32
ἐξεμέτρησεν· ἀπεστάλη δὲ ἀντ' αὐτοῦ Θεόδωρος ὁ Φιλῆς διέπειν τὰ τῆς ἀρχῆς. ἐπεὶ δὲ ὑπὸ τὸν βασιλέα ἐγεγόνει Θεσσαλονίκη καὶ Βέρροια, τὰ ἐκεῖθεν αὐτῶν καὶ πρὸς δυσμὰς ἀπὸ τοῦ Πλα ταμῶνος ἀρχόμενα ὑπὸ τὸν δεσπότην Μιχαὴλ ἐτέλουν, ἔτι τε τὰ περὶ Πελαγονίαν καὶ Ἀχρίδα καὶ Πρίλαπον· τοὺς δὲ Βοδηνοὺς καὶ Σταρίδολα, Στροβόν τε καὶ τὰ περὶ ταῦτα ὁ τοῦ ∆ημητρίου πατήρ, τοῦ Μιχαὴλ δὲ θεῖος, ὁ Ἄγγελος κατεῖχε Θεόδωρος.
47 Ὁ μὲν οὖν βασιλεὺς ἐν τοῖς τοῦ Νυμφαίου παρα χειμάσας, ἦρος φανέντος, ὥσπερ εἰώθει, ἐξῄει ἐκεῖθεν. ἐκεχειρίαν δὲ ἔχων ἐξ ἁπάντων, τοῖς πλησιάζουσιν ἄστεσι τῇ Κωνσταντίνου καὶ παρὰ Λατίνων κεκρατημένοις, τῇ Τζουρουλῷ φημι καὶ τῇ Βιζύῃ, ἐπιθέσθαι τεθέληκεν· ἑώρα καὶ γὰρ πάνυ τὰ τῶν Λατίνων ἠσθενημένα. διαπεραιωθεὶς γοῦν τὸν Ἑλλήσποντον ἐν τῇ Τζουρουλῷ τὸ πρῶτον ἀφίκετο. ἦν δὲ ἐντὸς τοῦ ἄστεος ἡ τοῦ βασιλέως γυναικαδέλφη Εὐδοκία, ἣν ὁ Ἀσὲλ δε Κάε εἰς γυναῖκα ἠγάγετο τῆς ἀδελφῆς αὐ τῆς τῆς βασιλίδος Εἰρήνης καὶ τοῦ γαμβροῦ καὶ βασιλέως θελήματι. ὁ μὲν οὖν Ἀσὲλ δε Κάε οὐκ ἐκαρτέρησεν ἐν τῷ ἄστει· τὴν γὰρ τοῦ βασιλέως ἐπεγνωκὼς ἔφοδον ἐκεῖνος μὲν ἐξῄει, τὴν δὲ σύζυγον αὐτοῦ Εὐδοκίαν εἴασεν ἐν τῷ ἄστει, φυλακὴν ἱκανὴν συνεπιστήσας αὐτῇ· ἔδοξε γὰρ αὐτῷ, ὡς διὰ τὴν αὐτοῦ γυναικαδέλφην οὐκ ἂν βουληθείη ὁ βασιλεὺς προθῆσαι τὸ ἄστυ. ἐκεῖνος δὲ τὰ πολλὰ παρορῶν τῶν τοιούτων, παρεκάθισε τῷ ἄστει καὶ ἑλεπόλεις ἔστησε καὶ μηχανήματα καταβλητικὰ τῶν ἐπάλξεων, καὶ διὰ μετρίων πάνυ τῶν ἡμερῶν ἐχειρώσατο· καὶ τὴν μὲν αὐτοῦ γυναικα δέλφην εἰς τὴν Κωνσταντινούπολιν ἐξαπέστειλεν, ἕνα ἵππον αὐτῇ δοὺς ἵν' ἐποχῆται, πάντας δὲ τοὺς εἰς φυλακὴν τοῦ ἄστεος ὄντας πεζοὺς ἀπέλυσεν. ἀλλὰ καὶ τὸ τῆς Βιζύης ἄστυ στρατιὰν ἐκπέμψας διὰ βραχέος κεχείρωκε, καὶ συνήγαγε καὶ τοῦτο τῇ τούτου ἐπικρατείᾳ.
48 Κατὰ τοὺς καιροὺς τούτους ἑάλω καὶ τὸ ἄστυ τῆς νήσου Ῥόδου ὑπὸ Γενουϊτῶν νυκτὸς κλοπῇ. ὁ γὰρ κρατῶν αὐτὸ Ἰωάννης ὁ Γαβαλᾶς, ὁ τοῦ καίσαρος Λέον τος τοῦ Γαβαλᾶ ἀδελφός, ὁ καὶ μετὰ θάνατον τοῦ ἀδελφοῦ αὐτοῦ τῆς νήσου δεσπόζων, ἀποδεδημήκει, μετὰ τοῦ βασι λέως κατὰ τῶν ἐν Κωνσταντινουπόλει ὡρμημένος Λατίνων περὶ τὰ μέρη τῆς Νικομηδείας διάγοντος. εὐθὺς οὖν βασιλικῇ προσταγῇ στέλλεται ὁ ἐπὶ τοῦ κεράσματος Ἰωάννης ὁ Καντακουζηνός· οὗτος γὰρ ἔτυχε τῷ τότε τὴν δουκικὴν τῶν Θρᾳκησίων ἀνεζωσμένος ἀρχήν. καὶ εἰσῆλθεν ἐντὸς τῆς νήσου μετὰ μετρίων τινῶν δυναμένων ὅπλα κινεῖν, καὶ φθάνει κατασχεῖν τὸ ἐν αὐτῇ φρούριον τὸ ἐπονομα ζόμενον Φιλέρημον. ἐμάχετο οὖν ὡς εἶχε δυνάμεως τοῖς Γενουΐταις. ἐπεὶ δὲ ἀξιόμαχος ἀπεστάλη τούτῳ στρατός, ἐγγύς που τοῦ ἄστεος πηξάμενος τὰς σκηνὰς ἐπολιόρκει τοὺς ἐντὸς Γενουΐτας, οὐ κατέβλαπτε δὲ αὐτούς, τροφῶν γὰρ ηὐπόρουν διαρκῶν· τὰς γὰρ τῶν Ῥοδίων οἰκίας πλή ρεις εὑρόντες τῶν ζωαρκῶν οὐδενὸς τῶν ἀναγκαίων ἐσπάνιζον. συνεκοιτάζοντο δὲ καὶ ταῖς τούτων γυναιξίν, εἰ μή τινα ἔξωρον οὖσαν ἢ τὸ εἶδος οὐκ ἀγαθὴν ἀπήλασαν ἔξω. καὶ τάχος μὲν ἂν τὸ τῆς Ῥόδου ἄστυ ὑπὸ Ῥωμαίους ἐγένετο τῇ συνεχεῖ πολιορκίᾳ τοῦ Καντακουζηνοῦ καὶ ταῖς εὐμηχάνοις τούτου ὁπλομαχίαις, εἰ μή τι ξυνέβη τοιοῦτον. ὡς γὰρ ὁ τῆς Ἀχαΐας πρίγκιψ Βιλαρδουὶν εἰς τὴν Συρίαν ἀνήγετο, συμμαχίαν ἐπάγων τοῖς εἰς Συρίαν ἀφικομένοις Φράγγοις, κἀν ταῖς τριήρεσιν αὐτοῦ ὁπλίτας εἶχεν ἱππότας, προσώκειλε δὲ τῇ νήσῳ Ῥόδῳ, συνθήκην μετὰ τῶν ἐν αὐτῇ Γενουϊτῶν ἐποιήσατο, καὶ καταλέλοιπε παρ' αὐτοῖς ἄνδρας εὐγενεῖς καὶ ἀγαθοὺς ἱππεῖς ἐγγύς που τῶν ἑκατόν. τοῦτο τοὺς Ῥωμαίους ὑποχωρῆσαι τῆς πολιορκίας τοῦ ἄστεος κατηνάγκασε καὶ εἰς τὴν Φιλέρημον ἐμφιλοχωρεῖν. οἱ μὲν οὖν καταλελειμμένοι παρὰ τοῦ πρίγκιπος ἱππεῖς, καταλιμπά νοντες τοὺς πεζοὺς Γενουΐτας περὶ τῷ ἄστει, ἐξήρχοντο καὶ τὴν πᾶσαν χώραν ἐλήιζον. τὰ μὲν οὖν χρειώδη ἑαυτοῖς περιεποιοῦντο, σπάνιν δὲ τῶν ἀναγκαίων τοῖς Ῥωμαίοις ἐκ τούτου συνέβη γίνεσθαι,