30
δεσπό την καὶ κατωνόμαζε· δεσπότης γὰρ ἦν καὶ πρὸς τοῦ βασι λέως τετιμημένος. ἐπεὶ δέ, ὡς προπεφθάκαμεν περὶ τούτου ἐρεῖν, ἀτάσθαλον ἦν τὸ μειράκιον καὶ παιδιαῖς ἐνσχολάζειν προσῆκον καὶ μειρακίων ἀθύρμασι, μή τοι γε ἀνδρῶν προΐ στασθαι συνετῶν καὶ πολιτείας κατάρχειν καὶ νομίμως ἐπιστατεῖν, ἐπιβουλὴν κατ' αὐτοῦ τινες ἐξαρτύουσιν, ὧν οἱ ὀνομαστοί τε καὶ γνώριμοι Σπαρτηνὸς ἦσαν καὶ Καμπανός, ὁ Ἰατρόπουλός τε καὶ ὁ Κουτζουλάτος, οἱ δὲ τῶν ἐπισήμων ὅ τε Μιχαὴλ ὁ Λάσκαρις καὶ ὁ Τζυρίθων, ὃν καὶ μέγαν χαρτουλάριον ὁ βασιλεὺς Ἰωάννης τετίμηκεν. ἄλλοι δὲ οἱ τοῦ σκέμματος κοινωνοὶ οὔπω δῆλοι, ὡς αὐτοὶ σφίσι τοῦ πράγματος σὺν τῷ πλήθει γεγόνασιν, ἀλλ' ἔμειναν ἀκατάγνω στοι τοῖς πλείοσιν. ἕνα γοῦν τούτων τῶν εἰρημένων, τὸν Καμπανόν, οἱ πάντες συσκευασάμενοι εἰς τὸν αὐτοκράτορα Ἰωάννην ἐκπέμπουσι πραγματείας μὲν προφάσεως χάριν, τῇ δ' ἀληθείᾳ κοινοῦ χρυσοβούλλου ἐπευμοιρῆσαι, τῶν ἀνέκαθεν προσαρμοσάντων Θεσσαλονίκῃ ἐθίμων τε καὶ δικαίων περι εκτικοῦ καὶ τῆς σφῶν ἐλευθερίας παρεκτικοῦ. ὁ μὲν οὖν βασι λεὺς πάντα τε τούτοις κατὰ σκοπὸν ἐπεπράχει καὶ δωρεῶν ὑποσχέσεις τοῖς ὑπηρετήσουσι τῇ πράξει καὶ ἐγγράφους τίθησι. Ταῦτα δὴ ἐς τὸ ἀσφαλὲς οἰκονομήσας ὁ βασιλεὺς ἀπά ρας τῶν Μελενίκου χωρίων περὶ τὴν Θεσσαλονίκην ἐφέ ρετο, πρότερον ἐξαποστείλας πρέσβεις εἰς τὸν ∆ημήτριον, ὡς ἂν κατὰ τὰς αὐτοῦ ὑποθήκας ἀφίκοιτο εἰς αὐτὸν καὶ ἀφοσιώσοι τὸ ὄφλημα· οὕτω γὰρ συνέθετο καὶ κατώμοσεν. ὁ δὲ-οὐδὲ γὰρ εἶχε νοεῖν οἴκοθεν-τοῖς ἐπιβούλοις συμβούλοις χρώμενος οἴκοι καταμένειν ἐπείθετο· σκευωρίαν γὰρ ἔφασκον εἶναι κατ' αὐτοῦ τὴν τοῦ βασιλέως μετάκλησιν. κοῦφος δὲ ὢν οὗτος τὰς φρένας τοῖς αὐτῶν λόγοις συν εφέρετο, ὅποι καὶ νεύοιεν. ξυνέβη δὲ κἀν τούτοις, ὅπερ ὡς ἥδυσμά τι παραθήσω τοῖς λόγοις. τὸν Καμπανὸν- ἕνα δὲ τοῦτον τῶν συνιστόρων τοῦ δόλου προείπομεν εἶναι-τὰ οὐχ ὑπὲρ ∆ημητρίου φρονοῦντα ἀπήγγειλάν τινες, ἐπεὶ καὶ ἐκ βασιλέως ἐπανέζευξε. καὶ ὃς παρέστη τῷ ∆ημητρίῳ καὶ κατηγορεῖτο πρὸς τῶν ἀληθῆ κατ' αὐτοῦ φασκόντων, ὡς «ῥᾳδιουργῶν κρύφα καὶ ἀποπειρᾶται τοῦ λαοῦ καὶ γραφαὶ πρὸς αὐτοῦ τῷ βασιλεῖ πέμπονται καὶ λό γοι μυστηριώδεις διαμηνύονται.» καὶ ἦν πρὸς τῇ τοιαύτῃ ἐξετάσει ὁ Καμπανός. ὁ γοῦν Σπαρτηνός, συμμύστης ὢν τῶν πραττομένων, περὶ τῶν τοιούτων μεμαθηκὼς τάχος ἐκεῖσε φέρεται, καὶ ὡς εἶχεν ἄσθματος καὶ σπουδῆς «τί» φησι «περὶ τοῦδε τοῦ ἀλιτηρίου κατηγοροῦσί τινες, δέσποτα, ὃς εἰ ἁλῴη τοιοῦτος, πολλῶν θανάτων κριθείη ἂν ἄξιος;» καὶ ὁ ∆ημήτριος- ἐθάρρει γὰρ μάλα τούτῳ ὡς πιστῷ καὶ πάνυ τοῦτον εὐνούστατον κατὰ τὸν κωμικὸν ὄντα εἰ καὶ μὴ κλεπτίστατον ἥγητο-»προδότην τοῦτον, Σπαρτηνέ, φασὶν εἶναι οἱ τοῦτον διώκοντες.» ὁ δὲ παίει τὸν Καμπανὸν κατὰ τῆς σιαγόνος τῷ καρπῷ, σφόδρα χρησάμενος τῇ βολῇ, καὶ λαβόμενος τούτου τῆς γένυος «ἐγὼ αὐτόν» φησιν «ἐν τοῖς οἴκοι ἀπαγαγών, δέσποτα, ἐτασμοῖς ἐκπνεύσας τὸ πρῶτον, πάντα τοῦτον καταναγκάσω ἔκφορα ποιῆσαι τὰ κρύβδην τού τῳ ῥᾳδιουργούμενα.» ταῦτ' εἶπε, καὶ ὡς εἶχε τάχους ἐς τὴν οἰκίαν ἀπῄει. Τὸν μὲν οὖν Καμπανὸν τὸ ἀπὸ τοῦδε κλίνη εἶχε καὶ στιβὰς ὑψηλὴ πρὸς ἀνάπαυσιν καὶ τὰ εἰς τρυφὴν μᾶλ λον ἐφευρημένα, οἷς καὶ μᾶλλον χαίρουσιν ἄνθρωποι οἱ τοιαῦτα μεμελετηκότες διαπράττεσθαι πράγματα. ὡς δὲ καί τινες ἔφασαν, ἀσκὸν διαφυσήσας ὁ Σπαρτηνὸς καὶ πλη ρώσας τοῦ πνεύματος, εἶτα δεσμεύσας ὡς ἐντὸς ἅπαν ἐνα ποληφθῆναι πνεῦμα μή τινος οὔσης τούτῳ τῆς ἐκροῆς, ἀπαιωρήσας ἔτυπτε ῥάβδοις τάχα τὸν Καμπανόν, ἐτάζων ἀποκαλύψαι τὰ κρύφα. ἀσκὸς δὲ ἦν, οὐ Καμπανός, ὁ τυπτόμενος. ἐπεὶ δὲ ἡ ἀρκοῦσα ὥρα παρῄει ἡ καὶ ἄξιον ἐτασμὸν δεδυνημένη ποιήσασθαι καὶ ἔκπυστον θεῖναι καὶ τὸ ἐν μυχοῖς βαθυτάτοις ἐγκείμενον ἄρρητον, ὡς εἶχε ποδῶν ὁ Σπαρτηνὸς ἀφίκετο πρὸς τὸν ∆ημήτριον καὶ οἵ φησι· «δέσποτα, ὅρκῳ σε πιστώσω τὸ πρᾶγμα· μὰ τὸν σὸν καὶ ἡμῶν ἁπάντων ∆ημήτριον, τὸν κηδεμόνα τῆς Θεσσα λονίκης καὶ πολιοῦχον»-οὗτος δὲ ὁ