1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

35

ἐταμιεύετο τῷ βασιλεῖ τὰ τῆς ὑποθέσεως ἐς ὥραν εὔθετον. τότε γοῦν εἰς ἐξέτασιν τῶν τοιούτων ἐγεγόνει ὁ βασιλεύς, καὶ δικαστήριον ἔστησε καὶ κριτὰς ἐκάθισε καὶ λαμπρὸν κριτήριον συνεκρότησεν. ἡ δ' ὑπόθεσις ἦν τοιαύτη. ἐπεὶ ἐτελεύτησεν ὁ Τορνίκης ∆ημήτριος, ἔτι δὲ περιῆν ἐν Θεσσαλονίκῃ ὁ μέγας δομέστικος, ὁ δὲ τούτου υἱὸς Μιχαὴλ ἐς Μελενίκον καὶ Σέρρας, ὃς καὶ μαθὼν τὸν τοῦ Τορνίκη θάνατον ἐδυσφόρησε καὶ σκυθρωπὸς τοῖς ἐν τυγχάνουσιν ἐπεφαίνετο· ἦν γὰρ ὁ Τορνίκης σύζυγον ἔχων τοῦ μεγάλου δομεστίκου πρωτεξαδέλφην. οἷα γοῦν φιλεῖ ἐπὶ τοῖς τοιούτοις γίνεσθαι, ἠρωτήκει τις τῶν ἐκ Μελενίκου [τοὔνομα] θάτερόν τινα [καλούμενον], ὅτου χάριν σκυθρω πάζει ὁ Κομνηνὸς Μιχαήλ. ὁ δέ-καὶ γὰρ ἠπίστατο τὴν αἰτίαν-»ὁ Τορνίκης» ἔφη «∆ημήτριος τέθνηκεν· ἦν δὲ προσγενὴς αὐτοῦ καὶ οἰκονόμος τῶν κοινῶν· καὶ τούτου γοῦν χάριν κἀκείνου λελύπηται.» ὁ δὲ «οὔ μοι δοκεῖ» φησιν· «οὐδὲ γὰρ διὰ Τορνίκην οὕτως ἂν ἠδημόνει καὶ ἤσχαλλεν· ἀλλ' ὡς ἔοικεν ἐπὶ τῷ κρείττονι ἐκείνου τοῦτο συμβέβηκε. καὶ εἰ τοῦτο, φεῦ ἡμῖν· ἐν γὰρ ταρα χαῖς καὶ ὀχλήσεσιν αὖθις γενήσονται τὰ ἡμέτερα, κατεστο ρεσμένα νῦν καλῶς καὶ εἰς ἀταραξίαν ἐληλυθότα.» εἶθ' οὗτος «ἀλλ' ὦ φίλος, καὶ εἰ τοιοῦτόν τι ξυνέβη, καὶ οὕτω δὴ οὐ κακῶς τὰ καθ' ἡμᾶς ἕξουσι. καὶ γὰρ ὁ μέγας δο μέστικος ἐν Θεσσαλονίκῃ διάγει ἡγεμονεύων αὐτῆς, καὶ οὑ τοσὶ δὲ ὁ Κομνηνὸς Μιχαὴλ ὁ τούτου υἱὸς τὴν τῶν ἡμε τέρων χώρων διεξάγει κηδεμονίαν. ὑπὸ τοιούτων γοῦν μεγίστων ἀνδρῶν κυβερνώμενοι οὐκ ἄν ποτε κοσμικὸν κλυ δώνιον ἴδοιμεν· ἄλλως τε καὶ ἡ τοῦ βουλγαράρχου Καλι μάνου ἀδελφὴ Θάμαρ, ἄζυξ ἔτι τελοῦσα, εἰς γάμου κοινωνίαν συνέλθῃ τῷ Κομνηνῷ Μιχαήλ, καὶ γενήσονται σπονδαὶ μέσον ἡμῶν καὶ Βουλγάρων.» ταῦτα δὴ λελάληνται παρ' αὐτῶν μηδὲν εἰδότος τοῦ Κομνηνοῦ Μιχαήλ. Θάτερος οὖν τοῖν δυοῖν ἀπελθὼν πρὸς τὸν εἰρημένον Μαγκλαβίτην ἀνήγγειλεν αὐτῷ τὰ τοιαῦτα, ὁ δὲ ἀνήνεγκε τῷ βασιλεῖ. κατασχεθέντες οὖν καὶ ἄμφω ἠρώτηνται περὶ τῶν λελεγμένων. ὁ μὲν οὖν κατηγόρει, θάτερος δὲ ὑπεραπελο γεῖτο. ἔφησεν οὖν ὡς «ἀληθῶς μὲν οὑτοσὶ εἰρήκει, παρ' ἐμοῦ γὰρ ἀκήκοεν· ἀλλ' οὐκ εἰδήσει μοι εἴρηται τοῦ Κομνηνοῦ, ἀλλ' ἐξ ἑαυτοῦ τοὺς λόγους τούτους προήνεγκα.» ἠναγκά ζετο γοῦν περὶ τούτου, ὁ δὲ ἠρνεῖτο καθάπαξ μὴ εἰδέναι τι περὶ τούτου τὸ σύνολον τὸν Κομνηνὸν Μιχαήλ· ὁ δὲ κατηγορῶν ἔφασκε συνειδέναι ταῦτα τὸν Κομνηνὸν Μιχαήλ. ἐντεῦθεν ηὐτρέπιστο τούτοις στρατιωτική τις ἀπόδειξις, ἐπεὶ μὴ ὑπῆρχον οἱ μαρτυροῦντες, ἡ διὰ μάχης διάπειρα. ὡπλίσθησαν οὖν καὶ ἄμφω, εἰσῆλθον εἰς τὸ στάδιον, ξυνέ βαλον ἀλλήλοις, καὶ νενίκηται ὁ κατηγορούμενος ἀπερρίφη τε τοῦ ἵππου, καὶ τὴν νικῶσαν ὁ κατήγορος ἔσχηκε. συλ ληφθεὶς οὖν ζωός-οὐδὲ γὰρ καιρίαν τέτρωται-καὶ αὖθις ἠρώτηται, ὡς ἂν καθομολογήσειε τὴν ἀλήθειαν. ὁ δὲ τοῦ προτέρου λόγου ἀντείχετο καὶ μηδ' ὅλως εἰδέναι τι τὸν Κομνηνὸν διεμαρτύρετο Μιχαήλ. ἐπεὶ δὲ διὰ πλείονος βασάνου ἔδοξεν ἐπιγνῶναι τὸν βασιλέα τὸ ἀληθές, οἷος ἐκεῖνος τὰς ἐξετάσεις ἀκριβεστέρας ποιούμενος, τὸν διὰ θανάτου ἐπήγαγε τῷ ἀνδρὶ ἔλεγχον. ἐδέδεντο γοῦν αἱ χεῖρες ὄπισθεν τοῦ καταδικασθέντος ξίφους ἔργον γενέσθαι, οἱ δ' ὀφθαλμοὶ λινῷ ὑφάσματι ἐκαλύφθησαν· οὕτω γὰρ εἴωθε τοὺς κατακρίτους διασκευάζεσθαι καὶ τὴν πληγὴν λαμβάνειν τῆς ἀναιρέσεως. ὡς γοῦν καὶ ταῦτα οὑτωσὶ γέ νοιτο καὶ ὁ δεσμώτης κλῖναι τὸν αὐχένα προστέτακται, ἵνα δέξηται τῆς κάρας τὴν ἐκτομήν, καὶ πάλιν περὶ τῶν ζητουμένων ἠρώτηται. ὁ δὲ μεθ' ὅρκων φρικωδεστάτων διεβεβαιώσατο μηδέν τι ὅλως συνειδέναι ἐπὶ τούτοις τὸν Κομνηνὸν Μι χαήλ. ἐκεῖνος μὲν οὖν τὴν πρὸς θάνατον εἰάθη ὁδεῦσαι, τὴν δὲ πρὸς εἱρκτὴν ἐβάδισε, καὶ εἶχον αὐτὸν κλοιοὶ καὶ κάθειρξις· ἡ ἐξέτασις δὲ πᾶσα πρὸς τὸν Κομνηνὸν κατήν τηκε Μιχαήλ. Καὶ δὴ ἔφασκον αὐτῷ οἱ τάχα κρίνειν τοῦτον λαχόντες ὡς «ἐπεὶ περὶ σοῦ ἀπειρημένοι τινὲς λελάληνται λόγοι, δεῖ σὲ διά τινος θαυματοποιίας τούτους ἀποσκευάσθαι.» τὸ δὲ ἦν