Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε τοῦ μεγίστου λιμοῦ τοὺς Βυζαντίους κατατείνοντος πολλοὺς μὲν συνέβαινε διαφθείρεσθαι, ἄλλους ὑπὲρ τειχῶν ἑαυτοὺς ἔξω ῥίπτειν βιαζομένους. οἱ δὲ καὶ δώροις ἔπειθον τοὺς ἐπὶ τῶν πυλῶν φύλακας κρύβδην ἐξ 62 ιέναι τῆς πόλεως. Κωνσταντῖνος δὲ ἅπαντας εὐμενῶς ἐδέχετο καὶ περιεποιεῖτο μάλιστα. αὖθις οὖν Νικήτας ἐπιστρατεύει καὶ μέχρι Χρυσοπόλεως παραγίνεται. Κωνσταντῖνος δὲ πάλιν αὐτῷ ἐπιτίθεται καὶ κατὰ τὴν Νικομηδέων καταλαμβάνει πόλιν, καὶ αὐτὸν μὲν χειρωσάμενος σιδήροις ἐδέσμει, Μαρκελλίνου δὲ τοῦ συνόντος αὐτῷ ἀρχιερέως τῆς Γαγγρηνῶν μητροπόλεως τὴν κεφαλὴν ἐξέτεμε. κἀκεῖθεν ἐπανελθὼν παραλαμβάνει τὸ Βυζάντιον. Ἀρτάβαζος δὲ ἀποδρὰς πρὸς τὴν ἐν Βιθυνίᾳ Νίκαιαν πόλιν διασώζεται, καὶ τοὺς ἐν αὐτῇ ἀνέπειθεν ὡς ἥκοι στρατολογήσων καὶ δύναμίν τινα ἐκεῖ περιβαλλόμενος. ἐξ ὧν ὀλίγους στρατιώτας προσλαβὼν ἐπὶ τὸ φρούριον τὸ λεγόμενον Πουζάνης ἀπιὼν ἐγκατακλείεται. Κωνσταντῖνος δὲ ἀπόμοιραν εἰς δίωξιν αὐτοῦ ἐκπέμψας αὐτόν τε χειροῦται, καὶ σὺν τοῖς υἱέσιν αὐτοῦ δεσμώτας ἐπὶ ἀγῶνος ἱππικοῦ ἕλκων θριαμβεύει ἐκεῖθέν τε ἐν εἱρκτῇ τηρεῖσθαι ἀσφαλῶς παραδέδωκεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ, καὶ Σισίννιος ὁ πατρίκιος τυραννίδα ἐφωράθη κατὰ Κωνσταντίνου μελετήσας, ἐφ' ᾗ διαγνωσθεὶς τοὺς ὀφθαλμοὺς ἐκκόπτεται. μετὰ ταῦτα δὲ καὶ Ἀρτάβαζος καὶ οἱ αὐτοῦ υἱοὶ τῇ αὐτῇ τιμωρίᾳ ᾐκίσθησαν. Ταῦτα οὕτω τὰ τῆς ἰδίας ἀρχῆς διαθεὶς Κωνσταντῖνος μετὰ χρόνον οὐ πολὺν κατὰ τὴν χώραν τῶν Σαρακηνῶν ἐκστρατεύει, ὧν εἷλε πόλιν Γερμανίκειαν τῆς Εὐφρατησίας χώρας. εἰσπίπτει δὲ κατὰ τὴν βασιλεύουσαν καὶ τὰς κύκλῳ χώρας†, καὶ καθ' οὓς τόπους τὸ φθοροποιὸν ἐπεφύετο πάθος, ἅπαν ἀνθρώπων γένος ἐπινεμόμενον διώλλυέ τε καὶ ἄρδην ἐξηφάνιζε. διεσώθη δ' ἄν τις θείᾳ πάντως βουλή 63 σει, ὅστις ὡς πορρωτάτω τούτων τῶν χωρῶν ἀπέδρα. ἐπετείνετο δὲ τὰ τῆς φθορᾶς μάλιστα περὶ τὸ Βυζάντιον. τεράστια δ' οὖν καὶ δείματα ἐξαπίνης ἐφαίνετο· (τύποι σταυροειδεῖς ἔν τε ταῖς τῶν ἀνθρώπων στολαῖς καὶ τῶν ἱερῶν ἐσθημάτων ἐπανατέλλοντες, θύραις τε ὡσαύτως καὶ τοῖς τῶν θυρῶν σταθμοῖς,) ἃ δὴ φαινόμενα φρίκην μεγάλην καὶ ἀπορίαν πᾶσιν ἐνέτικτεν ὡς παραχρῆμα τὸν ὄλεθρον μηνύοντα ἔσεσθαι. ὥσπερ δὲ ἐξεστηκότες τῷ δέει οἱ ἄνθρωποι καὶ φαντασιούμενοι ἐδόκουν αὑτοῖς ὡς ξένοις τισὶ συνοδεύειν καὶ εἰδεχθέσιν ἀνθρώποις, καὶ εἶτα ὡς γνωρίμοις δῆθεν τοῖς ἐντυγχάνουσι προσαγορεύοντες, καὶ τὰ πρὸς τὴν ὁδὸν ὡμιλημένα ἑτέροις ἔπειτα ἀφηγούμενοι· καὶ ἄλλοι φάσμασί τισιν ἐκδειματούμενοι ἑώρων ξίφεσιν ἀλλήλους τινὰς βάλλοντας. καὶ δὴ οὕτω τὰ πλεῖστα ἐξέβαινεν. οὐδὲ οἷοί τε ἦσαν οἱ περισωζόμενοι τῶν ἀποιχομένων ταφῇ παραδιδόναι τὰ σώματα καὶ τὴν ὁσίαν ἐπ' αὐτοῖς ποιεῖσθαι, ὀλιγοστοὶ μάλα πλείστους ἄγαν ἐκκομίζοντες. διὸ μηχανὰς ἔκ τινος περινοίας κατεσκεύαζον, σεσαγμένοις τοῖς ἀχθοφόροις ζῴοις σανίδας ἐπιστρωννύντες καὶ ἐπὶ μέγα τι χωρίον ἀπευρύνοντες τὸ μηχάνημα, οὕτω τε τὰ πλεῖστα τῶν πτωμάτων ἀκόσμως καὶ ὡς ἂν ἔτυχεν ἐπετίθεσαν. ἤδη δὲ καὶ ἅμαξαι πρὸς τὴν ἐκφορὰν τοῦ πλήθους τῶν νεκρῶν φορούμεναι ὑπηρέτουν, τῶν ὑποζυγίων αὐτοῖς μὴ ἐπαρκεῖν ἔτι δυναμένων. ἐπιλελοίπασι δὲ εἰς ἅπαξ καὶ οἱ τάφοι, ὥστε καὶ τὰς ἀνύδρους τῶν δεξαμενῶν νεκρῶν ἐμπλησθῆναι σωμάτων. ἄρουραι δὲ ἀνετέμνοντο καὶ ἀμπελῶνες διωρύσσοντο καὶ κῆποι διεσκάπτοντο πρὸς τὴν τῶν ἀπείρων σωμάτων ταφὴν καινοτομού 64 μενοι. ἐξ ὧν συνέβαινε τοὺς πλείονας τῶν οἴκων κατακλείστους πάμπαν γίνεσθαι. παρέτεινε δὲ τὰ τῆς θραύσεως μέχρις ἐνιαυτοῦ, καὶ ἐξ ἐκείνου ἐνεδίδου τὰ πλεῖστα, καὶ κατὰ μικρόν, ὥσπερ τὴν ἀρχὴν ηὔξανεν, οὕτω δὴ καὶ ἐλώφησεν ἡ φθορά. ταῦτα ἐκρίνετο τοῖς ὀρθὰ φρονεῖν εἰδόσιν ἐκ θείας ἐπισκήπτειν ὀργῆς, ἡνίκα ὁ τότε ἀθέως καὶ δυσσεβῶς κρατῶν, καὶ ὅσοι αὐτῷ συνῄνουν τῷ ἀθέσμῳ φρονήματι, τὰς χεῖρας ἐπαφεῖναι κατὰ τῶν ἁγίων ἀπεικονισμάτων εἰς ὕβριν