1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

27

μονῆς, ἀνὴρ αὐχῶν μὲν εἰδέναι πολλά, ὀλίγων δὲ ἴδρις ὤν. ἀλλ' οὗτος τρεῖς καὶ μόνους μῆνας ἐπαπολαύσας τοῦ θρόνου τετελεύτηκεν. ἐστέρετο γοῦν ἀρχιερέως ἡ ἐκκλησία. ὁ γὰρ βασιλεὺς Ἰωάν νης ἐν τοῖς τοιούτοις μὴ πρόχειρος ὢν οὐκ εὐχερῶς εἶχεν ἐκ τοῦ προχείρου τὸν ἄξιον ἐφευρεῖν, ἢ μᾶλλον τὸν ἐκείνῳ ἀρέσοντα· μάλιστα γὰρ οἱ κρατοῦντες τοὺς πρὸς ἀρέσκειαν ἐν τούτοις προσίενται, ὡς ἂν μή τινας ἔχοιεν ἀντερίζοντας τοῖς βουλήμασι. παρερρύη γοῦν χρόνος συχνός, καὶ οὐκ ἦν ὁ διεξάγων τὸ ποίμνιον.

43 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης, ὡς ἔφημεν, εἰς τὴν ἀντιπέραν καὶ δυτικὴν ἐποιεῖτο τὸν βάδον χάριν τοῦ τὰς ἐκεῖσε χώρας καὶ τὰ ἐν αὐτοῖς κατοπτεύσασθαι ἄστη· καὶ μέχρι γὰρ τοῦ οὕτω πως ὀνομαζομένου ἄστεος Ζίχνα, ἐγγύς που ὄντος Σερρῶν, ἁπάντων ἐδέσποζεν. ἦρχε μὲν τότε Βουλγάρων ὁ τοῦ Ἀσὰν υἱὸς Καλιμᾶνος, δωδεκέτης ὤν. ἐπεὶ γοῦν περὶ τὰ μέρη τοῦ Κισσοῦ ὁ βασιλεὺς γένοιτο κἀκεῖσε διημερεύσας τὴν ἐπαύριον τῆς πορείας εἴχετο, ἐπεφθάκει δὲ περὶ τὸν ποταμὸν Ἕβρον, πλησίον τῆς μονῆς τοῦ Βηρὸς ὀνομαζομένης ποιούμενον τὰς ῥοάς, Μαρίτζαν δὲ καλούμενον χωριτικῇ διαλέκτῳ. κατὰ δὲ τὸ μέσον τοῦ ποταμοῦ γενομένου τοῦ βασιλέως-ποσὶ γὰρ ἵππων ὑπῆρχε βατός, ἐπείπερ θέρους τέλος ἐτύγχανε· φθίνοντος γὰρ τρίτη ἢ καὶ τετάρτη Σεπτεβρίου ἦν-μήνυμα διακεκόμισται σεσημασμένον γραφῇ σταλείσῃ παρὰ τοῦ τὴν δημόσιον τῆς Ἀχριδῶν κρατοῦντος ἀρχήν, ὡς ὁ Καλιμᾶνος ὁ τῶν Βουλγάρων ἄρχων τὸν βίοτον ἐξεμέτρησεν, ὥς τινες μὲν ἔφασκον, φυσικῇ νόσῳ τοῦτο παθών, οἱ δ' ἄλ λως ἔλεγον, ὡς ἐναντιόφροσι τούτῳ πόματι κρύφα ἐσκευασμέ νῳ πρὸς μόρον διέφθαρται. ἀλλ' οὗτος μὲν εἴθ' οὕτως εἴτ' ἄλλως ἐξ ἀνθρώπων ἐγένετο, καὶ ἦν ὁ λόγος ἀληθείας ἐχόμενος· συνεχέσι γὰρ διεβεβαιοῦτο μηνύμασιν. Ὁ μὲν οὖν βασιλεὺς ταῦτα μαθὼν τοῦ πρόσω εἴχετο, καὶ τάχος φθάνει τὴν Φιλίππους, παραμείψας Χριστούπολιν. κἀκεῖσε σκέψιν ἐποιεῖτο μετὰ τῶν αὐτοῦ λογάδων, εἰ δεῖ προσ βαλεῖν τοῖς τῶν Βουλγάρων καὶ χειρώσασθαί τινα τῶν παρ' αὐτοῖς κρατουμένων, καὶ εἰ εὐχερές ἐστιν ἁλῶναι ἡμῖν τὸ τῶν Σερρῶν ἄστυ. τινὲς μὲν ἀπηγόρευον τῷ βασιλεῖ τὴν κατὰ τῶν Βουλγάρων μάχην· οὐ γὰρ ἀξιόμαχον ἔλεγον ἄγειν στρατόν, ἐπεὶ μηδὲ πρὸς μάχην ηὐτρέπιστο, ἀλλὰ κατὰ μόνην θέαν τῶν αὐτοῦ ἐποιεῖτο τὴν κίνησιν. τὸ δὲ τῶν Σερρῶν ἄστυ, ᾧ πρώτως προσβαλεῖν ἔδει, ἄμαχον μέν ἐστιν ἐκ τοῦ ὑπερκεῖσθαι τῆς γῆς, κυκλωθῆναι δὲ τοσούτῳ στρατεύματι οὐκέτι ῥᾷόν ἐστιν· ἑλεπόλεις δὲ στῆσαι κατ' αὐτοῦ τῶν ἀμηχάνων καθέστηκε. προσβαλεῖν δὲ καὶ μετὰ πεῖραν ἀποκρουσθῆναι αἰδὼς μὲν ὑπάρχει τῷ κράτει τῆς τῶν Ῥωμαίων ἀρχῆς-φήμη γὰρ αὐτοῖς ἐπὶ τοῖς τοι ούτοις πάνυ πολλὴ-καὶ τὸ πρὸς μάχην παροτρῦναι Βουλγάρους ἐφησυχάζοντας οὐκέτι συμφέρει. ταῦτα συν εβούλευον οἱ τὸν βασιλέα τῆς ἐγχειρήσεως ἀποτρέποντες. ὁ δὲ Παλαιολόγος Ἀνδρόνικος, ὃν μέγαν δομέστικον ὁ λό γος μοι προϊστόρησε, τὰ ἐναντία μᾶλλον τῷ βασιλεῖ συν εβούλευε· «καὶ ἀποπειρᾶσθαι χρὴ τοῦ ἄστεος τῶν Σερρῶν· καὶ εἰ μὲν κρατήσαιμεν τούτου, κέρδος ἐσχήκαμεν οὐ μικρόν, καὶ μᾶλλον τὰ τῶν Βουλγάρων ταπεινωθήσονται καὶ τὴν τῆς ἀγάπης πρεσβείαν εὐχερέστερον δέξαιντο, ἐπεὶ καὶ ἐκ ποδὼν αὐτῶν ὁ δεσπότης, μέλλει δὲ καὶ ἄλλο βρέφος ἄρξαι τῶν Βουλγάρων, ὁ ἐκ τῆς Εἰρήνης τῆς τοῦ Ἀγγέλου Θεο δώρου τῷ Ἀσὰν γεννηθεὶς Μιχαήλ. εἰ δὲ μὴ περιγενέσθαι ἡμᾶς συμβαίη τοῦ ἄστεος, τί τὸ ζημίαν ἐπάγον τῇ τῶν Ῥωμαίων ἀρχῇ; λαβόντες γὰρ διάπειραν ἠρεμήσομεν καὶ πάλιν διαπρεσβεύσομεν πρὸς Βουλγάρους, κἀκεῖνοι ἀσμένως τὴν πρεσβείαν δέξαιντο ὑπὸ βρέφους ἀρχόμενοι, ὅ, τι τὰ πρὸς μάχην οὐκ οἶδεν. ἕκαστος δὲ τὰ τῆς εἰρήνης φιλεῖ, τῆς ἀναπαύσεως στοχαζόμενος.» Ἔδοξε τῷ βασιλεῖ ἄριστα βεβουλεῦσθαι τὸν μέγαν δομέστικον, καὶ δὴ τῆς πρὸς τὰς Σέρρας φερούσης ὡς εἶχεν ἥψατο, σχεδόν τ' ἐκείνων γενόμενος ἐπήξατό τε τὰς σκηνὰς καὶ κατ' αὐτῶν ἐστρατοπεδεύσατο, οὔκουν μὲν δι' ἀξιομάχου στρατοῦ, οὐ