1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

28

γὰρ ηὐμοίρει τότε τοσούτων, κα θὼς εἰρήκαμεν, στρατηγίᾳ δὲ καὶ μεθοδεύμασιν ἀπεπειρᾶτο τοῦ ἄστεος. ἐπεὶ δ' αἱ Σέρραι πάλαι μὲν ὑπῆρχε πόλις μεγίστη, ὁ δὲ Βούλγαρος Ἰωάννης μετὰ τῶν λοιπῶν Μακε δονικῶν πόλεων καὶ ταύτην πολιορκήσας κατήρειψεν, ὡς κώμη τότε ἐτύγχανε, τῆς ἀκροπόλεως μόνης περιτετει χισμένης καὶ ηὐτρεπισμένης δέξασθαι πόλεμον· ἧς φύλαξ ἦν ἀνὴρ Βούλγαρος ∆ραγωτᾶς τὴν κλῆσιν, ἐς Μελενίκον τὰς οἰκήσεις ποιούμενος. ἐπεὶ γοῦν ἡ κάτω πόλις Σερ ρῶν ἀτείχιστος ἦν-λίθοις γὰρ καὶ μόνοις ἀσβέστου δίχα καὶ μὴ ἀνηγμένοις εἰς ὕψος τὰ τεθραυσμένα τάχα περιεφράγνυτο-τοὺς ἐπὶ μισθῷ τοῖς στρατιώταις δου λεύοντας, οὓς καὶ Τζουλούκωνας ἡ χυδαία γλῶττα κατονο μάζει, συναθροίσας ὁ βασιλεὺς κρατῆσαι ταύτης ἠρέθιζεν, ἐπεὶ καὶ τῶν ἀναγκαίων ἐσπάνιζον· οἳ καὶ οἴκοθεν ἐκινοῦντο πρὸς τὸ εὐπορῆσαι τῶν χρειωδῶν. ὁρῶντες δὲ καὶ τὴν χώραν εὐεπίβατον, τὰ τόξα λαβόντες, ἔτι δὲ καὶ τὰς σπάθας, καί τινας σανίδας ἐξαυτοσχεδιάσαντες ὡς ἀσπίδας καὶ ταύ τας προβεβλημένοι, τὸ ἀρεϊκὸν ἀλαλάξαντες χωροῦσι κατὰ τῆς χώρας αὐτοβοεί, καὶ ἐν οὐ πολλαῖς ὥραις ἐντὸς ἐγέ νοντο. σκυλεύουσι γοῦν τὰ παρευρεθέντα. οἱ δέ γε ἐντός, ὅσοι μὴ ἐπεφθάκεισαν εἰς τὴν ἀκρόπολιν ἀναδραμεῖν, ἱκέται πρὸς τὸν βασιλέα ἐξῄεσαν. ἐπεὶ δὲ ὁ κρατῶν τοῦ ἄστεος ∆ραγωτᾶς τὴν κάτω χώραν εἶδεν ἁλοῦσαν, ἀνὴρ Βούλγαρος καὶ ἥκιστα πεπαιδευμένος ἄστυ χρονίως διαφυλάττειν, μα θὼν δὲ καὶ τὸν τοῦ δεσπότου αὐτοῦ θάνατον, τύχῃ ἀγαθῇ οὐ διὰ μακροῦ καρτερήσας διαπρεσβεύεται πρὸς τὸν βασιλέα. καὶ τὸ μὲν ἄστυ εὐθὺς τὸν βασιλέα ἐφήμιζεν, ἁλουργὸν δὲ χλαῖναν ὁ ∆ραγωτᾶς χρυσίῳ συνυφασμένην ἐνεδέδυτο καὶ στατήρων πλῆθος χρυσῶν ἐδέδεκτο. ὑποσχέσεις γοῦν ὑπὲρ τοῦ Μελενίκου λαμπρὰς πρὸς τὸν βασιλέα ἐποιεῖτο, μᾶλλον καὶ ὑπεράγαν ἀληθεῖς.

44 Πάντα γοῦν ταῦτα πρὸς τοῦ βασιλέως λαβὼν ὁ ∆ραγωτᾶς καὶ ὡς δέλεαρ ὑποβεβλημένος ἀπῄει. ἐπεὶ δὲ φθάσοι ἐς Μελενίκον, πάντα προῦπτα τοῖς ἐποίκοις ποιεῖται καὶ σφᾶς αὐτοὺς διεγείρει προδοῦναι τὸ ἄστυ τῷ βασιλεῖ, ἐν τῷ φανερῷ μὲν οὐ ταῦτα λέγων, κρύφα δὲ τοῖς πλείστοις περὶ τούτου κοινολογούμενος. ἐπεὶ δὲ ὁ τὴν ἡγεμονίαν διέπων τοῦ ἄστεος ὁ Λιτοβόης Νικόλαος κατάνοσος ἦν καὶ τῇ κλίνῃ ταῖς τῶν ποδῶν ἀλγηδόσι προσπεπατταλευμένος, ἐλευθέρως εἶχον οἱ πάντες διαπράττεσθαι σφίσι τὰ βουλητά. ἐπεὶ δὲ καὶ ὁ Μαγκλαβίτης Νικόλαος εἷς ἦν τῶν ἐπιφανε στέρων ἐν τοῖς τοῦ Μελενίκου οἰκήτορσιν, ἀνὴρ δραστήριος καὶ δεινὸς καιρικαῖς περιπετείαις συμμεταβάλλεσθαι, τὰ τοῦ ∆ραγωτᾶ φωράσας καὶ γνούς, ὡς δυνηθείη ἂν τὰ ὑπεσχη μένα τῷ βασιλεῖ διαπράξασθαι, τοῦ πλήθους τὸ πλεῖον ὑπαγαγών, τοῦ κρύφα λέγειν ἀποστὰς ἐς τὸ φανερὸν τοῖς πᾶσιν ὑπέθετο τὰ συνοίσοντα, εἰρηκὼς ὡς «ἡμῖν μὲν ἐγέ νετο προσταλαιπωρῆσαι τῇ τοῦ παιδὸς τοῦ Καλιμάνου ἀρχῇ, καὶ ἦν πρὸς ἐλπίδος ἀνδρωθῆναί τε τοῦτον καὶ πρὸς αὐτοῦ τὰς ἀμοιβὰς τῆς κακοπαθείας ἀντιλαβεῖν εἰς ἡλικίαν ἐλθόντος, ὅτε διακρῖναι δύναιτ' ἄν τις ἀπὸ φαύλου ἄνδρα καλόν. ἐπεὶ δὲ τούτου κακούργῳ τύχῃ ἡμάρτομεν, πρόκει ται δὲ ἡμῖν βρεφύλλιον ἄλλο εἰς τὴν τῶν Βουλγάρων ἀρχήν, παντὸς ἂν ἀνοηταίνοντος χείρους φανείημεν, εἰ πάλιν πρὸς δυσπραγίας ἄλλας αὐτοὺς ἐπιδοίημεν, ἀδέσποτοι τὸν πάντα βίον διατελεῖν αἱρούμενοι, ὑφ' οὗ πολλά τε καὶ μείζω τὰ δεινὰ φύεται. ἀλλ' ἐπεὶ βασιλεὺς ἡμῖν ὁ τῶν Ῥωμαίων προσήγγισε, δεῖ αὐτῷ ἑαυτοὺς ἐγχειρίσασθαι, δεσπότῃ πιστῷ καὶ εἰδότι ἄνδρα ἠδὲ κακὸν ἠδὲ καὶ ἐσθλόν, καὶ δίκαιον ἐν ἡμῖν ἔκπαλαι σχόντι. ὅ τε γὰρ ἡμέτερος χῶρος τῇ τῶν Ῥωμαίων προσήκει ἀρχῇ-πλεονεκτικώτερον γὰρ οἱ Βούλ γαροι τοῖς πράγμασι χρησάμενοι καὶ τοῦ Μελενίκου γεγένην ται ἐγκρατεῖς-ἡμεῖς δὲ πάντες καὶ ἐκ Φιλιππουπόλεως ὁρμώμεθα, καθαροὶ τὸ γένος Ῥωμαῖοι. ἄλλως τε καὶ ὁ τῶν Ῥωμαίων βασιλεὺς ἀληθῶς καὶ ἐν ἡμῖν δικαιοῦται, καὶ εἰ Βουλγάροις προσήκοιμεν· ὁ γὰρ υἱὸς τούτου