1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

25

ἔγκριτοι δὲ τῷ βα σιλεῖ παρείποντο ἄνδρες, ὁ Τορνίκης ∆ημήτριος, τὰ κοινὰ διέπων καὶ μεσιτεύων ταῖς ὑποθέσεσιν, Ἀνδρόνικος ὁ Παλαιο λόγος, ὃς τὴν τοῦ μεγάλου δομεστίκου περιεζώννυτο δύνα μιν, τὰ τῶν στρατευμάτων διεξάγων πράγματα, καὶ ἄλλοι πλείους εἰς ἡγεμόνας ἀποτεταγμένοι, ὅ τε Ῥαοὺλ Ἀλέξιος πρωτοβεστιάριος ὤν, ὁ ἐπὶ τῆς τραπέζης Νικηφόρος ὁ Ταρ χανειώτης, ὁ Κοντοστέφανος ὁ τὴν πρωτοσεβαστοῦ ἔχων ἀξίαν, ὁ Πετραλίφας μέγας χαρτουλάριος ὠνομασμένος, καὶ ἄλλοι τῶν ἐπιφανῶν οὐκ ὀλίγοι. ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης παρακαθήμενος ὅσα ἦν εἰκὸς ποιεῖν ἐποίει κατὰ τῆς πόλεως. οἱ δὲ ἐντὸς οὐκ ἀπώκνουν ἐργάζεσθαι, ἀλλὰ καὶ οὗτοι ἐκδρομὰς τῶν πυλῶν ἐξιόντες κατὰ τῶν τοῦ βασι λέως ἐποίουν. οὐ συχναὶ παρῆλθον ἡμέραι, καὶ τὸ τῶν Ταχαρίων ἔθνος κατὰ τῶν Μουσουλμάνων χωρῆσαν καὶ πόλεμον κατ' αὐτῶν συρρῆξαν νενίκηκε. καὶ ὁ λόγος φθά νει πρὸς τὸν βασιλέα, διαμηνυθεὶς παρὰ τοῦ υἱέος αὐτοῦ τοῦ βασιλέως Θεοδώρου· τοῦτον γὰρ καταλελοίπει περὶ τὰ μέρη τῶν Πηγῶν διατρίβειν, ἀφεὶς μετ' αὐτοῦ καὶ τὸν Μουζάλωνα Ἰωάννην, μυστικὸν μὲν ὄντα ὅτε τοῖς κοσμικοῖς συνετάττετο, τότε δὲ μοναχὸς ἦν, ἀνὴρ ὀξύνους καὶ δραστή ριος καὶ βασιλικοῖς τῶν ἄλλων πλέον ἐμπρέπων πράγμασι, καὶ τὸν Λιβαδάριον Μιχαήλ, μέγαν ἑταιρειάρχην ὄντα. ὡς γοῦν τῆς φήμης ὁ βασιλεὺς ᾔσθετο, σιωπὴν παραγγεί λας τοὺς εἰδότας ἄγειν καὶ μηδενὶ περὶ τούτου κοινωνεῖν, εἰς συμβιβάσεις μετὰ τοῦ ἐντὸς Ἰωάννου χωρεῖ, πρέσβιν ἐν τούτοις λαβὼν τὸν Ἰωάννου πατέρα τὸν Ἄγγελον Θεόδωρον. πληρουμένων γοῦν ἡμερῶν τεσσαράκοντα ἐγένοντο αἱ σπον δαὶ καὶ οἱ ὅρκοι προέβησαν· τὰ μὲν γὰρ ἐρυθρὰ πέδιλα ἀπεβάλλετο καὶ τὴν περιμάργαρον πυραμίδα, εἰς ἣν καὶ λί θος ὑπερκάθηται κόκκινος, βασιλικὰ ταῦτα σύμβολα, τετίμη ται δὲ πρὸς τοῦ βασιλέως τῷ δεσποτικῷ ἀξιώματι, καὶ εὔνους ἀνεφάνη τῷ βασιλεῖ. ταῦτα διαπραξάμενος ὁ βασι λεὺς παλινοστεῖ πρὸς τὴν ἕω, καταλιπὼν δεσπότην τὸν βασιλέα καὶ ὑποχείριον, ὅρκοις συνδήσας τοῖς εἰωθόσι καὶ δώροις εἰκόσι δεξιωσάμενος καὶ πάντας τοὺς ὑπ' ἐκεῖνον φιλοφρονησάμενος χρήμασι. καταλελοίπει δὲ μετ' αὐτοῦ καὶ τὸν πατέρα τούτου Θεόδωρον.

41 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης κατειλήφει τὴν ἕω. τὴν γοῦν χειμερινὴν τότε παραμείψας ὥραν ἐν τῷ Νυμφαίῳ, ὡς ἔθος ἦν αὐτῷ, ἀπάρας ἐκεῖθεν περὶ τὴν Λάμψακον ᾔει· κἀκεῖσε τὸ θέρος διαβιβάσας καὶ τὴν τῆς ὀπώρας ὥραν, ἐπεὶ ὁ χειμὼν ἤρξατο, τοῦ χώρου μεταβὰς περὶ τὰ τῶν Πηγῶν ἐχώρει μέρη. μεγίστου δὲ χειμῶνος πεπείραται καθ' ὁδόν, ἀρξαμένου μὲν ἐπὰν ὁ βασιλεὺς εἰς τὴν Σιγρη νὴν ἐσκήνωσεν· ἡμέρας δύο δὲ τῇ δριμύτητι τούτου καὶ τῇ σφοδροτάτῃ φορᾷ τῆς χιόνος τεταλαιπώρηκε, μέχρις ἂν κατηντήκει ἐς τὸ τῶν Πηγῶν ἄστυ. πολλοὶ γοῦν καθ' ὁδὸν ἐτεθνήκεισαν καὶ πολλαί· μέχρι γοῦν τριακοσίων, ὡς οἱ ἀριθμήσαντες ἔφασκον, ὑπὸ τῆς χιόνος κατεχώσθησαν, μὴ δυνάμενοι ἀντωπῆσαι τῇ τοῦ πνεύματος φορᾷ. οὐδεὶς γοῦν τῶν ἰδόντων ἔλεγε γινώσκειν γεγενῆσθαί ποτε τοιοῦ τον χειμῶνα. ἦγε δὲ τῷ τότε ὀκτωκαιδεκάτην μὴν ὁ ∆εκέβριος, ἔτος δὲ ἦν ἐπὶ τῷ ἑξακισχιλιοστῷ καὶ ἑπτακοσι οστῷ τὸ τεσσαρακοστὸν οἶμαι πρῶτον. ὁ μὲν οὖν βασιλεὺς ἐν τῷ τῶν Πηγῶν ἄστει διημερεύσας, μέχρις ἂν τὸ πολὺ τοῦ χειμῶνος λωφήσῃ, ἐξιὼν ἐκεῖθεν εἰς τὸ Νύμφαιον ἀπῄει, καὶ ἦν ἐκεῖσε μέχρι καὶ τῆς τοῦ ἔαρος ἐπιλάμψεως. Ἐπεὶ γοῦν, ὡς εἰρήκειμεν, ἡ τῶν Μουσουλμάνων παρὰ τῶν Ταχαρίων καταλέλυται στρατιά, σουλτὰν δὲ ἦρχεν αὐτῶν, οὗ κλῆσις Ἰαθατίνης, υἱὸς τοῦ σουλτὰν Ἀζατίνη, φαῦλος ἐξ ἀγαθοῦ ἀρχὸς γεγονώς· πότοις γὰρ ἔχαιρε καὶ ἀσελγείαις καὶ κοίταις ἀλλοκότοις τε καὶ ἀτόποις, καὶ συνῆν ἀεὶ ἀν θρωπίσκοις οὐκέτι λόγον εἰδόσιν οὐδ' ἀνθρωπίνην φύσιν τὸ σύνολον. ὁ πατὴρ δὲ αὐτοῦ οὐ τοιοῦτος ἦν, ἀλλ' ἡττᾶτο μέν, οὐ σφόδρα δέ, τῶν ἀσελγειῶν· διὸ καὶ βέλτιον τῶν πρὸ αὐτοῦ ἐστρατήγει καὶ φιλίως πρὸς τὸν βασιλέα διέκειτο. ἀλλ' οὗτος, οἷς ἔχαιρε, πλησμίως τούτων ἀπώνατο. πεπεί