ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας αὐτῶν ἐκτεμὼν καὶ δημεύσας ὑπερορίαις κατεδίκασε. Ταῦτα οὖν καταπραξάμενος προσκαλεῖται Γερμανὸν τὸν 57 τηνικαῦτα ἀρχιερέα πέμπτῃ καὶ εἰκάδι τοῦ Μαρτίου μηνὸς τῆς τρίτης ἰνδικτιόνος, τῇ σωτηρίῳ τοῦ Χριστοῦ ἀναστάσει, ἐν τῷ Τριβουναλίῳ λεγομένῳ δεκαεννέα ἀκουβίτων, στέφει τὸν υἱὸν Κωνσταντῖνον εἰς βασιλέα. Οἷον δὲ κατὰ τοὺς χρόνους ἐκείνους περὶ τὰς νήσους τῆς τε Θήρας καὶ Θηρασίας καλουμένας συμβέβηκεν, αἳ πρὸς τῷ Κρητικῷ πελάγει κεῖνται, παραδραμεῖν οὐκ ἄξιον. θέρους ὥρας ἐνεστηκυίας συνηνέχθη τὸν θαλάττιον βυθὸν πλεῖστον ὅτι καπνώδη ἀτμὸν ἐξερεύγεσθαι, ἐξ οὗ ἐπὶ πολὺ πυκνουμένου τοῦ ἀέρας πῦρ ἐξαφθῆναι, καὶ μετὰ τὸ πῦρ λίθους κισσιρώδεις διεκβρασθῆναι εἰς πλῆθος μέγιστον, ὥστε εἰς εἶδος νήσου τοὺς λίθους συστῆναι, ἑνωθῆναί τε τὴν γὴν τῇ Ἱερᾷ καλουμένῃ νήσῳ, ἣν δὴ καὶ αὐτήν φασι τῷ ὁμοίῳ τρόπῳ τοῦ βυθίου ἀναδοθῆναι χώρου, καθάπερ καὶ τὰς ῥηθείσας λόγος Θήραν καὶ Θηρασίαν νήσους. τῷ ἀπείρῳ δὲ πλήθει τῶν ἀναδιδομένων λίθων ἀνὰ πᾶσαν κατεστορέσθαι τὴν ἐκείνῃ θάλασσαν, ἐνθένδε τε ἀφικέσθαι ἄχρις Ἀβύδου καὶ τῆς Ἀσιάτιδος παραθαλασσίου. ὑπεκκαίεσθαι δὲ τὸ προσπελάζον ῥεῖθρον ὡς μηδὲ θιγγάνειν αὐτοῦ τινὰ ἱκανῶς ἔχειν. Ταῦτά φασιν ἀκούσαντα τὸν βασιλέα ὑπολαμβάνειν θείας ὀργῆς εἶναι μηνύματα, καὶ ἥτις αἰτία ταῦτα κεκίνηκε διασκέπτεσθαι. ἐντεῦθεν λοιπὸν κατὰ τῆς εὐσεβείας ἵσταται καὶ τῶν ἱερῶν εἰκονισμάτων μελετᾷ τὴν καθαίρεσιν ὡς ἐκ τῆς τούτων ἱδρύσεώς τε καὶ προσκυνήσεως γεγονέναι οἰόμενος τὸ τεράστιον, κακῶς εἰδώς. ἐκδιδάσκειν δὲ τὸν λαὸν τὸ οἰκεῖον ἐπεχείρει δόγμα. πολλοὶ γοῦν τὴν ὕβριν τῆς ἐκκλησίας ἀπωλοφύροντο. διὸ δὴ καὶ οἱ τὴν Ἑλλάδα καὶ τὰς 58 Κυκλάδας νήσους οἰκοῦντες οὐ προσιέμενοι τὸ δυσσέβημα πρὸς τὸν βασιλέα διαστασιάζουσι, καὶ πλεῖστον στόλον ἀθροίσαντες Κοσμᾶν τοὔνομα ἐφ' ἑαυτοῖς βασιλεύουσι. καὶ πρὸς τὴν βασιλεύουσαν ἧκον· οἷς συμμίσγουσι πολέμῳ οἱ τῆς πόλεως καὶ πολλὰς τῶν περὶ αὐτὸν νηῶν ἐνέπρησαν. οἱ δὲ τὴν ἧτταν θεασάμενοι τῷ βασιλεῖ προσφεύγουσι. τῶν δὲ περὶ αὐτὸν ἀρχόντων τις Ἀγαλλιανὸς ὄνομα, ταῦτα θεασάμενος καὶ τῆς σωτηρίας ἑαυτοῦ ἀπογνούς, σὺν τῇ πανοπλίᾳ ἑαυτὸν τῷ βυθῷ παραδέδωκε. Κοσμᾶς δὲ καὶ ἕτερός τις Στέφανος συλληφθέντες τὰς κεφαλὰς ἀπετμήθησαν. Τῷ δὲ ἐπιγενομένῳ θέρει πάλιν ἱππικὰ στρατεύματα τῶν Σαρακηνῶν πλεῖστα τῆς Ῥωμαίων ἀρχῆς κατέθεον, ὧν ἡγοῦντο Ἄμερος καὶ Μαυίας ὀνομαζόμενοι Σαρακηνοί· καὶ καταλαμβάνουσι πρὸς τὴν προκαθεζομένην τῆς Βιθυνίας πόλιν Νίκαιαν καλουμένην· ἐπί τινα χρόνον τῆς πολιορκίας ἐχόμενοι τέλος ἄπρακτοι ἀπεπέμποντο. Μετὰ δὴ ταῦτα ὁ βασιλεὺς ἀθροίζει πλεῖστον λαὸν τῆς πόλεως περὶ τὰ βασίλεια, καὶ συγκαλεῖ τὸν τότε τῆς πόλεως ἀρχιερέα Γερμανόν, καὶ συγγράφειν κατὰ τῆς καθαιρέσεως τῶν εἰκόνων τῶν ἁγίων ἠνάγκαζεν. ὁ δὲ παρῃτεῖτο καὶ τὴν ἱερωσύνην ἀπέβαλεν, λέγων ὡς "ἄνευ οἰκουμενικῆς συνόδου ἔγγραφον πίστιν οὐκ ἐκτίθεμαι". ἐκεῖθεν ἐπὶ τὸν πατρικὸν οἶκον γενόμενος αὐτοῦ τὸν τῆς ζωῆς βιοτεύων διετέλεσε χρόνον. μετ' αὐτὸν δὲ προχειρίζονται ἀρχιερέα Ἀναστάσιον κληρικὸν τῆς μεγάλης ἐκκλησίας τυγχάνοντα. ἐξ ἐκείνου τοίνυν πολλοὶ τῶν εὐσεβούντων, ὅσοι τῷ βασιλείῳ οὐ συνετίθεντο δόγματι, τιμωρίας πλείστας καὶ αἰκισμοὺς ὑπέμενον. Ἐν ᾧ δὲ οὕτω ταῦτα ἐπράττετο, ἐκπέμπει ὁ βασιλεὺς πρὸς τὸν τοῦ ἔθνους τῶν Χαζάρων ἡγούμενον, καὶ τὴν 59 αὐτοῦ θυγατέρα μεταπέμπεται καὶ τῷ υἱῷ Κωνσταντίνῳ εἰς γυναῖκα κατηγγύησε. χρόνου δὲ μεταξὺ παρελθόντος σεισμὸς ἐνσκήπτει κατὰ τὸ Βυζάντιον, μεθ' οὗ καὶ πόλεσιν ἑτέραις καὶ χώραις ἰσχυρῶς ἐπιφύεται. καὶ ἤδη ἄλλους τε πολλοὺς οἴκους καὶ ἱεροὺς ναοὺς καὶ στοὰς ἀθρόον ἐπικαταβάλλει, ἐκ πρώτων βάθρων αὐτῶν ἔστιν οὓς τούτων ἀνατρέψας, καὶ τὸν θεῖον νεὼν ὃν τῆς ἁγίας Εἰρήνης ἐπώνυμον καλοῦσι κατέσεισεν, ὃς πλησιαίτατα τῆς μεγάλης ἐκκλησίας ἵδρυται. μεθ' ὃν καὶ ὁ Ἀρκαδίου