31
ὅρκος παρὰ Θεσσα λονικεῦσι πλέον τῶν ἄλλων ἰσχύει ὅρκων-»τοιοῦτός ἐστιν ὁ Καμπανὸς ὁποῖός ἐστιν ὁ Σπαρτηνός, καὶ οὕτω διάκειται περί σε καθά γε δὴ καὶ ὁ Σπαρτηνός, ὃν ἁπάντων ἀνθρώ πων πλέον σε φιλοῦντα ἐπέγνωκας.» οὕτως ὁ Σπαρτηνὸς τὴν μέλλουσαν φωραθῆναι ῥᾳδιουγρίαν οἰκονομικῶς διεσκέδασεν. Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης ἀπάρας τὰ στρατεύματα ἐπὶ τὴν Θεσσαλονίκην ἐξ ὀρθοῦ χωρεῖ καὶ περὶ ταύτην ἐστρατοπεδεύσατο. πολιορκῆσαι μὲν γὰρ οὐκ ἦν αὐτῷ- οὐ γὰρ ἀρκούσας εἶχε τὰς ἐπὶ τούτῳ δυνάμεις-πρεσβείας δὲ ἐποίει καὶ ἐζήτει ἐξελθεῖν πρὸς αὐτὸν τὸν ∆ημήτριον, καθὼς ἦν ὀμωμοσμένον αὐτῷ, ἔτι δὲ ποιῆσαι καὶ ἀγορὰν ἔξω τῆς Θεσσαλονίκης, ὡς ἂν ἔχοιεν ὠνεῖσθαι τὰ χρειώδη τὰ στρατεύματα. ὁ δὲ τοῖς ἐπιβούλοις συμβούλοις χρώμενος οὐδέν τι τῶν τοιούτων ποιῆσαι παρεχωρεῖτο. πάνυ δὲ ὀλίγων ἡμερῶν παραδραμουσῶν, ὀλίγου τινὸς στρατεύματος πλησίον ἱσταμένου τῆς μικρᾶς πύλης τῆς παρὰ τῇ θαλάσσῃ ἐπονομαζο μένης διὰ τὸ μὴ ἀπροόπτως ἐξελθεῖν τινας τῶν τῆς πόλεως καί τινας λυμαίνεσθαι τῶν ἐκ τοῦ στρατοῦ, ἐξαπίνης ἐκ ταύτης ἐγεγόνει βοή, ὡς ἤνοικται ἡ πύλη παρά τινων τῶν ἐντός. καὶ τῇ βοῇ συνείπετο ἡ παραφυλάττουσα δύναμις, καὶ σύμπαν τε τὸ στράτευμα ὁπλισθὲν μετὰ τοῦ κρατοῦντος ἐφοίτα καὶ ἐν ἀκαρεῖ πάντας εἶχεν ἡ Θεσσαλονίκη τοὺς τοῦ βασιλέως ἐντός. ὁ δὲ βασιλεὺς ἔστη παρὰ τὴν πρὸς ἀνατολὰς βλέπουσαν πύ λην τῆς πόλεως. καὶ ἡ τοῦ ∆ημητρίου ἀδελφὴ Εἰρήνη, τοῦ Βουλγάρων Ἀσὰν γαμετή, παρέστη γονυπετοῦσα καὶ ποτνιωμένη, μὴ παθεῖν τὸν ἀδελφὸν αὐτῆς τῶν ὀφθαλμῶν στέ ρησιν. ὁ δὲ ∆ημήτριος ἔφθη εἰς τὴν ἀκρόπολιν ἀναβάς. ἐγγύας δὲ ἐνωμότους πρὸς τοῦ βασιλέως λαβοῦσα, ὡς οὐκ ἀπολέσει οὗτος τοὺς ὀφθαλμούς, ἀπῄει τε παρὰ τὸν ἀδελφὸν καὶ πρὸς τὸν βασιλέα τοῦτον ἐξήγαγεν. ἦν δὲ φέρων οὗτος τὴν ἡλικίαν τοῦ μείρακος, προσεχῶς εἰς αὐτὴν παραγγείλας καὶ μήπω χνοάζων τὸ γένειον, ὡραῖος δὲ τὸ εἶδος καὶ τὴν φυήν. τετίμηκε δὲ ταύτην ὁ βασιλεύς, οἷα ἐκείνης σχηματι ζόμενος τὴν ταπείνωσιν. ὡς γὰρ ἀπέβη αὕτη τοῦ ἵππου, τηνικαῦτα καὶ ὁ βασιλεὺς τοῦ οἰκείου ὀχήματος ἀποβὰς πεζὸς ἕστηκε σὺν αὐτῇ. ἡ μὲν οὖν πόλις Θεσσαλονίκη οὕτως ὑπὸ τὸν βασιλέα γέγονεν Ἰωάννην, μᾶλλον δὲ ὑπὸ Ῥωμαίους· οἱ γὰρ αὐτὴν κρατοῦντες ἐναντιόφρονες Ῥωμαίοις ἐτέλουν.
46 Ὀλίγας δὲ πάνυ ἡμέρας ἐν τῇ Θεσσαλονίκῃ προσ καρτερήσας ὁ βασιλεύς- κατήπειγε γὰρ αὐτὸν ὁ τοῦ χειμῶνος καιρός· ∆εκέβριος γὰρ ἐτύγχανε μήν-ἀφεὶς ἐν αὐτῇ τὸν μέγαν δομέστικον τὸν Κομνηνὸν Ἀνδρόνικον τὸν Παλαιολόγον, οὗ πολλάκις ἐμνήσθημεν, τὰ πρῶτα φέροντα τῶν ἐν στρατηγίαις τεταγμένων, ἄνδρα συνετώτατον καὶ πραότατον καὶ εὖ εἰδότα καὶ μάχῃ ὁπλίσαι καὶ διευθῦναι λαὸν καὶ ἐν πολεμικοῖς καὶ εἰρηνικοῖς τοῖς καιροῖς, νικητὴς ἐπανέζευξεν εἰς τὴν ἕω, θαυμαζόμενος ὑπὸ πάντων καὶ κλεϊζόμενος τῆς ταχινῆς οὕτω καὶ μεγίστης νίκης, οὐχ ὑπὸ τῶν οἰκείων μόνων ἀλλὰ καὶ ὑπὸ τῶν ἀλλοτρίων· ὑπὲρ φυσικὴν γὰρ τάξιν ἔδοξε τὸ κατόρθωμα καὶ τῶν τροπαίων τὸ ἀλλεπάλληλον, καὶ θεοῦ μᾶλλον προνοίᾳ ἢ στρατηγικαῖς μεθόδοις ταυτὶ διαπράξασθαι. καταλέλοιπε δὲ καὶ εἴς τε τοῦ Μελενίκου καὶ τῶν Σερρῶν καὶ τῶν περὶ αὐτὰς φυλα κὴν τὸν τοῦ εἰρημένου μεγάλου δομεστίκου πρῶτον υἱὸν τὸν Κομνηνὸν Μιχαήλ, ὃν μετὰ χρόνους τινὰς ἡ τῶν Ῥω μαίων βασιλεία πεπλούτηκεν εἰς εὐτυχίαν ταύτης καὶ εὐδο ξίαν, ἄλλον τε ἀλλαχοῦ ἐπαφῆκεν εἰς ἀσφάλειαν τῶν χωρῶν τε καὶ πόλεων, ἐπάνω δὲ πάντων τὸν μέγαν δομέστικον, ὡς ἂν ὑπείκοιντο πάντες αὐτοῦ τοῖς ὑπ' αὐτοῦ λεγομένοις τε καὶ προσταττομένοις. ὁ μὲν οὖν βασιλεὺς εἰς τὰ τῆς ἕω μέρη διαπεράσας διῆγε, καὶ τὸν ∆ημήτριον, ὃν τῆς Θεσσαλονικέων ἀρχῆς καθεῖλεν, ἐν τῷ φρουρίῳ καθείρξας τῶν Λεντιανῶν ἐτήρει. ὁ δὲ μέγας δομέστικος ὀλίγον ἐπι βιοὺς χρόνον καὶ καλῶς διαπρέψας ἐν τῇ τούτου ἀρχῇ, νοσήσας καὶ τὴν τρίχα ἀποκαρεὶς τὸ βιοῦν