1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

40

τὸν τοῦ βασιλέως Ἰωάννου πυθόμενος θάνατον, ἐπεὶ τὰ δυτικὰ μέρη γυμνὰ στρατευμάτων ἑώρα Ῥωμαϊκῶν, βου ληθεὶς τὴν ἀφῃρημένην πρὸς τοῦ βασιλέως Ἰωάννου χώ ραν ἐκ Βουλγάρων καὶ τὰ ἐν αὐτῇ ἄστη πρὸς Βουλγαρικὴν τὴν ἀρχὴν καὶ αὖθις ἀνακαλέσασθαι-τοῦτο γὰρ ἐκ μα κροῦ τοῖς Βουλγάροις ὠδίνετο-καὶ τὸν καιρόν, ὡς ἐδό κει, κατιδὼν ἐπιτήδειον, ἐξορμήσας τοῦ Αἵμου καὶ τὸν Ἕβρον διαπεράσας ἐν οὐ πολλῷ χρόνῳ πολλήν τε χώραν ὑφ' ἑαυτὸν ἐποιήσατο πολλά τε ἄστη σὺν οὐδενὶ παρεστή σατο πόνῳ. Βούλγαροι καὶ γὰρ τυγχάνοντες οἱ οἰκήτορες τοῖς ὁμοφύλοις προσέτρεχον, τὸν ζυγὸν τῶν ἀλλογλώσσων ἀποσειόμενοι· τὰ δὲ ἄστη μετὰ τῶν Ῥωμαϊκῶν καὶ μόνων ἀπολελειμμένα φυλάξεων, οὐκ ἀξίων τοιούτοις καιροῖς ἀντι μάχεσθαι, εὐχείρωτα τοῖς Βουλγάροις ὑπῆρχε, τῶν μὲν πτοίᾳ ταραττομένων καὶ προδιδόντων τὰ ἄστη καὶ λαμβα νόντων τὴν πρὸς τὰ οἴκοι ἐλευθερίαν, τῶν δὲ πρὸς τὴν ἐξαπίνης γεγενημένην τῶν Βουλγάρων ἔφοδον μηδὲν ἐχόν των ἐκ τοῦ προχείρου νοῆσαι λυσιτελοῦν ἀποδιδρασκόντων καὶ ταῦτα ἔρημα τῶν φυλαττόντων ἀπολιμπανόντων, ἄλλων δὲ ἴσως καὶ χρόνῳ ἀποκαμόντων, παραταθέντος αὐτοῖς παρὰ τὸ μέτρον τοῦ χρόνου τῆς φυλακῆς. τὰ πλείω δὲ τῶν ἄστεων καὶ ἀπεριποίητα ἦν καὶ τῶν χρειωδῶν ὅπλων ἄμοιρα. κατεσχέθη μὲν οὖν ἐκ τοῦ παραυτίκα Στενίμαχος Περιστίτζα Κρυτζιμὸς Τζέπαινα καὶ τὰ ἐν τῇ Ἀχριδῶν ξύμπαντα πλὴν Μνειάκου· τοῦτο γὰρ καὶ μόνον ὑπὸ Ῥω μαίων πεφύλακται. Οὔστρα δὲ καὶ Περπεράκιον καὶ Κρυ βοῦς καὶ τὸ παρακείμενον τῇ τοῦ Ἀδριανοῦ καὶ κεκλημένον Ἐφραῒμ τοῖς Βουλγάροις κεχείρωνται. τούτων οὖν οὕτω γεγενημένων καὶ τῶν ἐν δυσμοῖς Ῥωμαϊκῶν κλονουμένων πραγμάτων, τῆς φήμης μέχρι καὶ ἐς βασιλέως ἐπιδρα μούσης καὶ πλειόνων προσδοκίαν κακῶν τῶν προσόντων φαντασίαν παρεχομένης, οἱ περὶ τὰ βασίλεια οὐ μικρῶς ἐταράχθησαν. ἠπίσταντο γὰρ ὡς τὰ πλείω τῶν δυτικῶν μερῶν Βουλγάροις οἰκοῦνται, ἀποστατήσασι πάλαι Ῥωμαίων, προσφάτως δὲ χειρωθεῖσι τῷ βασιλεῖ Ἰωάννῃ καὶ οὔπω πῆξιν τῆς χειρώσεως λαβοῦσιν, ἔχθραν δὲ ἀεὶ πρὸς Ῥω μαίους ἐνδομυχοῦσι.

55 ∆ιὰ ταῦτα καὶ αὐτὸς ὁ βασιλεὺς ἠδημόνει τοῖς πράγμασιν, εἰ οὕτω κατ' ἀρχὰς τῆς ἐξουσίας αὐτοῦ δυστυ χῶς πράττει. συναθροίσας οὖν τοὺς ἐν τέλει καὶ τοὺς εἰς στρατηγοὺς τεταγμένους, σὺν οἷς καὶ οἱ πρὸς πάππου αὐ τοῦ τοῦ βασιλέως Θεοδώρου ὑπῆρχον αὐτῷ θεῖοι, ὅ τε Μανουὴλ καὶ ὁ Μιχαήλ, ἐβουλεύσατο τί ἂν ἔχοι εἰς τὰ γεγενημένα διαπράττεσθαι. οἱ μὲν οὖν πλείους διαπερᾶσαι τὸν βασιλέα τὸν Ἑλλήσποντον δέον ἔλεγον εἶναι καὶ στῆσαι τὴν τῶν Βουλγάρων φοράν. τοῦτο δὲ τοῖς τοῦ κρατοῦντος θείοις τοῖς προειρημένοις οὐκ ἤρεσκεν, οἷς καὶ προσεῖχε μᾶλλον ὁ βασιλεὺς πολλῶν ἕνεκα· ἥ τε γὰρ γνησιότης τοῦ γένους ἠνάγκαζε καὶ τὸ τῆς ἡλικίας γηραιὸν παρεβίαζεν, οὐχ ἧττον δὲ πρὸς τοῦτο καὶ τὸ πολλῶν πραγμάτων ἴδρεις αὐτοὺς γενέσθαι παρέπειθε. φυγάδες γὰρ οὗτοι γεγονότες τῆς τοῦ βασιλέως Ἰωάννου διακρατήσεως πολλοῖς προσωμίλησαν δεσπόταις καὶ εἰς διαφόρους περιεπλανήθησαν τό πους, κἀντεῦθεν κατὰ τὴν ποίησιν εἶδον ἄστεα καὶ νόον ἔγνωσαν. καὶ ἦσαν μὲν ὡς ἀληθῶς οὗτοι νοήμονες, οὐκ ὀρθὰ δὲ ἐφρόνουν τοῖς τῶν Ῥωμαίων πράγμασιν, αἰτίαν ἔχοντες τὸ παρευδοκιμηθῆναι τὰ πρῶτα παρὰ τοῦ ἀδελφοῦ καὶ βασιλέως, μηδενὸς αὐτῶν εἰς ἀξίαν ἀνηγμένου βασι λέως ἀδελφοῖς διαπρέπουσαν, εἶτα καὶ παρὰ τοῦ γαμβροῦ καὶ βασιλέως· καὶ φυγαδίαι τῆς Ῥωμαίων γεγενημένοι πρὸς αὐτοὺς ἐδυσμέναινον. καὶ ταῦτα μὲν ἴσως ἐρεῖ τις αἴτια εἶναι, τὸ δ' ἀληθὲς τὰ τῶν ἀνθρώπων ἤθη ἀβέβαια ὄντα καὶ ἄστατα τοιούτους τυγχάνειν ἐποίουν. καὶ ταῦτα μὲν οὐ διελάνθανεν οὐδὲ τὸν βασιλέα Θεόδωρον· τέως οὖν ἐξ ἀνάγκης καὶ τῷ μὴ ἔχειν κρείττοσιν ἄλλοις βουλεύεσθαι τούτοις ἐχρᾶτο πρὸς συμβουλάς. ὑπετίθεντο γοῦν οὗτοι ὡς οὐ χρεὼν τὸν βασιλέα διαπερᾶσαι πρὸς τὴν δυσμήν, ὅτι τε κακῶς πράττει τὰ τοιαῦτα μέρη καὶ ὡς νοσεῖ σχεδὸν ἀθεράπευτα,