1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

23

πεδίλοις τοὺς πόδας ἐκείνου ὑπέδησε καὶ τοιούτοις γράμμασιν ὑπογράφειν διώρισεν, αὐτόν τε διέπειν τὰ κοινὰ καὶ διεξάγειν τὰ τοῦ υἱοῦ. τὸν δ' ἀδελφὸν Μανουὴλ τῆς ἀρχῆς ἐκβαλὼν καὶ ἐμβαλὼν ἔν τινι τριήρει περὶ τὴν Ἀττάλου ἐξώρισε, τὴν δὲ σύζυγον αὐτοῦ πρὸς τὸν πατέρα Ἀσὰν ἐξέπεμψεν. ὁ δ' Ἀσὰν τὸν πενθερὸν μᾶλλον ἐφίλει Θεόδωρον ἢ τὸν γαμ βρὸν αὐτοῦ Μανουήλ· ὑπερηγάπα γὰρ τὴν σύζυγον Εἰρήνην οὐχ ἧττον ἢ Ἀντώνιος τὴν Κλεοπάτραν. Ὁ μὲν οὖν Μανουὴλ τῇ Ἀττάλου προσοκείλας παρὰ προσδοκίαν τοὺς ἐξ Ἄγαρ εὗρε φιλανθρωπίᾳ μᾶλλον πρὸς αὐτὸν χρησαμένους· ἐπεὶ γὰρ εἰρήκει πρὸς τὸν βασιλέα Ἰωάννην τυγ χάνειν αὐτοῦ τὴν ὁρμήν, παρεχώρησάν τε τούτῳ τὴν δίοδον καὶ *** ἐφοδιασάμενοι προσηκόντως. ἐκεῖθεν οὖν πρὸς τὸν βασιλέα ἀφίκετο οὗτος, καὶ ὁ βασιλεὺς ἀσμένως τε τοῦτον ἐδέξατο καὶ ὡς προσῳκειωμένον τῷ γένει καὶ ὡς πάλαι δεσπότην ὠνομασμένον· δοὺς δὲ αὐτῷ χρῆμα καὶ τριήρεις ἓξ περὶ Μεγάλην Βλαχίαν ἀφῆκεν, ὅρκους παρ' αὐτοῦ λαβὼν φρικώδεις, οἷος ἐκεῖνος συνέσεως καὶ ἀγχινοίας πλήρης ὤν. καταλαβὼν οὖν τὸν τῆς ∆ημητριάδος χῶρον ὁ Μανουὴλ κἀκεῖθεν τοῖς μὲν τῶν οἰκείων γραφαῖς παρασημήνας τὴν αὐτοῦ ἔφοδον, τοὺς δὲ ὑποθέλξας ταῖς ὑποσχέσεσιν, οὐ διὰ πολλῶν συνηθροίκει τῶν ἡμερῶν περὶ αὐτὸν στράτευμα, ἦρξέ τε Φαρσάλων καὶ Λαρίσσης καὶ Πλαταμῶνος καὶ τῶν περὶ αὐτά. εἶτα δὴ σπονδὰς ποιησάμενος συνῆλθε τούτου τοῖν ἀδελφοῖν τῷ τε Κωνσταντίνῳ καὶ τῷ Θεοδώρῳ· ὁ μὲν γὰρ Κωνσταντῖνος δεσπότης, ὡς ἔφημεν, ὢν ἦρχεν ὧν εἰ ρήκειμεν ἄρχειν, ὁ δὲ Θεόδωρος ἦν ὁ τοῦ φημιζομένου ἐν Θεσσαλονίκῃ Ἰωάννου πατήρ. ἐπεὶ δὲ συνῄεσαν, πείθουσι καὶ ἄμφω τὼ ἀδελφὼ τὸν Μανουὴλ τῶν σπονδῶν ἐκστῆναι τῶν πρὸς τὸν βασιλέα Ἰωάννην. ὁ δὲ ἑκὼν ἀέκων, ὡς ἔφασκον οἱ παρατυχόντες καὶ περὶ τῶν τοιούτων εἰδότες, συνῄνεσεν αὐτῶν τοῖς βουλεύμασι· καὶ τὸ ἀπὸ τοῦδε ὑπῆρ χον συνδεδεμένοι, ταῖς σφετέραις χώραις ταῖς μεμερισμέναις αὐτοῖς ἀρκούμενοι, καὶ μετὰ τῶν ἐν Πελοπονήσῳ καὶ Εὐρίπῳ Λατίνων συμβιβάσεις ἔχοντες εἰρηνικάς.

39 Οὐ πολὺς παρερρύη χρόνος, καὶ ὁ Μανουὴλ ἐξ ἀνθρώπων ἐγένετο, μετάμελος, ὡς ἔλεγον, τῶν παραβασιῶν τῶν πρὸς τὸν βασιλέα γενόμενος. θνήσκει δὲ καὶ ἡ βασιλὶς Εἰρήνη, γυνὴ σωφρονική τε καὶ ἀρχικὴ καὶ πολὺ τὸ μεγα λεῖον ἐπιδεικνυμένη τὸ βασίλειον. ἔχαιρε δὲ καὶ λόγοις καὶ σοφῶν ἠκροᾶτο μετὰ ἡδονῆς· ἐτίμα δὲ τούτους ὑπερ βαλλόντως, ὡς ἔστιν ἐκ τούτου γνῶναι. καὶ γὰρ ἐκλείψεως γινομένης, ἡλίου τὸν καρκίνον διοδεύοντος περὶ μεσημβρίαν, ἐπείπερ αὐτὸς οὕτω συμβὰν ἐν τοῖς βασιλείοις ἀπῆλθον- ἐσκηνοῦτο δὲ περὶ τοὺς τόπους οὓς ὀνομάζουσι Περίκλυστρα σὺν τῇ βασιλίδι ὁ βασιλεύς-ἠρώτηκέ με τὴν τῆς ἐκλεί ψεως αἰτίαν. καὶ αὐτὸς μὲν ἀκριβῶς οὐκ εἶχον ἐρεῖν- ἄρτι καὶ γὰρ τῶν τῆς φιλοσοφίας ἡψάμην ὀργίων παρὰ τοῦ σοφοῦ Βλεμμύδου διδασκόμενος-ὅμως μέντοι παρ' αὐτοῦ τῷ τότε ὅσον ἦν εἰκὸς ἐπιγνοὺς τήν τε τῆς σελήνης ἐπιπρόσθησιν αἰτίαν τῆς ἐπισκιάσεως ἔλεγον εἶναι, καὶ δο κεῖν μὲν ἐκλείπειν τὸν ἥλιον, οὐκ ἀληθῆ δὲ εἶναι τὴν τῆς φαύσεως στέρησιν, μᾶλλον μέντοι τοῦτο τὴν σελήνην πά σχειν, ἐπὰν τῷ σκιάσματι ἐμπέσῃ τῆς γῆς, διὰ τὸ ἐξ ἡλίου τὸ φέγγος αὐχεῖν. ἐπεὶ δὲ ὁ λόγος ἐπὶ μήκιστον παρετεί νετο, ἀντέλεγε δὲ τοῖς λεγομένοις ὁ ἰατρὸς Νικόλαος, ἀνὴρ ἥκιστα μὲν φιλοσοφίας μετασχών, ἄκρος δὲ τὴν οἰκείαν τέχνην καὶ μάλιστα τὴν διὰ πείρας γινωσκομένην· πάνυ δὲ οὗτος ἠγαπᾶτο τῇ βασιλίδι, ἀκτουαρίου δὲ εἶχε τιμήν. ἐπεὶ γοῦν ἀντέλεγεν οὗτος, αὐτὸς δὲ πλέον ἐστωμυλλόμην, ἐν τῷ μεταξὺ τῶν λεγομένων ἀπεκάλεσέ με ἡ βασιλὶς μωρόν· εἶτα δὴ ὥσπερ τι οὐ προσῆκον ἐργασαμένη, πρὸς τὸν βασι λέα στραφεῖσα «ἀπρεπῶς ἄρα εἰρήκειν» ἔφη «καλέσασα τοῦ τον μωρόν». καὶ ὁ βασιλεὺς «οὐ καινόν· μειράκιον γάρ ἐστιν». εἴκοσι γὰρ σὺν ἑνὶ τότε ὑπῆρχον ἐτῶν, καὶ οὐ πάμπαν ἀπᾴδει τούτου τὸ πρόσρημα. ἀλλ' ἡ βασιλὶς «οὐ χρεών» φησι «τὸν φιλοσόφους λόγους προφέροντα οὑτωσί γε προσ αγορευθῆναι παρ' ἡμῶν». ταῦτ'