39
καὶ τοῖς ἐν τοῖς βασιλείοις διάγουσι πολλῶν ἀγαθῶν πρὸς τοῦ νέου ἐπιτεύξασθαι βασιλέως· καὶ εἴ τις ἦν πρὸς τοῦ πατρὸς ἐκείνου λελυπημένος ἢ στέρησιν χρημάτων πεπονθὼς ἢ καὶ κτημάτων, ἐλπίδας εἶχε λύσιν εὑρεῖν τῶν κακῶν. οὕτω μὲν οὖν οἱ πάντες ἤλπιζον. τό τε γὰρ νέον τῆς ἡλικίας καὶ τὸ πρὸς ἅπαντας χαρίεν καὶ τὸ πράως τοῖς ξυνιοῦσι προσφέρεσθαι καὶ ἱλαρῶς τοῖς συντυγχάνουσιν ὁμιλεῖν, ἃ δὴ πάντα φενάκη ἦν καὶ ὑποκριτικὸν προσω πεῖον, ταῦτα ἐποίουν φαντάζεσθαι. ἀλλ' ἥμαρτον τοῦ σκοποῦ, καὶ τὸ τῆς παροιμίας ἄνθρακες αὐτοῖς ἐκ θησαυ ρῶν ἀνεφάνησαν. τοιοῦτος γὰρ πρὸς τοὺς ὑπηκόους ἐφάνη καὶ οὑτωσὶ τοῖς ὑπὸ χεῖρας ἐχρήσατο, ὡς πάντας τὸν πα τέρα μακαρίζειν καὶ βασιλέα· καὶ εἰ λίαν ὑπῆρξέ τις δεινὰ παρ' ἐκείνου παθών, πρὸ τῆς αὐτοῦ τελευτῆς ἐξ ἀνθρώπων γενέσθαι ἑαυτὸν ἠγάπα καὶ ηὔχετο τὴν ζωὴν καταλῦσαι καὶ συναριθμηθῆναι τοῖς πλείοσιν.
53 Οὕτω μὲν οὖν ὁ βασιλεὺς Θεόδωρος τῶν βασιλείων ἐπείληπτο θρόνων. τὴν νενομισμένην γοῦν ὁσίαν ἀπο δοὺς τῷ βασιλεῖ καὶ πατρὶ καὶ καθεσθεὶς ἐπ' ἀσπίδος ὡς ἔθος καὶ ὑπὸ πάντων φημισθεὶς αὐτοκράτωρ, τοῦ Νυμ φαίου ἀπάρας ἐπὶ τὴν Φιλαδέλφειαν ἀφίκετο. μεγίστη δὲ αὕτη πόλις καὶ πολυάνθρωπος καὶ ὁπλίζεσθαι δεδυνημέ νους οἰκήτορας ἔχουσα καὶ μάλιστα τοξείαν ἀσκοῦντας· ἀγχι τερμονοῦσα δὲ τοῖς Περσικοῖς ὁρίοις ἀεὶ διαμάχεσθαι τοῖς ὑπεναντίοις τούτους ποιεῖ καὶ ἐθάδας πολέμων ἐργάζεται. ἐκεῖσε οὖν διακαρτερήσας μικρὸν καὶ ὅσον πρεσβείαν στεῖ λαι πρὸς τὸν σουλτάν, περὶ τὰ Βιθυνῶν κεχώρηκε μέρη καὶ τὴν τῆς χώρας ταύτης προκαθημένην πόλιν τὴν Νίκαιαν. ἐπεὶ δὲ ἐχήρευε τοῦ πατριαρχοῦντος ἡ ἐκκλησία-πέφθακε γὰρ ὁ πατριάρχης Μανουὴλ μικρόν τι τοῦ βασιλέως Ἰωάν νου προτελευτῆσαι-ἔδει δὲ πρῶτον πατριάρχην προβλη θῆναι, ἵν' ἐπὶ τῷ βασιλεῖ τὴν στεφηφορίαν ἐν τῷ ἱερῷ τελεσιουργήσῃ τεμένει, ἐζητεῖτο μὲν ὁ ἄξιος τοῦ τοιούτου θρόνου, ἡ δόξα δὲ τοῖς πολλοῖς ἐπὶ τῷ Βλεμμύδῃ ἐτύγχανε Νικηφόρῳ, τῷ ἐμῷ διδασκάλῳ τῶν τῆς φιλοσοφίας λόγων τε καὶ δογμάτων, ἀνδρὶ ἐκ νεότητος τὸν ζυγὸν ἀραμένῳ τοῦ μονήρους βίου καὶ περιβοήτῳ τυγχάνοντι καὶ περὶ λό γον καὶ ἀρετήν, κἂν ἐνίων ὁ φθόνος καὶ μάλιστα τῶν προυχόντων οὐ μόνον οὐκ ἐκφανῆ τούτῳ τὰ τῆς ἀρετῆς ἐποίει, ἀλλὰ καὶ κακίας τινὰς αὐτῷ προσεκόλλα. οὗτος οὖν πρὸς τὸν βασιλέα Θεόδωρον φιλίως διέκειτο καὶ παρ' αὐτοῦ ἐφιλεῖτο· τῶν γὰρ λόγων, ἐν οἷς τὰ πολλὰ ἐβρενθύετο, διδάσκαλον καὶ αὐτὸν ἐπεγράφετο. ὁ δὲ πρὸς τὸ ἦθος τοῦ βασιλέως ὁρῶν ὀκνηρότερος περὶ τὸ πρᾶγμα ἐτύγχανεν. οὐ μὴν ἀλλὰ καὶ ὁ βασιλεὺς αὐτὸς μαλακώτερον αὐτοῦ ἐπει ρᾶτο· μᾶλλον γὰρ πρὸς βουλήσεως ἦν αὐτῷ τὴν προστασίαν μὴ καταδέξασθαι. ταπεινοτέρους γὰρ καὶ μετρίους εἶναι τὸ φρόνημα τοὺς πατριαρχεύοντας οἱ κρατοῦντες ἐθέλουσι καὶ προσπίπτειν εὐχερῶς τοῖς σφῶν αὐτῶν βουλήμασιν ὡς προστάγμασι. τοῦτο δὲ μᾶλλον οἱ ἀγροικότεροι πάσχουσιν, οὐδὲ γὰρ ἔχουσι τοῖς λόγοις θαρρεῖν· οἱ δὲ περὶ λόγους ἀκαμπέστεροι φαίνονται καὶ τοῖς ἐκείνων ὁρισμοῖς ἀντι πίπτουσιν. ὁ γοῦν βασιλεὺς Θεόδωρος διὰ ταῦτα μικράν τινα πεῖραν λαβὼν τοῦ ἀνδρὸς ἐφ' ἑτέρους ἐτράπετο. καὶ ἐπεὶ δυσαρεστῶν ἐτύγχανεν ἐν πολλοῖς, μοναχόν τινα εἶναι μαθὼν ἐν τῇ τῆς Ἀπολλωνιάδος λίμνῃ ὀλίγων γραμμάτων πεῖραν ἔχοντα-μόνον καὶ γὰρ ἐφήψατο τῆς γραμματικῆς παιδείας-ἀνίερον τελοῦντα καὶ Ἀρσένιον ὀνομαζόμενον, ὡς εἶχε τάχους στέλλει τοὺς αὐτὸν ἄξοντας. καὶ ὃς ἀφί κετο. ἐπεὶ δὲ τὴν ἀπὸ τῆς Νικαίας ἔξοδον ἔσπευδε, διὰ τάχους τοῖς ἀρχιερεῦσι προστάττει χειροτονῆσαι πατριάρχην αὐτὸν ὁ βασιλεύς· οἳ καὶ οὑτωσὶ διεπράξαντο, ἐν μιᾷ ἡμέρᾳ διάκονον καὶ ἱερέα καὶ πατριάρχην αὐτὸν ἐκτελέσαντες.
54 Ἡ δ' αἰτία τοῦ ἐπισπεύδειν τὴν ἀπὸ τῆς Νικαίας ἔξοδον ἦν αὕτη. ὁ βουλγαράρχης Μιχαήλ, ὃς γυναικά δελφος τοῦ βασιλέως ἐτύγχανε Θεοδώρου, τῷ πενθερῷ αὐτοῦ Ἀσὰν Ἰωάννῃ ἐκ τῆς τοῦ Ἀγγέλου Θεοδώρου θυγατρὸς γεννηθείς,