44
βόντες ἐξῄεσαν τοῦ φρουρίου. ὁ δὲ βασιλεὺς ἐπείπερ αὐ τοὺς ἐθεάσατο παμπόλλους μὲν τὸν ἀριθμὸν-εἰς γὰρ πεντακοσίους ἠρίθμηντο-εὐμεγέθη δὲ κεκτημένους τὰ σώματα καὶ ἀγαθοὺς τὰς μορφάς, ἐπὶ τῇ πράξει μεταμε μέληται, εἰ τοσούτους καὶ τοιούτους ἐάσει πρὸς τὴν τῶν ἐχθρῶν ἀφικέσθαι καὶ ἐναντίους γενέσθαι Ῥωμαίοις· ὑπὸ δὲ τῶν ὅρκων ἀναγκασθεὶς ἀπέλυσε σφᾶς αὐτοὺς ἀποδοὺς τὴν ἐλευθερίαν. Ἐκεῖθεν οὖν μετὰ πάσης τῆς στρατιᾶς ὁρμήσας διὰ τῆς Νευσταπόλεως τὴν πορείαν ἐποιεῖτο. ἄνυδρος δέ ἐστιν ὁ τόπος καὶ ἄοικος καὶ πλήθει στρατευμάτων δυσβάδιστος. ἄρτου γοῦν ἐν ἐνδείᾳ ἐν οὐ μετρίαις ἡμέραις διῆγεν ἡ στρατιά, καὶ δυσὶν ἡμέραις οἱ πλείους τῶν ἵππων ὑπῆρ ξαν ὕδατος ἄγευστοι. τὸ γοῦν τῆς Στρουμμίτζης. παρα μείψαντες ἄστυ καὶ διὰ τῶν τοῦ Μελενίκου χώρων βαδί σαντες εἰς τὰς Σέρρας καὶ αὖθις ἀπῄειμεν. ἔνθα καὶ γραφὰς ὁ αὐτοκράτωρ δεξάμενος ἐκ τῶν τῆς ἀνατολῆς μερῶν πρὸς τοῦ προσφιλοῦς αὐτοῦ πεμφθείσας Μουζάλω νος, ὡς τὰ τῶν Μουσουλμάνων πρὸς τῶν Ταχαρίων κυ μαίνεται, ἐπέτεινε τὴν ὁδὸν καὶ μακροτέρας τὰς ἡμερησίους ἐποιεῖτο πορείας. ἐπεὶ δὲ τὸν Ἕβρον ἐπεφθάκει, ὃν καὶ Μαρίτζαν ὁ χυδαῖος κατονομάζει λαός, καὶ μὴ οὕτως ἔχειν τὰ ἐν τῇ ἕῳ μεμαθηκὼς πράγματα, τῆς ταχυτῆτος ἀνιεὶς σχολαιότερον ἐπορεύετο καὶ τοὺς συνήθεις βασιλικοὺς ἐποι εῖτο σταθμούς· παρεκκλίνας δὲ τῆς πρὸς ἕω κατ' εὐθεῖαν ἐς τὸ ∆ιδυμότειχον ἀφίκετο κἀκεῖθεν εἰς τὴν Ἀδριανοῦ. Καὶ ἐπεὶ μηδὲν ἐναπολέλειπτο τῶν παρὰ τῶν Βουλγά ρων κατασχεθέντων φρουρίων καὶ ἄστεων-πάντα γὰρ ὁ βασιλεὺς ἐχειρώσατο-πλὴν δυοῖν, ἑνὸς μὲν φρουρίου πάνυ σμικροτάτου ἐν τοῖς βουνοῖς κειμένου τῆς Ἀχριδοῦ καὶ καλουμένου Πάτμου, ὃ καὶ εὐχερῶς πάνυ ὁ Φιλανθρωπη νὸς Ἀλέξιος εἷλεν ὁ ∆ούκας, καταλειφθεὶς πρὸς τοῦ βασι λέως εἰς φυλακὴν τῶν ἐν Ἀχριδῷ, καὶ ἄστεος ἄλλου Τζεπαίνης ὀνομαζομένου, λίαν τυγχάνοντος ὀχυροῦ καὶ περὶ τὴν ξυμβολὴν τελοῦντος τῶν δύο μεγίστων ὀρῶν, τοῦ τε Αἵμου καὶ τῆς Ῥοδόπης, καθ' ὧν μέσον ὁ Ἕβρος ῥεῖποταμός, ἐν δεινῷ μὲν ἐποιεῖτο ὁ αὐτοκράτωρ, ὅτι μὴ καὶ αὐτῶν ὡς τῶν ἑτέρων ἐκράτησεν, ἀλλ' ἔτι τῆς χειρὸς αὐτοῦ κρείττω φανέντα ἔξω τυγχάνουσι· μάλιστα δὲ ὑπὲρ τῆς Τζεπαίνης ἐδυσφόρει τὰ μέγιστα. ἔσπευδε μὲν οὖν καὶ κατὰ ταύτης στρατεῦσαι καὶ ὡς εἶχεν ἰσχύος ἀποπειρά σασθαι. ἡ μὲν οὖν ὥρα τοῦ θέρους ἤδη παρῄει, καὶ τὸ μετόπωρον ἐγγὺς ἦν καὶ τοῦτο παραδραμεῖν. ὁ δὲ μηδέν τι τοῦ καιροῦ φροντίσας μηδὲ τὸ τοῦ χειμῶνος προσκο πήσας δριμύ-ἑνὸς γὰρ καὶ μόνου τοῦ τὸ οἰκεῖον ἀπο πλῆσαι βούλημα ἐστοχάζετο-τὴν στρατιὰν πᾶσαν ἐκ τῆς Ἀδριανοῦ κινήσας ἁμάξας τε παμπόλλας συλλεγῆναι προσ τάξας ἁπανταχόθεν τῆς τῶν Μακεδόνων χώρας, τὰς μὲν ἐπὶ τῷ τὰ μηχανήματα καὶ τὰς ἑλεπόλεις φέρειν, τὰς δὲ ἐπὶ τῷ διακομίζειν τὰ ζωαρκῆ τοῦ στρατεύματος, καὶ συναθροι σθῆναι κελεύσας πληθὺν ἀνδρῶν πεζῶν τοξοτῶν καὶ κορυ νοφόρων οὐκ εὐαρίθμητον, ἐπεὶ πάντα καλῶς αὐτῷ καὶ ὡς ἔδοξε κατηρτίσατο, τῆς Ἀδριανοῦ ἀπάρας κατὰ τῆς Τζεπαίνης ἐχώρει. τέσσαρας δὲ σταθμοὺς παρήμειψεν ὁ στρατός, καὶ κατὰ τὸν τόπον, ὃν Μακρολιβάδα κατονο μάζουσιν, ἐτητύμως πρὸς τὸ σχῆμα τὴν κλῆσιν οἱ πρώτως ἰδόντες θέμενοι, δεινὸς συμπίπτει σφίσι χειμών. ἐξ ἑσπέ ρας γοῦν ἀρξάμενος, δι' ὅλης τῆς νυκτὸς τὴν σφοδρότητα τοῦ ψύχους καὶ τοῦ ἀνέμου προσεπιτείνας τὸ βίαιον, πολλῇ τε χιόνι τῆς γῆς ἐπηλυγάσας τὴν ἐπιφάνειαν, ἕωθεν τῷ βασιλεῖ πολλὴν προυξένησε τὴν δυσχέρειαν. ὅ τε γὰρ τόπος ἄοικος ἦν καὶ ἐγγύτερον ἐτύγχανον οἱ πολέμιοι, καὶ ἡ προσδοκωμένη σπάνις τῶν ἀναγκαίων οὐχ ἧττον τὴν ψυχὴν ἐπίεζε· τοῦτο γὰρ καὶ μᾶλλον δεινότερον καθέστηκεν ἐν στρατεύμασιν. ἐς τοσαύτην γοῦν τὴν δυσφορίαν συνελα θεὶς τοὺς ἡγεμόνας συνηθροίκει τῶν στρατευμάτων, οὐ τῶν Ῥωμαϊκῶν μόνων ἀλλ' ἤδη καὶ τῶν ἐξ ἔθνους Λατίνων τε καὶ Σκυθῶν, καὶ τούτους τί δεῖ ποιεῖν ἠρωτήκει. πάντες γοῦν σχεδὸν ἐβουλεύσαντο ἐς τὴν Ἀδριανοῦ τὴν ἐπιστροφὴν