1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

41

στράτευμά τε μὴ ἔχειν τὸν βασιλέα προσῆκον πράξει βασιλικῇ· ὁ γὰρ χειμὼν ἐκώλυε τὴν συνάθροισιν τῶν δυνάμεων. καὶ τὸ ἐπιδημῆσαι κατὰ χώραν τὸν βα σιλέα καὶ μὴ ἄξιον τοῦ ὀνόματος αὐτοῦ καὶ τῆς φήμης ἐργάσασθαι οὐ τῶν ἀφῃρημένων καὶ μόνων βεβαίωσιν ἐν τοῖς ἐχθροῖς ποιεῖται ἀλλὰ καὶ τῶν περιλελειμμένων ἀφαί ρεσιν αὔξην τε τῶν ὑπεναντίων πολλῷ μείζονα, ὡς καὶ τῶν Ῥωμαϊκῶν πραγμάτων ἐλάττωσιν οὐ σμικράν. ταῦτα μὲν ἔφασκον οὗτοι, ἄλλοι δὲ πάντες τὴν βασιλικὴν περαίωσιν συνεβούλευον καὶ ταύτην κατήπειγον, μὴ λάθοι τὰ πάντα τῶν ἐν δυσμῇ ἢ τὰ πλείω ταῖς τῶν ἐχθρῶν χερσὶν ἁλω θῆναι. ἡ τῶν πλειόνων γοῦν ἴσχυσε βουλή, μάλιστα δὲ τοῦ βασιλέως τὸ πρόθυμον καὶ ὁ τῆς καρδίας αὐτοῦ ζῆλος, ἐκκαὴς γεγονὼς πρὸς τὴν κίνησιν. καὶ προσλαβόμενος τοὺς ὅσοι συνακολουθεῖν ἔτυχον, εἰς μέτριον ἀριθμουμένους στράτευμα, καὶ τοὺς καθ' ὁδὸν ξυντυγχάνοντας καὶ τοὺς ἐγγύτερον τῆς φερούσης ὄντας καὶ δυναμένους αὐτοῖς ὅπλοις καὶ ἵπποις ἐφέψεσθαι, διαπεραιοῦται τὸν Ἑλλήσποντον καὶ ὡς εἶχε τάχους τὴν Ἀδριανούπολιν πέφθακε.

56 Μίαν δὲ καὶ μόνην ἡμέραν διακαρτερήσας ἐν ταύτῃ ἐξῆλθεν ἐς νέωτα. καί τις τῶν ἐκ Βουλγάρων κατοπτήρων τὸν βασιλέα τεθεαμένος τῆς Ἀδριανοῦ ἐξερχό μενον δρομαῖος περὶ τὸν βουλγάραρχον ἵκετο-περὶ τὸν Ἕβρον καὶ γὰρ οὗτος ἐστρατοπεδεύετο-καὶ τὸ δρᾶμα διασαφεῖ καὶ τὴν τοῦ βασιλέως ἐξαγγέλλει κατ' αὐτοῦ τα χεῖαν ἔφοδον, καὶ ὅρκοις ἐβεβαιοῦτο ἦ μὴν ὀφθαλμοῖς τεθεᾶσθαι τὸν βασιλέα τὴν πρὸς τῇ πόλει τυγχάνουσαν τοῦ ποταμοῦ Ἕβρου γέφυραν διαβαίνοντα. τοῦτο συνέχεε μὲν τοὺς περὶ τὸν βουλγάραρχον, οὐ μὴν τοῦ τόπου καθ' ὃν ἔλαχον στρατοπεδεύειν ἀπέστησεν, ἀλλ' ἔμενον ἐκεῖσε μέχρις ἂν γνοῖεν τὰ τῆς φήμης ἀκριβέστερόν τε καὶ καθαρώ τερον. ἀλλ' οὐδὲ τὸν βασιλέα ἡ τοῦ βουλγαράρχου κατα σκήνωσις λέληθεν, ἀλλ' ἐμεμαθήκει τὸν τόπον, ὅπου δὴ τὸ στρατόπεδον εἶχε. ταχυτέραν γοῦν τὴν πορείαν ἐποιεῖτο καὶ τῶν ἵππων τὰς κινήσεις ἐπέτεινε, καὶ ηὔχετο τῷ Βουλγαρικῷ ξυντυχεῖν στρατεύματι. οὕτω γοῦν ἔχων ὁρμήματος ἔκ τινος συμβάματος ἐσφάλη τυχηρῶς τοῦ βουλεύματος. οἱ γὰρ προάγοντες τῶν Ῥωμαϊκῶν στρατευμάτων τοῖς εἰς φυ λακὴν προτεταγμένοις τοῦ Βουλγαρικοῦ στρατοπέδου συμ πεπτώκασι, καὶ πολλοὺς μὲν ξίφους ἔργον πεποίηνται, ἄλλους δὲ ζωγρίας εἷλον, σὺν αὐτοῖς δὲ καὶ τὸν τὴν ἡγε μονίαν τῆς στρατείας ἔχοντα· οἱ δ' ἕτεροι φυγῇ χρησάμενοι νυκτὸς βαθείας εἰς τὸ Βουλγαρικὸν ἀπέδρασαν στράτευμα καὶ διηγοῦντο πάντα καὶ τὸ πλησίον αὐτῶν ἤδη τυγχάνειν τὸν βασιλέα διισχυρίζοντο. ὡς ἔτυχε γοῦν ἕκαστος τῶν Βουλγάρων καὶ αὐτὸς ὁ τούτων ἄρχων, ἐπιβὰς τοῦ ἵππου, περὶ τὰ ἐνδότερα τῶν Βουλγαρικῶν ἐφέρετο χώρων. κατε δρύπτοντο δὲ τούτων τοῖς τῶν δένδρων κλάδοις τὰ πρόσωπα, συνηρεφέσι τούτοις ἐμπίπτοντα· ὃ δὴ καὶ αὐτὸς ὁ βουλγά ραρχος πέπονθεν· ἔνιοι δὲ αὐτῶν καὶ γυμνοῖς ἐφεστρίδων εἰς τὴν ὀχείαν τοῖς ἵπποις ἐχρήσαντο. οὕτω γοῦν δια δράντες τὴν Ῥωμαϊκὴν ἀπέφυγον σπάθην. ἕωθεν δὲ τὸν τόπον φθάσας ὁ βασιλεὺς καὶ ἔρημον στρατεύματος Βουλ γαρικοῦ κατιδὼν λελύπηται μέν, οὐκ εἶχε δ' ὅ, τι καὶ δράσειε. βουλὴν δὲ ποιησάμενος περὶ τὴν Βερόην χωρεῖ, κἀκεῖσε δὲ ἀφιγμένος αὐτοβοεὶ τὸ φρούριον εἷλεν. ἅπαν γὰρ τὸ τεῖχος αὐτοῦ κατηρείπωτο καὶ διεξόδους εἶχε πολλάς, καταβεβλημένον καὶ τοῦτο παρὰ τῶν Βουλγάρων σὺν τοῖς λοιποῖς τῶν Ῥωμαϊκῶν ἄστεων, εἰ καὶ κάμαξι καὶ τοῖς ἐξ ἁμαξῶν ξύλοις ἐδόκουν αὐτὸ κατοχυρώσασθαι οἱ οἰκήτορες. τροφῶν γοῦν ηὐμοίρησε τὰ στρατεύματα, αὐτοί τε καὶ οἱ τούτων ἵπποι· ἐπέπληστο γὰρ τῶν χορτασμάτων τὸ ἄστυ. καὶ τάχα ἂν καὶ προσωτέρω ἐκεχωρήκει ὁ βασιλεὺς καὶ περὶ τὸν Αἷμον αὐτὸν καὶ τὰ ἐν αὐτῷ τυγχάνοντα φρούρια τὴν ἔφοδον ἐπεποίητο-πτοίαν γὰρ οὐ σμικρὰν τοῖς Βουλ γάροις ἐνέβαλλεν-εἰ μὴ χειμὼν βαρύτατος αἴφνης ἐπεισ πεσὼν ἐκώλυσεν αὐτὸν τῆς ὁρμῆς· πολλὴ γὰρ χιὼν τὸ πρόσωπον τῆς γῆς ἐπηλύγασε, καὶ τὸ ἐπὶ ξένης καὶ πολε μίας τὰ Ῥωμαϊκὰ χρονίζειν στρατεύματα οὐ καλὸν ἐδόκει