1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

37

γλώττῃ, ἀθῷον εἶναι ἐπὶ πᾶσι τὸν Κομνηνὸν Μιχαήλ· ἤκουσα δὲ καὶ αὐτὸς ἐπὶ τῇ κρίσει παρών, καὶ σὺν ἐμοὶ ὁ Μακρωτὸς Ἰωάννης, τάχα καὶ ἡμεῖς συναριθμούμενοι τοῖς κρίνουσι πρὸς τοῦ βασιλέως, ὡς ξύλων ἄν τινες μηδὲν διαφέροντες ἐνταῦθ' ἵστανται. ἐβούλετο γὰρ πάντας κατ' αὐτοῦ συμψη φίζεσθαι, ἡμῖν δὲ οὐκ ἦν λόγος, ἄνευ λόγου τοῦ Κομνηνοῦ Μιχαὴλ κρινομένου. ἐφιλεῖτο γὰρ-φίλη γε ἡ ἀλήθεια -οὐ πρὸς ἡμῶν καὶ μόνον, ἀλλὰ καὶ πρὸς παντὸς τῶν τε ἐν τέλει τῶν τε στρατηγῶν τῶν τε στρατιωτῶν καὶ αὐ τῶν τῶν τῆς ξύγκλυδος· τοῖς τε γὰρ νεάζουσιν ἡδὺς ἦν καὶ προσηνὴς ὁμιλῶν καὶ χαρίεις ἐν λόγοις καὶ ἐν ἐπιτη δεύμασι δεξιώτατος, τοῖς τε γέρουσι γηραιὸς ἐδόκει τὸν λόγον τε καὶ τὴν σύνεσιν, καὶ ἀσπάσιος αὐτοῖς ἐνομίζετο. καὶ ταῦτ' οὖν, ὡς οἶμαι, γέγονεν ἐπ' αὐτῷ δοκιμασίᾳ τοῦ κρείττονος· ἐπεὶ γὰρ εἰς τὴν βασίλειαν ἔμελλε θεὸς ἀναβι βάσαι τοῦτον περιωπήν, τῷ τῶν βασάνων πυρὶ καὶ τῷ διὰ πείρας χωνευτηρίῳ δεδοκίμακεν, ἵνα μὴ εἰς τὸν βασίλειον ἀναβὰς θρόνον ῥᾷον ἔχῃ πιστεύειν διαβολαῖς καὶ συκοφαν τίαις μήτε θᾶττον τὰς ἀποφάσεις ποιεῖν ἐπ' ἐξουσίᾳ τοῦ πράττειν τὰ βουλητέα γεγενημένος. οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς κατεξήτασεν, ὡς προϊὼν ὁ τῆς ἱστορίας λό γος δηλώσειεν. ἐπὶ δὲ τέλει τῆς ὑποθέσεως ταυτησὶν ἦν ὁ βασιλεὺς εἰρηκώς, κἀμοῦ τῶν λόγων ἀκροωμένου· «αἶ ἐλεεινὸν οἵας δόξης ἐξέπεσες.» τὸ δὲ ἦν ὅτιπερ πρὸς βου λήσεως ἦν τῷ βασιλεῖ τὴν ἐγγόνην αὐτοῦ, τὴν πρώτην θυγατέρα τοῦ υἱοῦ αὐτοῦ τοῦ βασιλέως Θεοδώρου τὴν Εἰρήνην, ἐπιδοῦναι τῷ Κομνηνῷ Μιχαὴλ εἰς ὁμόκοιτιν. ἦν δὲ αὕτη πρὸς τὸν Μιχαὴλ ἀνεψιά, δευτερεξαδέλφου θυγάτηρ· ἀλλὰ τοῦτο καὶ ἐπὶ τῷ βασιλεῖ Ἰωάννῃ ἐγένετο καὶ ἐν πλείοσιν ἄλλοις, καὶ εἴωθε τὰ τοιαῦτα οὕτω πως ξυμβαίνειν· κἂν γὰρ τῇ ἐκκλησίᾳ κεκώλυται, ἀλλὰ τοῖς βασιλεῦσιν ἐφεῖται τῆς κοινῆς προμηθείας χάριν καὶ τοῦ συμ φέροντος.

51 Ὁ μὲν οὖν βασιλεὺς οὑτωσὶ τὰ τῆς ὑποθέσεως διαλύσας εἰς τὴν ἕω ἀπῄει, ὁ δὲ Κομνηνὸς Μιχαήλ, ὡς εἰρήκειν, ὑπεβλέπετο. ἐπεὶ δὲ τὸ τοῦ γένους περιφανὲς καὶ τὸ πρὸς αὐτὸν συγγενές, ἔτι γε μὴν τὸ πρὸς τοὺς μεγάλους γνήσιον τούτου οὐκ εἴα τὸν βασιλέα ἐν περιφρο νήσει φέρειν τὰ κατ' αὐτόν, τί δὴ ποιεῖ; στέλλει τοῦτον πρὸς τὸν πατριάρχην. ὁ Μανουὴλ ἦν τότε τὰ τῆς πατριαρχίας διιθύνων πηδάλια, ἀνὴρ εὐλαβοῦς καὶ βίου καὶ πολιτείας σεμνῆς, εἰ καὶ γυναικὶ συνεζύγη, ἄλλως δὲ οὐ πεπειραμένος γραμμάτων οὐδὲ ὧν ἀνεγίνωσκεν ἀνελίττων τὴν ἔννοιαν. καὶ γράφει πρὸς τοῦτον ὁ βασιλεὺς ἐπιτιμίῳ καθυποβα λεῖν τὸν Κομνηνὸν Μιχαὴλ καὶ ὅρκοις αὐτὸν ἐμπεδῶ σαι, μὴ ἄν ποτε βουληθῆναι ἀπιστίαν κατὰ τοῦ βασιλέως μελετῆσαι, φυλάττειν δὲ καθαρὰν αὐτοῦ τὴν πρὸς τὸν κρατοῦντα διάθεσιν. γέγονε ταῦτα, καὶ ὁ βασιλεὺς τὸν Κομνηνὸν ἀνεδέξατο Μιχαὴλ καὶ συζεύγνυσιν αὐτῷ εἰς γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ σεβαστοκράτορος Ἰσαακίου τοῦ ∆ούκα ἐγγόνην τὴν Θεοδώραν, ἣν μόνην ὁ πατὴρ αὐ τῆς καταλελοιπὼς ὁ τοῦ σεβαστοκράτορος υἱὸς Ἰωάννης ἔτι ἐν μείραξιν ὢν τὸ χρεὼν ἐξεμέτρησε, χήραν μὲν τὴν αὐτοῦ γαμετὴν Εὐδοκίαν ἀφείς, τὴν τοῦ Ἀγγέλου Ἰωάννου θυγατέρα, ὀρφανὴν δὲ τὴν θυγατέρα αὐτοῦ Θεοδώραν, ἥτις εὐτυχῶς τῷ Κομνηνῷ τότε συνέζευκτο Μιχαήλ· ἡ γὰρ μήτηρ αὐτῆς Εὐδοκία καίτοι γε νέα οὖσα πάνυ τὴν χηρείαν φέρειν ἠσπάσατο, ἀρετὴν δὲ ἐφίλει καὶ τὸ καθάπαξ προσανέχειν θεῷ. διὰ ταῦτα καὶ ἀντιμισθίαν ἀντιλαμβάνει πρὸς θεοῦ τὸ κῆδος. καὶ ταῦτα μὲν ἔσχεν οὕτω.

52 Ὁ δὲ βασιλεὺς τὰ τῆς ἕω μέρη κατειληφὼς καὶ τοῦ ἐνιαυτοῦ ἐκείνου παρῳχηκότος αὖθις περὶ τὴν προκαθη μένην τῶν Βιθυνῶν πόλιν ἀφίκετο Νίκαιαν. καιρὸς ἦν περὶ τὰ τοῦ χειμῶνος τέλη, καὶ φθίνων ἐτύγχανε Φεβρου άριος. καὶ ὁ βασιλεὺς ἐπὶ τῆς κλίνης ἑσπέρας καθήμενος -παρέδραμε δὲ καὶ μέρος τι τῆς νυκτός- αἴφνης γε γονὼς ἄφωνος, πρηνὴς ἐπὶ τῆς κλίνης πεσὼν ἦν τὸ ἀπὸ τοῦδε ἄναυδος τὸ καθόλου. χεῖρες δὲ ἰατρῶν ὑπούργουν ἐν τούτῳ καὶ ἀμυχὰς ἐν τοῖς ποσὶν ἐποίουν