1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

20

ἐφορῶν καὶ τιμωρίαν ἐπά γων τοῖς τοὺς ὅρκους παραβαίνουσι καὶ τὰς συνθήκας, ἃς ἐπὶ θεῷ μάρτυρι συνεστήσαντο, διαλύουσιν. ὁ μὲν οὖν Βούλγαρος τὴν θυγατέρα λαβὼν ᾤχετο, τοὺς ἑπομένους αὐτῇ πάντας ὀπισθορμήτους ποιήσας, καὶ τὸν Αἷμον διαβὰς ἐχώρει περὶ τὸν Τρίνοβον, κλαιούσης μὲν τῆς αὐτοῦ θυγα τρὸς καὶ ὀλοφυρομένης καὶ τῆς πενθερᾶς καὶ βασιλίδος Εἰρήνης καὶ τοῦ συζύγου λίαν ἐποδυρομένης τὸν χωρισμόν. ὅτε φασὶ τὸν Ἀσὰν προσλαβόμενον αὐτὴν τῆς αὐτοῦ ἐφεστρί δος ἔμπροσθεν ἐπικαθίσαι καὶ τύψαι κατὰ κόρρης τοῖς δακτύλοις καὶ ἐπαπειλῆσαι δεινῶς, εἰ μὴ σιγῇ φέροι, ὅσα οἱ διὰ βουλῆς ἐστιν ἐπ' αὐτῇ διαπράξασθαι.

35 Κατ' ἐκεῖνο καιροῦ καὶ τὸ τῶν Σκυθῶν γένος, τῶν Τατάρων καταδραμόντων αὐτῶν, ὁπόσοι τὸ ξίφος ἐκείνων ἐξέφυγον, ἀσκοῖς τὸν Ἴστρον διαπεράσαντες καὶ τὸν Αἷμον ὑπερπηδήσαντες τέκνοις ἅμα καὶ γυναιξί, καὶ ἀκόν των Βουλγάρων-πολλαὶ γὰρ ὑπῆρχον χιλιοστύες-τοὺς τῆς Μακεδονίας χώρους κατέλαβον, οἱ μὲν περὶ τὸν Ἕβρον καὶ τὰ ἐκεῖσε πεδία τὰς νομὰς ποιούμενοι, οἱ δὲ περὶ τὰ κατωτέρω μέρη καὶ τὸν ποταμόν, ὃν ἡ χύδην ῥέουσα γλῶττα καθώσπερ ἔφημεν Μαρίτζαν κατονομάζει. καὶ γὰρ ἔστιν ὡς ἀληθῶς Ἕβρος μέχρι καὶ τῆς Αἴνου τὰς ἐκδρομὰς ποι ούμενος κἀκεῖθεν περὶ τὸ Αἰγαῖον ἐκρέων πέλαγος· ὅτι δὲ συμβάλλουσι τούτῳ καὶ ἕτεροι ποταμοὶ καὶ μείζω ποιοῦσιν, ἐναλλάττει τοῖς παροικοῦσι καὶ τοὔνομα. ἐλήιζον γοῦν τὰ ἐν Μακεδονίᾳ πάντα καὶ ὡς ἐν ὀλίγῳ ἔρημα τὰ πάντα τῶν οἰκητόρων ἐποίησαν, καὶ Σκυθῶν ἐρημίαν-τὸ τῆς παροιμίας εἰπεῖν-ἀπειργάσαντο, καὶ πολιχνίων δὲ ὁπόσα ὑπῆρχον εὐχείρωτα πολέμῳ περιεγένοντο. καὶ ἐφονεύοντο μὲν πολλοί, ἐσκυλεύοντο δὲ πάντες καὶ ᾐχμαλωτίζοντο καὶ ἀπεμπολοῦντο ἐν τοῖς μείζοσιν ἄστεσιν, οἷον τῇ Ἀδριανου πόλει, τῷ ∆ιδυμοτείχῳ, τῇ Βιζύῃ, τῇ Καλλιουπόλει, καὶ εἴ τι ἄλλο ἦν τείχεσιν ἐρυμνοτέροις ὠχυρωμένον καὶ τῷ πλήθει τῶν οἰκούντων ἠσφαλισμένον.

36 Ἐπεὶ οὖν οὕτω ταῦτα συνέβη, καὶ τὸ τῶν Λατί νων γένος, καθ' ἡμῶν ἀεὶ μανίαν τρέφοντες, καὶ χεῖρον δὲ διατεθέντες διὰ τὴν πρὸ μικροῦ γενομένην σφίσι παρά τε τοῦ βασιλέως Ἰωάννου καὶ τοῦ Ἀσὰν ἔφοδον καὶ τῶν χωρῶν καὶ τῶν πολιχνίων αὐτῶν στέρησιν, καιρὸν ἐζήτουν ἐπιχειρήσασθαι καθ' ἡμῶν, εὑρόντες τῷ τότε δυνάμενον, ὡς ᾤοντο, τὴν ἧτταν τούτοις ἀνακαλέσασθαι. καὶ πρῶτα μὲν τὸν Ἀσὰν ὑποποιοῦνται καὶ τούτῳ τὰ πρὸς εἰρήνην σπέν δονται, ἔπειτα δὲ σὺν αὐτῷ καὶ τοὺς Σκύθας, βαρβάρους ἄνδρας, ἀλήτας τε καὶ ἐπήλυδας, μικροῖς τισι τοῖς χαρίσμασι, μακροτέραις δέ γε ταῖς ὑποσχέσεσιν εἰς ἑαυτοὺς ἕλκουσι καὶ συμπράκτορας τῶν ἔργων ποιοῦσι. καὶ δὴ συμμαχίαν το σαύτην ἔκ τε Σκυθῶν καὶ Βουλγάρων συνηθροικότες οἱ Ἰταλοὶ ὁμόσε κατὰ τοῦ βασιλέως Ἰωάννου χωροῦσιν. ἐπεὶ δὲ σφίσιν ἐκ τοῦ σχεδὸν τὸ τῆς Τζουρουλοῦ ἄστυ ἐτύγχανε, κατ' ἐκείνου τὴν μάχην ἱστῶσι, παρόντος αὐτοπροσώπως καὶ τοῦ Ἀσὰν μετὰ τοσούτων χιλιοστύων τῶν Σκυθικῶν καὶ τῶν Βουλγαρικῶν στρατευμάτων καὶ τῶν Ἰταλικῶν μηχανημάτων. ἦν δὲ τῆς Τζουρουλοῦ τὴν φρουρὰν παρὰ τοῦ βασιλέως Ἰωάννου προσδεδεγμένος ὁ Ταρχανειώτης Νικη φόρος, ὃς ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως ὑπῆρχε τότε, μέγας δὲ δομέστικος τετίμηται ὕστερον· γαμβρὸς δὲ ἦν τοῦ μεγάλου δομεστίκου τοῦ Παλαιολόγου ἐπὶ τῇ πρώτῃ αὐτοῦ θυγατρὶ Μαρίᾳ. ἦν δὲ ὁ Ταρχανειώτης καὶ στρατιώτης καλὸς καὶ ἀγαθὸς στρατηγὸς καὶ πολλῆς ἐπαπολαύων τῆς παρὰ θεοῦ ἀντιλήψεως, καθὼς καὶ μέχρι τέλους ἐπέγνωσται· μάλιστα καὶ γὰρ ἐδόκει τοῖς πολλοῖς εὐτυχίᾳ κατορθούμενος τὰ πολλὰ ἢ εὐανδρίᾳ καὶ στρατηγίᾳ τῶν ἐναντίων περιγε νόμενος. ἐπεὶ δὲ τῷ ἄστει παρεκαθίσαντο, -μηχανήματα μὲν καὶ ἑλεπόλεις τοῖς Ἰταλοῖς ἐγεγόνεισαν πολλαί τε καὶ ἰσχυραί, ὡς μὴ μόνον τηλικοῦδε ἄστεος περιγενέσθαι ἰσχύ ουσαι ἀλλὰ καὶ ὑψηλοτέρων τειχῶν καὶ εὐμεγεθεστέρων