τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. αὐτὸς δὲ τούς τε ἄρχοντας ἑαυτοῦ καὶ στρατὸν ὁπλίτην ἕτερον παραλαβὼν πρὸς τοῖς Ποντικοῖς ἐξέδραμε χωρίοις, ἄχρι παραθαλασσίου κώμης Γιγγιλίσσου ὀνομαζομένης, ὥστε ἀναμανθάνειν οἷα τὰ ἐν Χερσῶνι αὐτῷ πεπραγμάτευτο. ἐπὶ χρόνον δέ τινα ἐκεῖσε διατρίψας καὶ θεασάμενος τὸν τοιοῦτον στόλον σὺν τῷ Φιλιππικῷ βασιλεύοντι πρὸς Βυζάντιον καταίροντα, πρὸς τὸν καταλειφθέντα αὐτῷ λαὸν κατὰ τὸν ∆αματρὺν παλινοστεῖ. Φιλιππικὸς δὲ πολέμου ἐκτὸς εἰς τὴν πόλιν εἰσῄει, καὶ αὐτίκα Ἡλίαν σὺν ὁπλίτῃ λαῷ κατὰ Ἰουστινιανοῦ ἀποστέλλει. καὶ αὐτὸς τῷ μὲν συνόντι Ἰουστινιανῷ πλήθει ὅρκοις τὰ τῆς σωτηρίας ἐβεβαίωσε καὶ τὸν τῶν Βουλγάρων λαὸν σώους ἐπανήκειν ὑπέσχετο, αὐτοῦ δὲ Ἰουστινιανοῦ τὴν κεφαλὴν ἐκτέμνει, ἤδη ἔτος ἕκτον ἀνύσαντος ἐν τῇ δευτέρᾳ αὐτοῦ βασιλείᾳ, καὶ πρὸς Φιλιππικὸν ἐκπέμπει. ὁ δὲ ταύτην δεξάμενος πρὸς τοῖς ἑσπερίοις τόποις ἄχρι Ῥώμης ἀπέστελλε. Μαῦρον δὲ τὸν πατρίκιον καὶ Ἰωάννην τὸν βασιλικὸν δορυφόρον, ἐπίκλην Στροῦθον, κατὰ Τιβερίου τοῦ υἱοῦ Ἰουστινιανοῦ ἐξέπεμψεν, ὃν καταλαμβάνουσιν ἐν τῷ θυσιαστηρίῳ καταφυγόντα τοῦ ἱεροῦ τῆς πανάγνου θεομήτορος τοῦ ἐν Βλαχέρναις ὄντος, ἐν ᾧ εἰσπηδήσας Ἰωάννης ἀφέλκεται τῆς ἱερᾶς ἐξημμένον τραπέζης, μήτε τὰ ἐκ τοῦ θυσιαστηρίου εὐλαβηθεὶς μήτε τοῖς πολλοῖς δάκρυσιν Ἀναστασίας τῆς αὐτοῦ μάμμης εἴξας· παρῆν γὰρ 48 καὶ αὐτὴ τῷ ἐγγόνῳ συγκινδυνεύουσα. καὶ τοῦτον εἰς τὴν τοῦ ὑπερκειμένου τείχους τὴν καλουμένην τῶν Καλλινίκων ζῴου ἀλόγου δίκην μαχαίρᾳ ἀποσφάττουσιν, ἐν τῷ ἱερῷ τῶν θείων Ἀναργύρων τῶν καλουμένων τῶν Παυλίνης ταφῆναι προστάξαντες. μεθ' ὃν συλλαμβάνονται καὶ Βαρασβακούριον καὶ τοὺς λοιποὺς Ἰουστινιανοῦ ἄρχοντας, καὶ πάντας ξίφει ἀναιροῦσι. Φιλιππικὸς δὲ ἀσέμνως καὶ ῥᾳθύμως τὰ βασίλεια διέπων ἐφαίνετο, τοὺς δὲ ἐν τῇ ἕκτῃ οἰκουμενικῇ συνόδῳ πατέρας ἀναθέματι καθυπέβαλε, τὰ παρ' αὐτῶν ἐνθέως δογματισθέντα δύο τοῦ σωτῆρος θελήματα καὶ ἐνεργείας μὴ ἀποδεχόμενος, συλλήπτορα εὑρίσκων Ἰωάννην τὸν τηνικαῦτα τῆς πόλεως ἀρχιερέα καὶ Γερμανὸν τὸν Κυζίκου μητροπολίτην καὶ ἑτέρους ἱερεῖς καὶ συγκλητικοὺς πλείστους. Ἐν τούτοις τῶν Βουλγάρων ὁπλίτης ὅμιλος ἀθρόως τοὺς ἐν τῷ Θρᾳκικῷ Βοσπόρῳ οἰκοῦντας ἐπεισπίπτει· καὶ λαὸν πλεῖστον τῶν ἐγχωρίων καὶ τῶν ἐκ Βυζαντίου διαπερώντων τέρψεως καὶ ἡδυπαθείας ἕνεκεν ἀναιροῦσιν, ἄλλους τε ᾐχμαλώτευσαν καὶ ἄργυρον ὡς πλεῖστον καὶ σκεύη οὐκ ὀλίγα παρ' αὐτῶν προσκτησάμενοι· ἀδείας δὲ αὐτοῖς προσγενομένης καὶ πρὸς τῷ χερσαίῳ τείχει τῆς πόλεως σκεδάννυνται, ἄχρι καὶ τῆς Χρυσῆς καλουμένης πύλης προεκδραμόντες. ἐκεῖθεν ὑπονοστήσαντες πολλὰ τὰ ἐπὶ Θρᾴκης χωρία καταληΐζονται. μετὰ δὲ ταῦτα καὶ τὸ τῶν Σαρακηνῶν ἔθνος τὴν Ῥωμαίων κατέθεον χώραν, καὶ τὰ πλεῖστα μέρη διεκτρέχοντες πλείστην ὅσην βλάβην ἀνθρώπων τε καὶ κτηνῶν ἐποιοῦντο, τήν τε Μήδειαν καὶ ἕτερα πολίσματα 49 συμπαραλαμβάνουσι. Φιλιππικὸς δὲ γενέθλιον τῆς πόλεως ἡμέραν ἐπιτελέσας καὶ ἁμιλλητήριον τῶν ἵππων ἀγῶνα ἐπιδειξάμενος, εἶτα τοῖς φίλοις συμποσιάσας εἰς ὕπνον κατὰ τὸν μεσημβρινὸν τῆς ἡμέρας καιρὸν ἐτράπετο. συμβαίνει δέ γε αὐτῷ τὰ τῆς ἐπιβουλῆς ἐντεῦθεν. Γεώργιός τις ὄνομα, τὸ ἐπίκλην Βούραφος, πατρίκιος τυγχάνων καὶ τοῦ Ὀψικίου στρατοῦ ἡγούμενος, πρὸς τῇ Θρᾴκῃ τηνικαῦτα ἐπιδημῶν φυλακῆς ἕνεκα τῆς χώρας διὰ τὴν τῶν Βουλγάρων καταδρομήν, γνώμῃ Θεοδώρου τοῦ πατρικίου τὸ ἐπίκλην Μυακίου πέμπει τῶν ὑπηρετῶν τινά, Ῥοῦφον ὄνομα, σὺν ὀλίγοις στρατιώταις πρὸς τὸ Βυζάντιον τὰ πρὸς τὴν Φιλιππικοῦ ἐπιβουλὴν ἐπιτελέσοντας· ὃς ἀθρόως κατὰ τὰ βασίλεια ἐπεισπίπτει, καὶ τὸν βασιλέα καθεύδοντα καταλαβὼν ἐξανίστησί τε τοῦ ὕπνου καὶ πρὸς τὸν τοῦ ἱπποδρομίου ἐξάγει χῶρον κἀκεῖσε αὐτοῦ τὰς ὄψεις ἀπετύφλωσε, δεύτερον ἔτος ἐν τῇ βασιλείᾳ