1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

36

ἡ διὰ μύδρου ἀπόδειξις. ὁ δὲ-καὶ γὰρ εἶχε βοηθοῦσαν αὐτῷ τὴν ἀλήθειαν-»εἰ μέν τις ἦν» ἔλεγεν «ὁ κατ' ἐμοῦ τι κατηγορῶν, πρὸς ἐκεῖνον ἂν ἐμαχεσάμην καὶ ἀπέδειξα ψεύδεσθαι· κατηγόρου δὲ μὴ παρόντος ὑπὲρ τίνος κρίνομαι; εἰ δὲ θαυματουργῆσαί με θέλετε, ἀλλ' ἐγὼ οὐκ εἰμὶ τοιοῦτος ὥστε καὶ τερατοποιίας ἐργάζεσθαι. σίδη ρος δὲ πεπυρακτωμένος, εἰ ἐν χειρὶ ἀνθρώπου ζωοῦ ὄντος ἐμπέσοι, οὐκ οἶδα πῶς ἂν οὐ καύσειεν αὐτήν, εἰ μή πού τις ἔξεσται τῷ Φειδίᾳ ἐκ λίθου ἢ τῷ Πραξιτέλει ἢ καὶ ἀπὸ χαλκοῦ εἴργασται.» ταῦτ' ἔλεγε καὶ μάλα νὴ τὴν Θέμιν δικαίως. ἐπεὶ δὲ καὶ ὁ τῆς Φιλαδελφέων μητροπολίτης Φωκᾶς συμπαρῆν τοῖς γινομένοις, φιλούμενος πρὸς τοῦ βασιλέως καὶ πάνυ φιλοφρονούμενος-πέπονθε δὲ τοῦτο οὐκ ἐξ ἀρετῆς ἀλλ' ἐξ ἀναιδείας· καὶ γάρ ποτε τοῦ βασι λέως πυθομένου περί τινος τῶν κοινῶν πραγμάτων ἐπαρρη σιάσατο καὶ «ὦ βασιλεῦ,» ἔφη, «τίνος χάριν ἀρτίως ἡμᾶς ἐρωτᾷς, αὐτὸς ἀεὶ ἐξ ἑαυτοῦ τὰ δοκοῦντά σοι διαπραττό μενος;» ταῦτ' εἶπε, καὶ τότε μὲν ὁ βασιλεὺς ἐσχετλίασε καί γε εἰρήκει πρὸς τοὺς συμπαρισταμένους· «τί οὕτω θρασύτε ρον ὁ μητροπολίτης εἴρηκεν, ὑμεῖς δὲ ἠνέσχεσθε;» μετὰ βραχὺ δὲ φιλοφρόνως τοῦτον ἐδεξιώσατο καὶ ἐτίμα καὶ σύμβουλον εἶχεν ἐν ταῖς κοσμικαῖς ὑποθέσεσιν. ὑποδρηστῆρι οὖν καὶ τότε ἐχρήσατο τούτῳ ὁ βασιλεύς. καί γε καταμόνας τὸν Κομνηνὸν παραλαβὼν Μιχαήλ, κἀμοῦ τῶν λόγων ἀκροω μένου, ταῦτ' εἶπεν ὡς «εὐγενὴς μὲν ἀνὴρ σὺ καὶ ἐξ εὐγε νῶν γεγέννησαι. δεῖ οὖν σε τὸ δέον ὑπὲρ τῆς σῆς ὑπο λήψεώς τε καὶ πίστεως καὶ παντός σοι τοῦ γένους καὶ νοῆσαι καὶ διαπράξασθαι. ἐπεὶ δὲ οὐκ ἔλεγχος παρὰ μαρ τύρων ἐν σοί, δεῖ σε τῷ μύδρῳ τὴν ἀλήθειαν παραστήσα σθαι.» καὶ ὃς μάλα γενναίως καὶ ἀνδρικῶς, καὶ ὡς ἄν τινα οἱ γραφεῖς ἐν μάχῃ ἄτρεστον διαγράψαιεν, «οὐκ οἶδ' ὅπως τὸ τοιοῦτον κέκληται ἅγιον, ὦ δέσποτα» ἔφη· «ἀλλ' ἐγὼ μὲν ἁμαρτωλός εἰμι ἄνθρωπος καὶ τερατουργεῖν τοι αῦτα οὐ δύναμαι. εἰ δέ μοι συμβουλεύῃ μητροπολίτης ὢν καὶ θεοῦ ἄνθρωπος τουτὶ διαπράξασθαι, ἔνδυσαι μὲν αὐτὸς τὴν ἱεράν σου πᾶσαν στολήν, καθὼς εἴωθας ἐν τῷ θείῳ εἰσέρχεσθαι βήματι καὶ ἐντυγχάνειν θεῷ· εἶτα δὴ ταῖς σαῖς χερσὶν ἐκπύρωσόν μοι τὸν σίδηρον, αἷς τοῦ θείου ἐφάπτῃ θύματος, τοῦ σώματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ὑπὲρ παντὸς τοῦ κόσμου τεθυμένου καὶ ἀεὶ θυομένου παρ' ὑμῶν τῶν ἱερέων τε καὶ ἱεραρχῶν, καὶ ταύ ταις δὴ ταῖς ἱεραῖς σου χερσὶν ἐπίθες τῇ χειρί μου τὸν σίδηρον, καὶ τεθάρρηκα εἰς τὸν δεσπότην Χριστόν, ὡς πᾶσαν μὲν οὗτος ἁμαρτίαν μου παροράσεται, θαυματουρ γήσειε δὲ τὴν ἀλήθειαν.» καὶ ὁ μὲν Κομνηνὸς Μιχαὴλ οὕτως εἴρηκεν, ὁ δὲ μητροπολίτης «ὦ καλὲ νεανία,» ἔφη, «τοῦτο οὐκ ἔστι τῆς ἡμετέρας καὶ Ῥωμαϊκῆς καταστάσεως, ἀλλ' οὔτε τῆς ἐκκλησιαστικῆς παραδόσεως, οὔτε μὴν ἐκ τῶν νόμων οὔτε δὴ πρότερον ἐκ τῶν ἱερῶν καὶ θείων κανόνων παρείληπται. βαρβαρικὸς δὲ ὁ τρόπος καὶ ἀγνὼς ἐν ἡμῖν, προσταγῇ δὲ μόνον ἐνεργεῖται βασιλικῇ.» καὶ ὃς «ὦ μέγιστε ἱεράρχα θεοῦ, εἰ μὲν καὶ αὐτὸς ἐκ βαρβάρων γεγέννημαι καὶ βαρβαρικοῖς τοῖς ἤθεσιν ἀνατέθραμμαι ἢ καὶ νόμοις του τοισὶν ἐκπεπαίδευμαι, καὶ βαρβαρικῶς ἐκτισαίμην τὴν δίκην μου· εἰ δὲ Ῥωμαῖος καὶ ἐκ Ῥωμαίων, κατὰ νόμους Ῥωμαϊκοὺς καὶ παραδόσεις ἐγγράφους ἡ κρίσις τερματωθήτω μοι.» Ἐκεῖνος μὲν οὖν τοῖς λόγοις οἷον τοῦ νεανίου ἐκ πεπληγμένος- εἰκοστὸν γὰρ καὶ ἕβδομον διήνυεν ἔτος ὁ Κομνηνὸς Μιχαήλ-καὶ τῷ μὴ ἐν συμφοραῖς τούτου ὄν τος τὸ εὐγενὲς τοῦ φρονήματος καταπίπτειν μηδὲ τὸ τῶν νοημάτων ὑποχαλᾶν εὐεπήβολον, πρὸς τὸν βασιλέα ἐλθὼν ὅσα μὲν οὖν εἶπεν ἐκεῖνος αὐτὸς μὲν οὐκ οἶδα, πάντως δὲ ταῦτ' ἔμελλε λέξαι ὅσα τε καὶ οἷα ἤκουσεν. ὁ μὲν οὖν βασιλεὺς διάπειραν πολλὴν πεποιηκὼς οὐχ εὗρε κατά τι τὸν Κομνηνὸν Μιχαὴλ ὑπαίτιον ὄντα, καὶ ταῦτα καὶ τὸν ἀναί τιον εἰς αἰτίαν ἄγων τῇ βίᾳ ἢ τῶν λόγων ἢ τῶν μαστί γων. πάντες γὰρ ἀπεφαίνοντο οἵ τε τῶν Λατίνων οἵ τε τῶν Ῥωμαίων, καὶ μάλιστα τῶν Λατίνων, ἐπεί γε οὗτοι ἐλευθερωτέρᾳ χρῶνται πρὸς τοὺς δεσπότας τῇ