1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

42

τοῖς ξυμβουλεύουσιν. ἡμέρας οὖν ἓξ ἐκεῖσε διακαρτερήσας ὁ βασιλεύς, ἐπεὶ μὴ εἶχέ τι ἕτερον δρᾶσαι, λείαν τὰ Βερόης ἅπαντα ποιησάμενος, ἄνδρας γυναῖκας νήπια πρόβατα βόας καὶ σύμπαν ἄλλο κινεῖσθαι δυνάμενον, εἰς τὴν Ἀδριανοῦ τὴν ὑποστροφὴν ἐποιήσατο.

57 Ἐκεῖθεν γοῦν ἐπιλεξάμενος ἀξιόλογον στράτευμα περὶ τὰ ἐν Ἀχριδῶν φρούρια ἐπεπόμφει τὰ πρὸ μικροῦ τοῖς Βουλγάροις κεχειρωμένα, εἴ πως καὶ αὖθις τῇ τῶν Ῥω μαίων ὑπαχθεῖεν ἀρχῇ. ἐν αὐτοῖς γοῦν ἀφιγμένοι σὺν τοῖς στρατεύμασιν οἱ τῶν Ῥωμαίων ἡγήτορες μηχανήμασί τε καὶ ἑλεπόλεσι ῥᾷον τῶν φρουρίων περιεγένοντο· οἱ Βούλγαροι καὶ γὰρ θᾶττον τῶν ἐν ἄστεσι φυλακῶν ἀπαλλάττονται, εἰ πολεμίους ὁρῷεν καὶ μαχιμωτέροις συμπλακεῖεν τοῖς πράγ μασιν. ἐν οὐ πολλῷ γοῦν τὰ πλείω αὐτῶν ἐχειρώσαντο. ἀλλὰ καὶ ὁ βασιλεὺς τὸν περὶ αὐτὸν συναθροίσας στρατὸν περὶ τὰ ἐν Ῥοδόπῃ ἄστη κεχώρηκε, καὶ εἷλε μὲν Περιστίτζαν τοῖς μηχανήμασι καὶ μετ' αὐτὴν τὸν Στενίμαχον καὶ ἐπὶ τούτοις τὸν Κρυτζιμόν, ὀχυρώτατα ταῦτα πάντα καὶ εἰς πρόσωπον κείμενα τοῦ τῆς Ῥοδόπης ὄρους καὶ τὰ ὀπίσω πάντα φυλάττοντα. ἀφίκετο δὲ καὶ εἰς Τζέπαιναν ἐν ἀκμῇ χειμῶνος, ἡ δὲ τοῦ τόπου δυσχωρία καὶ τὸ ψυχρὸν τοῦ καιροῦ οὐδὲ μικρόν τι εἴασεν ἐν ταύτῃ προσκαρτερῆσαι. ἐπεὶ δὲ τὸ ἔαρ ἐπέλαμψε, προστάγματα πρὸς τὸν Στρατη γόπουλον Ἀλέξιον καὶ τὸν Τορνίκην Κωνσταντῖνον, ὃν μέγαν πριμμικήριον ὁ βασιλεὺς τετίμηκεν Ἰωάννης, ἐξ έπεμψεν, ἐν ταῖς Σέρραις ὄντας καὶ τὸ στρατόπεδον ἔχον τας, ἵνα τὴν στρατιὰν πᾶσαν συναγαγόντες κατὰ τῆς Τζε παίνης ἀφίκοιντο. τοῦτο δὴ καὶ ἐποίησαν, κακοὶ δὲ ἐφάνησαν ἐν τούτῳ τῷ ἐπιχειρήματι στρατηγοί· μήτε γὰρ πολεμίων ἐγκύρσαντες στρατιαῖς μήτε ἀνδράσιν ἀξίοις τού τοις μαχέσασθαι, κτύπων δὲ καὶ μόνων καὶ ψόφων ἀκη κοότες καὶ ἤχων κερατίνων ἀκροασάμενοι, ἀκόσμως ἐχρή σαντο τῇ φυγῇ, πᾶσαν ἀποσκευὴν καὶ τοὺς πλείους τῶν ἵππων τοῖς ποιμέσι καὶ συβώταις τῶν Βουλγάρων καταλι πόντες. οὕτω μὲν οὖν ἐκεῖνοι φυγαδίαι γεγονότες τὰς Σέρρας καὶ αὖθις κατέλαβον, ἵππων καὶ ὅπλων γυμνοὶ τυγχάνοντες. ὁ μὲν οὖν βασιλεὺς διὰ ταῦτα θυμοῦ μὲν ἐπέπληστο, καὶ προσέταττεν ἐξ ὀργῆς αὐτοὺς ἐκείνους, ὅπως ἂν ἔχοιεν, περὶ τὴν αὐτὴν καὶ αὖθις μάχην χωρῆσαι· οἱ δὲ ἀδυνάτως εἶχον τῆς πράξεως.

58 Ἐπεὶ δὲ ταῦτα οὕτω συνέβη, συνεπεπτώκει καί τι τῶν βαρυτέρων καὶ πολλὴν τὴν κατὰ τῶν Ῥωμαίων βλάβην ἐπαπειλοῦν. ὁ γὰρ τοῦ Μελενικιωτικοῦ προεξάρχων στρατεύματος, ∆ραγωτᾶς τοὔνομα, καὶ φύσει μὲν ὡς Βούλ γαρος δύσνοιαν τρέφων κατὰ Ῥωμαίων, ἔτι δὲ καὶ πλέον φέρων τοῦ φυσικοῦ διὰ τὴν πρὸς τὸν βασιλέα ἀπέχθειαν- ἤλπισε γὰρ ἐξ αὐτοῦ μεγάλων τυχεῖν· οὐδὲ γὰρ ἔκρινεν ἄξια τὰ παρὰ τοῦ βασιλέως Ἰωάννου ἐκείνῳ κεχορηγημένα καὶ ταῦτα πολλὰ γεγενημένα-ἀποστασίαν φανερὰν μεμε λέτηκε. καὶ δὴ πάντας τοὺς ἐν Μελενίκῳ συναγαγὼν στρα τιώτας τε καὶ λοιπούς, ἔτι δὲ καὶ ἄλλους παμπόλλους ἐκ τῶν πέριξ χωρῶν, παρεκάθισε τοῦ Μελενίκου τῷ ἄστει καὶ ἐπολιόρκει τοῦτο καὶ ἐφιλονείκει πορθεῖν. ἦσαν δὲ ἐν τούτῳ τῷ ἄστει προτεταγμένοι τῶν φυλασσόντων ὅ τε Νεστόγ γος Θεόδωρος καὶ ὁ Ἄγγελος Ἰωάννης, καὶ ἀμφότεροι δέξιοι ἄστη φυλάξαι καὶ πολεμίους ἐκτρέψασθαι. ἐστενοχώρει δὲ τοὺς ἔνδον τοῦ ἄστεος οὐδὲν ἄλλο-καὶ γὰρ ηὐμοί ρουν τῶν χρειωδῶν-ἀλλ' ἢ ἡ τοῦ ὕδατος ἔνδεια, ἐν ὥρᾳ θέρους τὸ ἀναγκαιότατον τῶν ἄλλων κἀν τῇ σπάνει βαρύτατον. οἱ δὲ-καὶ γὰρ οὐ πάντῃ τούτους τὸ ὕδωρ ἐξέλιπε-καρτερῶς τοῖς ἐναντίοις ἐμάχοντο καὶ ἀνθίσταντο καὶ ὀϊστοῖς ἔβαλλον καὶ λίθοις ἐτίτρωσκον καὶ πᾶσιν ἄλλοις ὅπλοις ἐμάχοντο. Τούτων ἐν ἀκροάσει γενόμενος ὁ βασιλεὺς δυσφόρως τὴν ἀκοὴν ἤνεγκε, βουλὴν δὲ βουλευσάμενος τὴν ἀρίστην, ὡς εἶχε τάχους ἅπαν ξυναγηοχὼς τὸ στρατόπεδον δωδε καταῖος τὰς Σέρρας πέφθακεν, ἐν ὀλίγῳ χρόνῳ τοσαύτην διανύσας ὁδὸν καὶ