1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

24

εἶπον, ὡς ἂν παραστήσαιμι ὅπως τε αὕτη ἐφίλει τοὺς λόγους καὶ τοὺς εἰδότας τούτους ἐτίμα. θνήσκει μέν, ὡς ἔφην, ἡ βασιλὶς αὕτη, οἶμαι δὲ καὶ τὴν τοῦ ἡλίου ἔκλειψιν τὸν αὐτῆς προσημᾶναι θάνα τον. καὶ κομήτης δὲ πρὸ μηνῶν ἓξ περὶ τὸ μέρος ἀνεφάνη τοῦ βορρᾶ· ἦν δὲ πωγωνίας καὶ διήρκεσε μῆνας τρεῖς, οὐκ ἐν ἑνὶ τόπῳ ἀλλ' ἐν διαφόροις φαινόμενος. Μετὰ βραχὺ δὲ καὶ ὁ Βουλγάρων ἄρχων Ἀσὰν ἐξ ἀνθρώπων ἐγένετο, ἀνὴρ ἐν βαρβάροις ἄριστος ἀναφανείς, οὐκ ἐν τοῖς οἰκείοις γὰρ μόνον ἀλλά γε δὴ καὶ τοῖς ἀλλοτρίοις. ἐχρή σατο καὶ γὰρ φιλανθρωπότερον τοῖς προσερχομένοις αὐτῷ ἐπή λυσι καὶ μάλιστα τοῖς Ῥωμαίοις, καὶ φιλοτίμως αὐτοῖς παρεῖχε τὰ σιτηρέσια. ἐπεὶ οὖν αὐτὸς ἐτεθνήκει, ὁ υἱὸς αὐτοῦ, ὃν Καλιμᾶνον ὠνόμαζον, ἐκ τῆς ἐξ Οὔγγρων τούτῳ γεγεννη μένος, τὴν ἀρχὴν ἀνεδέξατο. ἦν δὲ τῷ τοιούτῳ Καλιμάνῳ καὶ αὐτοκασιγνήτη, ἧς τοὔνομα Θάμαρ. ἐκ δὲ τῆς τοῦ Ἀγγέλου θυγατρὸς τῷ Ἀσὰν τρεῖς παῖδες γεγέννηνται, ἄρρην ὁ Μιχαὴλ καὶ θήλειαι, ὡς εἰρήκαμεν, ἡ Μαρία καὶ ἡ Ἄννα. ὁ μὲν οὖν Καλιμᾶνος τὴν πατρικὴν ἀρχὴν ἀνα ζωσάμενος καὶ τὰς μετὰ τοῦ βασιλέως Ἰωάννου σπονδὰς ἀνενεώσατο, καὶ εἶχον εἰρήνην ἐν τοῖς τοιούτοις τὰ πράγ ματα. τοῦ δὲ Μανουὴλ τοῦ ἀδελφοῦ Θεοδώρου τετελευ τηκότος, τὴν κρατουμένην παρ' αὐτοῦ χώραν ὁ ἀνεψιὸς αὐτοῦ Μιχαὴλ κατέσχε καὶ τῇ αὐτοῦ προσήρμοσε χώρᾳ· καὶ ἦσαν αὖθις εἰρηνεύοντες ὅ τε Θεόδωρος ὁ Ἄγγελος, τὸν υἱὸν αὐτοῦ Ἰωάννην ἔχων ἐν Θεσσαλονίκῃ καὶ τοῖς περὶ αὐτὴν βασιλικῶς φημιζόμενον, καὶ ὁ θεῖος αὐτοῦ Κωνσταντῖνος δεσπότης καὶ οὗτος καλούμενος, καὶ ὁ ἀνε ψιὸς αὐτοῦ Μιχαήλ.

40 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης, ἐπειδὴ ὁ Βούλγαρος Ἀσὰν ἐκποδὼν ἐγένετο καὶ μειράκιον ἦρχε τῆς τῶν Βουλ γάρων, ἀδείας δραξάμενος ἐπεχείρησε τὴν βασιλικὴν κατα λῦσαι κλῆσιν τὴν ἐπιφημιζομένην τῷ Ἰωάννῃ τῷ υἱῷ τοῦ Ἀγγέλου. καὶ πρῶτον μηνύμασιν ὑποποιεῖται τὸν αὐτοῦ πατέρα Θεόδωρον. καὶ δῆτα οἷος ἐκεῖνος ἀπροόπτως ἐπι χειρῶν ἐν τοῖς πράγμασι, μηδέν τι τῶν συμβησομένων ὑπι δὼν προσέρχεται τῷ βασιλεῖ Ἰωάννῃ. καὶ ὑποδέχεται αὐτὸν οὗτος ἀσμένως καὶ τετίμηκε, θεῖόν τε τοῦτον ἀποκαλῶν κἀν τῇ αὐτοῦ συγκαθίζων τραπέζῃ καὶ τῶν λοιπῶν φιλο φρονημάτων μεταδιδούς. ἐπεὶ δὲ τοῦτον ἐν χεροῖν ἔσχεν ὁ βασιλεύς, ἔτυχε δὲ καὶ ταῖς αὐτοῦ δυνάμεσι ταῖς Ῥωμαϊ καῖς στράτευμα ἀξιόμαχον προστεθὲν ἐκ Σκυθῶν-τού τους γὰρ πρὸ βραχέος δώροις τε καὶ δεξιώσεσι ποικίλαις ὁ βασιλεὺς Ἰωάννης χειροήθεις τε πεποίηκεν ἐξ ἀγριωτέρου τοῦ ἤθους καὶ τῆς Μακεδόνων ἀπέσπασε καὶ πρὸς τὰ τῆς ἕω διεπέρασε μέρη-τούτοις μᾶλλον θαρρήσας καὶ μη δέν τι δεινὸν ἐκ Βουλγάρων προσδοκῶν, τὸ μὲν διὰ τὰς γεγενημένας σπονδάς, τὸ δὲ καὶ διὰ τὸ ὑπὸ μειρακίου τὰ τῶν Βουλγάρων διεξάγεσθαι, ἀπάρας τῆς ἕω ὁ βασιλεὺς καὶ διαπεραιωθεὶς τὸν Ἑλλήσποντον, τὰς ἐκ τῶν Ῥωμαϊκῶν στρατευμάτων δυνάμεις καὶ τὰς ἐκ τῶν Σκυθῶν μεθ' ἑαυ τοῦ ἔχων χωρεῖ κατὰ τοῦ ἐν Θεσσαλονίκῃ βασιλεύειν φημι ζομένου Ἰωάννου. ἐπεὶ δὲ παρῆλθε τὰ τῆς Θρᾴκης καὶ Μακεδονίας χωρία, ἤδη δὲ καὶ τὴν Χριστούπολιν παρήμειψε καὶ τὸν Στρυμόνα, τῷ φρουρίῳ τῆς Ῥεντίνης προσέσχεν, ὑπό τινων τηρουμένῳ τῶν Ἰωάννου· οἳ καὶ πρὸ τοῦ τὰ στρατεύματα τοῦ βασιλέως Ἰωάννου ἰδεῖν καταλιπόντες τὸ φρούριον, φυγῇ χρησάμενοι δρομαῖοι τὴν Θεσσαλονίκην εἰσ ῄεσαν. ἔρημον δὲ ἀνδρῶν πολεμιστῶν εὑρόντες οἱ τοῦ βασιλέως κατέσχον αὐτὸ καὶ φυλακὴν ἐγκατέστησαν. ὁ δὲ βασιλεὺς τὴν στρατιὰν ἅπασαν συλλεξάμενος ἐγγύς που τῆς Θεσσαλονίκης ὡσεὶ σταδίους ὀκτὼ τὴν σκηνὴν πήγνυσι· κῆπος τοῦ Προβατᾶ ἡ κλῆσις τοῦ τόπου. ἑλεπόλεις μὲν καὶ μηχανήματα οὐκ ἦν αὐτῷ εὐχερὲς κατὰ τῆς τοσαύ της πόλεως στήσασθαι κἀντεῦθεν μετὰ μάχης τοιᾶσδε χει ρώσασθαι, ἐκδρομὰς δὲ ἐποίει διὰ τῶν στρατευμάτων καὶ τὰ πέριξ πάντα ἐλήιζε, καὶ μάλιστα διὰ τῶν Σκυθῶν. πάντα γοῦν λείαν ἐποίουν. εἶχε δὲ μεθ' ἑαυτοῦ καὶ τριή ρεις, ὧν ἦρχεν ὁ Κοντοφρὲ Μανουήλ.