21
πό λεων, -τότε τὸ γενναῖον φρόνημα καὶ τὴν στρατηγικὴν μεθοδείαν μετὰ τῶν σὺν αὐτῷ ὁ ἐπὶ τῆς τραπέζης λαμπρῶς ἐνεδείξατο· ἦν δὲ τὸ ὅλον τῆς τοῦ θεοῦ ἀντιλήψεως. ἀντε μηχανᾶτο γὰρ ἔνδον ὁ Ταρχανειώτης τοῖς ἔξωθεν μηχανή μασι, καὶ τῇ τοσαύτῃ πληθύϊ τῆς στρατιᾶς ἀντεπεξῆγε τὸ ἀνδρικὸν ἐν πολλοστοῖς ἄγαν τοῖς στρατιώταις. ἐν ἀμηχανίᾳ δὲ ἦν ὁ βασιλεὺς Ἰωάννης, οὐ τοσοῦτον τῶν ἐν τῷ ἄστει ὑπεραγωνιῶν, ἀλλ' εἰδώς, οἷα ἐχέφρων καὶ συνετὸς τὰ πο λέμια, ὡς εἰ τὸ ἄστυ παρὰ τῶν ἐναντίων ἁλῴη, φροῦδα πάντα τὰ ἐν τῇ δύσει τούτῳ τυγχάνοντα γένοιντο. τέως οὖν ἠγάπα μᾶλλον ἐν τούτῳ ἐπτοῆσθαι τοὺς πολεμίους καὶ τὸ πολὺ τῆς ῥύμης σφίσιν ἐναποκόπτεσθαι· ἔμελε γὰρ αὐτῷ μᾶλλον τὰ ἐν τῇ ἕω, ὧν ἐλευθέρων ὑπαρχόντων τῆς μάχης πλεῖον αὐτῷ τὸ τῆς εὐφροσύνης ὑπῆν. Πολιορκουμένου γοῦν τοῦ ἄστεος Τζουρουλοῦ αἴφνης ἐπῄει μήνυμα τῷ Ἀσάν, ὡς ἡ σύζυγος αὐτοῦ ἡ ἐξ Οὔγγρων ἐξ ἀν θρώπων ἐγένετο· τετελεύτηκε δὲ κατὰ ταὐτὸ καὶ παιδίον αὐ τοῦ καὶ ὁ Τρινόβου ἐπίσκοπος. θεομηνίαν γοῦν ἡγησάμενος ταῦτα πυρὶ ἀφανίζει τὰς ἑλεπόλεις, καὶ ὡς εἶχε δρόμου περὶ τὸν Τρίνοβον ἵκετο. μόνοι γοῦν ἀπολελειμμένοι οἱ Ἰταλοί, ἐπεὶ μὴ ἀποχρώντως εἶχον εἰς τὴν τοῦ ἄστεος πολιόρκησιν, κἀκεῖ νοι τὴν κατ' αὐτῶν μάχην καταλελοιπότες ἐς τὴν Κωνσταν τίνου ᾤχοντο. ἠλευθέρωτο γοῦν τὸ ἄστυ τῆς τῶν ἐναντίων πολιορκίας, καὶ συνηλευθέρωτο καὶ ὁ ἐπὶ τῆς τραπέζης Ταρχανειώτης, νικηφόρος ἐν τούτοις κατὰ τὴν κλῆσιν ἀνα φανείς. ὁ μὲν οὖν Ἀσάν, ἐπειδὴ τούτῳ τὰ προρρηθέντα ξυμβέβηκε λυπηρά, εὐσεβῶς καὶ μάλα οἰηθείς, ὡς διὰ τὰς παραβασίας τῶν ὅρκων, ὧν μετὰ τοῦ βασιλέως Ἰωάννου ξυνέθετο, καὶ τὸ ἀποσπάσαι τὴν θυγατέρα τοῦ συζύγου Θεοδώρου ταυτὶ γένοιτο, μετάμελος ἐπὶ τούτοις γενόμενος πρέσβεις ἐξαπεστάλκει πρὸς τὸν βασιλέα, ἑαυτόν τε ἐξουθε νῶν τῆς κακίστης πράξεως καὶ τὰς συνθήκας ἀνακαλούμε νος καὶ συγγνώμην τῶν πεπραγμένων αἰτούμενος. ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης καὶ ἡ βασιλὶς Εἰρήνη, οἷα ἐκεῖνοι πρὸς τὰ εὐσεβέστερα καὶ θειότερα ἀπονεύοντες, δέχονταί τε τὴν πρεσβείαν, καὶ οὐδ' εἰς μακροὺς ἐλθόντες λόγους τούς τε ὅρκους καὶ αὖθις πεδοῦσι καὶ τὴν νύμφην Ἑλένην ἀνα καλοῦνται. ἀποστέλλεται γοῦν αὕτη πρός τε τὸν πενθερὸν καὶ τὸν σύζυγον, καὶ εἰρήνη πάλιν μέσον Ῥωμαίων τε καὶ Βουλγάρων.
37 Ὁ μὲν οὖν τῆς ἱστορίας δρόμος ἐφ' ἑτέραν τρέπε ται τὴν ὁδὸν καὶ τὰ περὶ τῶν ἐν τῇ Κωνσταντίνου δια σαφήσει· πολυσχιδῶς γὰρ τότε τῶν πραγμάτων κεκινημένων διὰ τὸ πολυαρχίαν ἐν πᾶσι γενέσθαι, ποικίλως δεῖ καὶ τὰ τοῦ λόγου συστρέφεσθαι. ὁ μὲν οὖν Βαλδουῖνος, ὃν ὁ λόγος βασιλεῦσαι τῆς Κωνσταντίνου προείρηκεν, ἀπειρηκὼς ἐν ταῖς πρὸς Ῥωμαίους μάχαις, μᾶλλον δὲ τῇ πρὸς τὸν βασιλέα Ἰωάννην ἐναντιότητι-ἐς μικρὸν γὰρ τὰ ἐκείνου παρὰ τούτου συνέσταλται- πρὸς τὸν τῶν Φράγγων ἀπο δεδημήκει ῥῆγα, προσῳκειωμένον τούτῳ καθ' αἷμα, οὐ μὴν ἀλλὰ καὶ ὡς ξυμφυλέτην ἄγαν τε Ῥωμαίοις ἐχθρὸν καὶ βοηθεῖν διὰ ταῦτα ἕτοιμον, καὶ συμμαχίαν ζητεῖ ἀξιόλογον, καὶ ἐπιτυγχάνει τοῦ σκοποῦ. καὶ ἐν οὐ πολλῷ χρόνῳ ἑξή κοντα χιλιάδες συνηθροίσθησαν Φράγγων, ἵν' ὅπως κατὰ Ῥωμαίων χωρήσωσιν. ἐπεὶ δὲ οὐκ ἦν αὐτοῖς εὔδρομος διὰ νηῶν ἡ ὁδός, τῆς ἀναγωγῆς προσαπαιτούσης πλείω ἢ κατὰ δύναμιν τὸν μισθόν, διὰ τῆς χέρσου τὴν πορείαν ποιοῦνται. καὶ δὴ τὰς ἄνω παραμείψαντες Γαλλίας καὶ διελθόντες τὴν Ἰταλίαν διὰ τῶν ὑπωρειῶν τῶν Ἄλπεων εἰς τὸ Ὀστρίκιον ἀφίκοντο, καὶ τὴν Οὐγγρίαν παραγγείλαντες διαπερῶσι τὸν Ἴστρον καὶ τῇ Βουλγάρων προσέσχον, πᾶσι μὲν ὡς φίλοις καὶ συγγενέσι καθ' ὁδὸν χρώμενοι· καὶ διὰ σφᾶς μὲν αὐτούς, οὐχ ἧττον δὲ καὶ διὰ τὴν πρὸς ἡμᾶς ἔχθραν ἐφιλοφρονοῦντο παρὰ τῶν κατὰ τόπους κρατούντων τὰ μάλιστα. οἱ μὲν οὖν Βούλγαροι τὰς μετὰ Ῥωμαίων σπονδὰς παρεωρακότες ἄδειαν τοῖς Φράγγοις δεδώκασι διὰ τῶν ὀρῶν αὐτῶν διελθεῖν, τῷ