1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

29

καὶ βασιλεὺς Θεόδωρος τῷ βασιλεῖ τῶν Βουλγάρων τῷ Ἀσὰν κεκήδευτο, καὶ νῦν ἡ τοῦ βασιλέως τοῦ Ἀσὰν θυγάτηρ ἡ σύζυγος τοῦ τοιούτου βασιλέως δέσποινα Ῥωμαίων ὀνομά ζεταί τε καὶ ἐστί. τούτων οὖν ἁπάντων χάριν τὰ πολλὰ τῶν λεγομένων καταλιπόντας ἐπ' αὐτῷ χρὴ ἰέναι καὶ τοὺς αὐχένας ὑποκλῖναι τῷ τῆς δουλείας ζυγῷ· χρηστὸς γὰρ ὁ ζυγὸς τῶν φρονίμων βασιλέων καὶ γηραιῶν, καὶ πολλῷ κου φότερος τῶν ἔτι διατελούντων ἐν μείραξι.» Ταῦτ' εἰρηκὼς πέπεικε πάντας ἀπονητὶ καὶ πολλῶν ἄτερ πραγμάτων γενέσθαι τοῦ βασιλέως. καὶ δὴ πρέσβεις τινὰς τῶν συνεποίκων στείλαντες, τάχα μὲν κρύφα, μᾶλλον δὲ γι νωσκομένους τοῖς πλείοσι, συμβιβάσεις μετὰ τοῦ βασιλέως πεποίηνται. χρυσόβουλλος γοῦν τῷ βασιλεῖ τῶν ᾐτημένων σφίσι περιληπτικὸς γεγενημένος καὶ δεδομένος τοῖς πρέσβεσι τοῖς τοῦ Μελενίκου ἀποσταλῆναι προσετάχθη οἰκήτορσι. καὶ οἳ μετ' οὐ πολὺ ὁμοθυμαδὸν πάντες συνειλεγμένοι, ὅσοι τε τῶν προυχόντων, ὅσοι τῶν ἐν στρατείᾳ κατειλεγμένων καὶ ὅσοι κρείττους ἄλλως τῶν οἰκητόρων, πρὸς τὸν βασιλέα ἀφίκοντο, σκηνούμενον περὶ τόπον Βαλαβίσδαν οὕτω πως ἐπονομα ζόμενον, ἄνδρες εὐσταλεῖς τε καὶ ἔντιμοι κἀκ μόνης θέας αἰδοῦς καὶ τιμῆς ἄξιοι, ὑπὲρ πεντακοσίους τυγχάνοντες· οὓς αὐτὸς εἰρήκειν ἰδών· «ποία ὁπλομαχία ἡμῖν αὐτοὺς παρεστήσατο; ἢ πόσαι φάλαγγες ἱππέων τῶν τοσούτων περιεγένοντο; ἀλλ' ἐν τῷ κρείττονι ῥᾷστα καὶ τὰ μικροῦ δεῖν ἀνεπιχείρητα, κἀντεῦθεν δῆλον ὡς ἀληθές ἐστι τὸ τῷ ἀποστόλῳ Παύλῳ εἰρημένον, «οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ διώκοντος, ἀλλὰ τοῦ εὐδοκοῦντος θεοῦ.» τῷ τοι καὶ τὸν στρατηγὸν οὐ δεῖ πάμπαν ἐπαινεῖν οὔτε μὴν ψέγειν. πολλὰ γάρ τινες διαγωνισάμενοι σπουδαίως τε καὶ συντόνως, δρα στικώτερον τοῖς παροῦσι χρησάμενοι, μικρὸν ἢ οὐδὲν κατωρ θώσαντο, ἔνιοι δὲ καὶ ἐσφάλλοντο πλεῖστα· ἕτεροι δὲ δεξιᾶς ηὐμοιρηκότες τύχης, ἀμελετήτως περὶ τὰ ἔργα χωροῦντες μεγάλων τροπαίων ἐγένοντο αὐτουργοί, οἷόν τι ξυνέβη τῷ τότε καὶ τῷ βασιλεῖ Ἰωάννῃ. πολλῶν γὰρ ἄστεων καὶ χώ ρων πολλῶν ἐγεγόνει δεσπότης ἐν ἀκαρεῖ, μή τινος πολέμου γεγενημένου μηδέ τινος πεσόντος ἐν μάχῃ μηδὲ χυθέντος αἵματος μηδὲ ξίφους κατορχησαμένου σώματος· ἀλλ' ἡμέρως καὶ γαληνῶς ὥσπερ τινὸς κλήρου πατρόθεν τούτῳ προσήκον τος ἀνιδιτὶ τῶν τοιούτων ἁπάντων κατῆρξε. Στενίμαχος γὰρ καὶ Τζέπαινα, καὶ ὅσα ἦν τῷ τῆς Ῥοδόπης ὄρει παρα κείμενα πολίχνιά τε καὶ κωμοπόλεις, ὑπόφορα τούτῳ γεγέ νηνται, καὶ ὅρος αὐτῷ τε καὶ τοῖς Βουλγάροις Ἕβρος ἦν ποταμός. ἐκ δὲ τοῦ πρὸς βορρᾶν μέρους Στούμπιόν τε καὶ Χοτοβὸς ὀχυρὰ ἄττα φρούρια καὶ χῶρος ὁ Βελεβουσδίου ὑπὸ τοῦ βασιλέως ἦν, Σκόπιά τε καὶ Βελεσός· καὶ μέχρι Πριλάπου καὶ τῶν Πελαγονίας χωρίων, Νευστάπολίς τε καὶ Πρόσακος, τὰ πάντα ὑπῆρξε τῷ βασιλεῖ ὑποχείρια. καὶ σπονδαὶ ἐπὶ τούτοις τῶν Βουλγάρων τῷ βασιλεῖ ἐγεγόνεισαν, τοῖς τοιούτοις καὶ μόνοις ἀρκεῖσθαι τοῦτον καὶ μὴ περαι τέρω κατεπεμβαίνειν. καὶ ταῦτα μὲν οὕτως ἔσχον τὸν τρό πον, ἐγὼ δὲ αὐτὸς ἐν τοῖς ἐπιστολιμαίοις τῶν λόγων ὑπούρ γουν, ἑκάστῳ τῶν ἁλισκομένων ἄστεών τε καὶ χωρῶν καὶ γραφὴν ἐγχαράττων βασιλικήν· ἔθος γὰρ τοῦτο παλαιὸν τοῖς βασιλεῦσι Ῥωμαίων, δῆλα τοῖς μακρόθεν διὰ γραμμά των ποιεῖν τὰ σφῶν αὐτῶν κατορθώματα καὶ πρὸς ἡδονὴν ἐπεγείρειν, ἧς δὴ καὶ οὗτοι διὰ τῶν ἔργων μεταλαγχάνουσιν.

45 Ἐπεὶ γοῦν οὕτω ταῦτα διεπράχθη τῷ βασιλεῖ, πολ λῆς μὲν ἡδονῆς αἴτια τούτῳ γεγενημένα, οὐχ ἧττον δὲ καὶ πᾶσι Ῥωμαίοις αὔξησίν τινα κατιδοῦσι τοῦ κράτους καὶ πλατυσμὸν τῆς ἀρχῆς, ἦν μὲν πρὸς βουλήσεως τῷ βασιλεῖ μνήσασθαι νόστου καὶ πρὸς τὴν ἕω ἐπαναζεῦξαι-καὶ γὰρ καὶ ὁ καιρὸς τοῦτο ἀπῄτει· μὴν γὰρ παρερρύη Ὀκτώβριος, καὶ περί που τὰ μέσα τούτου διήρχετο ὁ Νοέμβριος- ἀλλά τις λόγος χρηστὸς καὶ πάνυ ὠφέλιμος ἐνεπόδιζε τὴν ὁρμήν. ἡ γὰρ Θεσσαλονίκη, καθώσπερ προϊστορήσαμεν, τὸν τοῦ Θεοδώρου υἱὸν τὸν ∆ημήτριον ἐγνώριζέ τε