπεμψε καὶ πράγματα παρέχειν Λατίνοις τοῖς ἐν τῇ Τζουρουλῷ, ἄνδρα πολλοῖς κατεξητασμένον πολέμοις καὶ ἐς τοσοῦτον εὐδοκιμήσαντα, ὡς πάντας τοιαύτην δόξαν περὶ τούτου σχεῖν, μήτε πρὸ αὐτοῦ μήτε μὴν μετ' αὐτὸν ἄλλον φανῆναι τοιούτοις ἔργοις ἐγκεχειρηκότα ἢ τοσαῦτα κατωρθωκότα. ὁ δὲ Ἀσὰν τὰ ὑπεράνω τῶν εἰρημένων χώ ρων καὶ πρὸς Βορρᾶν νεύοντα ὑφ' ἑαυτὸν ἔσχε. μέχρι μὲν οὖν καὶ αὐτῶν τῶν τειχῶν τῆς Κωνσταντίνου καὶ ἀμφότεροι κατηντήκεσαν, τοῦ ῥηγὸς Ἰωάννου ἐπ' αὐτῶν καθεζομένου καὶ καθορῶντος, καὶ πτοίαν πολλὴν τοῖς Λατίνοις ἐνέβαλον καὶ ἐν στενῷ κομιδῇ τὰ κατ' αὐτοὺς ἔθεντο. ἐπεὶ δὲ ὁ τοῦ μετοπώρου παρερρύη καιρὸς καὶ ὁ χειμὼν ἤγγιζεν, ἀλ λήλοις συνταξάμενοι ὅ τε βασιλεὺς Ἰωάννης καὶ ὁ Ἀσὰν ὁ μὲν εἰς τὴν οἰκείαν χώραν τῶν Βουλγάρων χωρεῖ, ὁ δὲ βασιλεὺς εἰς τὴν ἕω διαπερᾷ.

34 Ἐπεὶ δὲ ὁ υἱὸς αὐτοῦ Θεόδωρος ἀφῆλιξ ἐτύγχανεν ὤν, -ἑνδέκατον γὰρ διήνυεν ἔτος, ὥσπερ ἔφημεν, ἡνίκα τῇ βασιλίδι Ἑλένῃ πρὸς γάμου κοινωνίαν ἐζεύγνυτο-τὰ μὲν ἐς συνουσίαν ἔμενον ἀτελῆ. ἀνήγοντο δὲ παρὰ τῆς βασιλίδος Εἰρήνης καὶ ἐπαιδεύοντο, οἷα ἐκείνη φύσεως ἀγαθῆς τυχοῦσα καὶ πρὸς ἅπαν καλὸν ἐπινεύουσα. τὰ μὲν οὖν τῶν Λατίνων πράγματα συνεστάλη τε τότε πολύ, καὶ τῷ κήδει τῶν δύο αὐτοκρατόρων εἰς ταπεινὸν ἄγαν καταπεπτώκει τούτων τὸ φρόνημα. ὁ δὲ ῥὴξ Ἰωάννης μικρὸν ἐπιβιώσας ἐξ ἀνθρώπων ἐγένετο, τὴν τῆς Κωνσταντινουπόλεως ἐξουσίαν τῷ αὐτοῦ γαμβρῷ τῷ Βαλδουίνῳ ὡς κλῆρον καταλιπών. ὁ δέ γε Ἀσὰν μετάμελος ἐπὶ ταῖς μετὰ τοῦ βασιλέως Ἰωάννου συνθήκαις, ὡς ἐφάνη, γενόμενος τρόπον ἐζήτει, ὅπως ἂν τὴν θυγατέρα ἀποσπάσῃ τοῦ συζύγου βασιλέως τοῦ Θεοδώ ρου καὶ ἑτέρῳ ταύτην κηδεύσῃ· τῶν γὰρ Ῥωμαίων ἐδεδίει πάνυ τὴν εἰς τὰ βελτίω προκοπήν, ἔθνους ἄρχων ὑποτε ταγμένου πάλαι Ῥωμαίοις. σκέπτεται γοῦν αἰτίαν ὡς ἐδόκει μὲν εὔλογον, κἂν οὐκ ἐλάνθανε τοὺς ἐπισταμένους τὰ πράγ ματα, καὶ ἀποστέλλει πρέσβεις πρὸς τὸν βασιλέα καὶ τὴν βασι λίδα, ὡς ἐπεὶ πλησιάσειε τῇ Ἀδριανοῦ βούλεται καὶ αὐτὸς καὶ ἡ σύζυγος αὐτοῦ τὸ θυγάτριον ἰδεῖν καὶ πατρικῶς περιπτύ ξασθαι καὶ τὰ εἰκότα πληρῶσαι καὶ αὖθις ἀποπέμψαι πρὸς τὸν πενθερὸν καὶ τὸν σύζυγον. ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης καὶ ἡ βασιλὶς Εἰρήνη, καίτοι γε ἀκριβῶς εἰδότες τὸ δρᾶμα καὶ καθαρῶς ἐπιγνόντες τὴν σκευωρίαν, ὅμως πέμπουσι πρὸς τὸν Ἀσὰν τὴν θυγατέρα, τοῦτ' εἰρηκότες ὡς, εἰ τὴν θυγατέρα κατάσχοι καὶ τοῦ νομίμως συζευχθέντος ἀποστε ρήσειεν, ἔστι θεὸς ὁ τὰ πάντα