1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

45

ποιήσασθαι. ὁ δὲ τὴν μὲν βουλὴν αὐτῶν οὐκ ἀπέπεμψεν, ἀλλὰ πρὸς αὐτοὺς εἰρήκει ὡς «ὑμεῖς μὲν ὅπερ κρεῖττον καὶ συμφέρον ἔδοξε καλῶς ἐβουλεύσασθε· εἰ δὲ καὶ αὐτὸς ἕτερόν τι σὺν θεῷ νοήσαιμι, οὐκ ἂν δέξησθε τοῦτο ὡς ἀπὸ δεσπότου νουνεχοῦς εἰρημένον καὶ ὑμῶν ὡς δέον προνοουμένου;» ξυνέφησαν ἅπαντες ὡς «ὅπερ ἂν τῷ σῷ δόξειε κράτει, στερκτὸν αὐτὸ καὶ ἀσπαστὸν λογισαίμεθα.» τούτους μὲν οὖν πάντας ἀπέλυσεν ὁ βασιλεὺς εἰς τὰς σφε τέρας ἐπιέναι σκηνὰς ἐφ' ᾧ καὶ τροφῇ διὰ τὸν χειμῶνα χρήσασθαι, αὐτὸς δὲ εἰς τὸν αὐτοῦ κοιτῶνα εἰσιὼν μετὰ τῶν περὶ αὐτὸν ἐβουλεύετο τί μᾶλλον χρὴ ποιεῖν. τινὲς μὲν τὴν τῶν ἔξωθεν βουλευσαμένων βουλὴν εἰς ἔργον ἐβου λεύοντο θεῖναι, ἄλλοι δέ, οἷς καὶ τὸ κρεῖττον διανοηθῆναι τῷ βασιλεῖ διακέκριται, τοὐναντίον εἰρήκασιν. ἔφησαν καὶ γὰρ «ὅση μὲν ὁδός ἐστιν ἡμῖν ὄπισθεν εἰς τὴν Ἀδριανοῦ, τοσαύτη καὶ ἔμπροσθεν εἰς τὸ τοῦ Στενιμάχου ἄστυ καθ έστηκε· καὶ ὥσπερ ἐκεῖ τῶν χρειωδῶν εὐμοιρῆσαι ἔχομεν, οὕτω δὴ καὶ εἰς τὸν Στενίμαχον. οὕτω γοῦν πράξαντες οὐ δόξαιμεν τοῖς πολεμίοις οὔτε δειλίᾳ τῇ πρὸς αὐτοὺς οὔτε μὴν τῇ τοῦ χειμῶνος δυσχερείᾳ τὴν ὑποστροφὴν ποι ήσασθαι.» ἀρεστὸν γοῦν ἔδοξε τοῦτο τῷ βασιλεῖ, καὶ ἐπεὶ τῆς δριμύτητος καὶ ὁ χειμὼν ἔληγε καὶ ἡ τῆς χιόνος ἔστη φορά, τὴν ἐπιοῦσαν τὸ ἀνακλητικὸν ἠχῆσαι προσέταξεν. ἐκεῖθεν οὖν τὰς συντάξεις τῶν στρατευμάτων λαβὼν ἀπῄει ἐς τὸν Στενίμαχον. κἀντεῦθεν οὖν τὸ σύμπαν ἐνσιτίσασθαι κελεύσας στράτευμα κατευθὺ τῆς Τζεπαίνης ἐχώρει. Κατηντήκει γοῦν ἐς πόλιν ἐπικεκλημένην Βατκούνιον, ἱκανὰς ἡμέρας μεγίστῃ ἐξαρκέσαι δυναμένην εἰς ζωάρκειαν στρατιᾷ. ἐκεῖθεν οὖν ἀπεστάλκει τὸν θεῖον αὐτοῦ τὸν Λάσκαριν Μανουήλ, μοναχὸν ὄντα καὶ Μάξιμον ὀνομαζόμε νον, καὶ τὸν τοῦ ἀλλαγίου αὐτοῦ ἄρχοντα τὸν Μαργαρίτην Κωνσταντῖνον, κατοπτεῦσαι τὸν τόπον καὶ εἰ εὐχερεστέραν τὴν εἰς αὐτὸν πορείαν σχοίη τὸ στράτευμα. οἱ δὲ ἀπιόντες καὶ τὰ περὶ τοῦ τόπου κατασκοπήσαντες εὐχερῆ τὴν ἄνοδον τυγχάνειν τῷ βασιλεῖ κατήγγελλον, καὶ μάλιστα ὁ Μαργαρίτης Κωνσταντῖνος, καίτοι γε πολλῶν τῶν εἰδότων ἀντι λεγόντων. τοῖς γοῦν τούτων λόγοις πεισθεὶς ὁ βασιλεὺς μετὰ πάσης τῆς στρατιᾶς ἀνῄει. καὶ ἦν μὲν πάντῃ ἀνάν της ὁ χῶρος τὴν ἄνοδον, καὶ παγετὸς τὴν ὁδὸν πᾶσαν παχύτερός τε καὶ λεῖος βαδίσαι δυσχερεστέραν ἐποίει, συν ηρεφῆ τε καὶ λάσια δένδρα περὶ τὴν ἀκρώρειαν ἦν. ἡ μὲν οὖν στρατιὰ τὴν νύκτα πᾶσαν ἐκείνην πυρκαϊὰς ἀνάψαντες ἐθερμαίνοντο· τῶν γὰρ πλειόνων οἱ ὑπηρέται μετὰ τῶν σκηνῶν αὐτῶν οὐκ ἠδυνήθησαν τοὺς σφῶν κυρίους εὑρεῖν. ἔκλαιον δὲ μικροῦ δεῖν κλαυθμὸν ἄπαυστον, εἰ καὶ ἄλυπον· ὁ γὰρ ἐκ τῶν πυρκαϊῶν καπνὸς ὑπὸ τῆς τῶν δένδρων πυκνότητος συνεχόμενος καὶ διέξοδον εἰς ἐλεύθερον ἀέρα μὴ εὑρίσκειν δυνάμενος, κάτω ὑπενόστει καὶ τοὺς ὀφθαλ μοὺς εἰς ἄκρον ἔδακνε καὶ τῶν ὀφθαλμῶν ἐκπιέζειν κατηνάγκαζε δάκρυον. τοῦτο καὶ ὁ βασιλεὺς ἐπεπόνθει. ὡς δὲ ἡ νὺξ παρῄει καὶ ἡμέρα ἐπέλαμψεν, ἀνεπιχείρητον εἰς πολιορκίαν εἶναι τὸ ἄστυ γνωρίσας, κατιέναι προσετετάχει ἐς τὸ πεδίον τὴν στρατιάν. καὶ οἱ μὲν ἀπῄεσαν, ὁ δὲ φύ λαξ ὄπισθεν μετὰ μετρίων ἐναπελείφθη στρατιωτῶν καὶ τούτων τῶν περὶ αὐτόν τε καὶ νεωτέρων. κατόπισθεν δὲ καὶ αὐτὸς κατῄει πεζὸς ὡς καὶ οἱ λοιποί· οὐδὲ γὰρ ἦν δυ νατὸν ἱππότην βαδίσαι περὶ τὸ κάταντες τοῦ βουνοῦ.

60 Ἐκεῖσε γοῦν ἡμέρας διανύσας δύο καὶ λείαν τὴν κώμην πεποιηκὼς τὸ Βατκούνιον, ἐς τὴν Ἀδριανοῦ καὶ αὖθις ὑπέστρεψε κἀκεῖθεν εἰς τὸ ∆ιδυμότειχον. αὐτόθι γοῦν εἰς ἡγεμόνας τάξας τόν τε Λάσκαριν Μανουήλ, ὃν καὶ πρωτοσεβαστὸν κατωνόμασεν, ἀνθρώπιον ἀφελέστατον καὶ κακῶς εἰδὸς στρατηγεῖν, καὶ τὸν Μαργαρίτην Κων σταντῖνον, ὃν προφθάσας ὁ λόγος ἐδήλωσεν, ἄνδρα ἀγροῖ κον καὶ ἐξ ἀγροίκων γεγενημένον, μάζῃ καὶ πιτύροις ἀνατεθραμμένον καὶ λαρυγγίζειν μόνον εἰδότα-ἐκ Νεοκάστρων δὲ οὗτος ὥρμητο, καὶ ἐτέλει τὰ πρῶτα ἐν τῇ τοῦ