1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

49

ἐκείνου πρὸς ἀνατροπὴν τῶν γεγενημένων τελούμενα;» καὶ ὁ βασιλεὺς-οὐκ οἶδ' ὅπως· τὴν γὰρ αἰτίαν εἰρήκειν-πάλιν λέγει· «τί φῂς περὶ τῶν τοιούτων;» καὶ αὐ τός· «πολλάκις εἰρήκειν, ὦ βασιλεῦ, ὡς ἐπὶ πλέον μοι δοκεῖ τὸ εἰρημένον ψευδές, ἐπ' ἔλαττον δὲ ἀληθές· τὸ δὲ ἐπὶ τοῖς ἀδήλοις ἀκριβῶς ἀποφαίνεσθαι οὔ μοι δοκεῖ ῥᾷον εἶναι.» ἦ δ' ἐκεῖνος· «ἐν τοῖς ἀδήλοις ἐστὶ χάρις βεβαίως καὶ ἀκριβῶς ἀποφαίνεσθαι· ἐπὶ γὰρ τοῖς δήλοις καὶ οἱ ἀείδαροι λέγου σιν.» ἦν δὲ ἐγώ· «ἰδοὺ μετὰ τῶν ἀειδάρων καὶ ἡμεῖς συν τετάγμεθα.» καὶ ὁ βασιλεὺς χόλου πλησθείς· «σὺ πάντοτε ἦσθα» ἔφη «μωρὸς καὶ ἀρτίως πάλιν μωρός.» καὶ αὐτὸς οὐδέν τι πλέον μὰ τοὺς λόγους ἀνταπεκρίθην ἀλλ' ἤ· «ἐγὼ μέν εἰμι μωρὸς καὶ ἵνα σιωπῶ, οἱ δὲ φρονοῦντες λαλείτωσαν.» Ταῦτ' εἶπον, καὶ ὀργῆς ὁ βασιλεὺς ἀπλέτου καὶ μα νίας πλησθεὶς καὶ οἷον ἐκβακχευθεὶς τῷ θυμῷ ἑλκύσαι μὲν ὥρμησε τὴν σπάθην τοῦ κουλεοῦ, τῆς κώπης ἐπιλα βόμενος. ἀλλὰ τοῦτο μὲν κατέσχε· μικρὸν γὰρ ταύτην ἀπογυμνώσας πάλιν εἰσῆξε· τῷ μεγάλῳ δὲ δομεστίκῳ αὐ τοῦ τῷ Μουζάλωνι Ἀνδρονίκῳ καταβαλεῖν με τοῦ ἵππου προσέταξε. καὶ ὃς ἐβούλετο μέν, οὐκ ἠδύνατο δέ· λεπτὸν γὰρ εἶχε καὶ ἀδρανὲς τὸ σωμάτιον. ἠρέμα δέ πως ἔφη· «ἔκστηθι τῆς ἐφεστρίδος.» καὶ αὐτὸς ἀπέβην τῆς ἡμιόνου. ὁ δὲ χρηστότατος περὶ ἡμᾶς βασιλεὺς τοὺς πολλὰ πρὸς τοῦ πατρὸς αὐτοῦ δι' αὐτὸν πεπονθότας, ὃς ἐν πολλῷ πλήθει καὶ πολλάκις διαπρυσίῳ ἔλεξε τῇ φωνῇ ὡς «πολλῶν μοι αἴτιος ἀγαθῶν οὑτοσὶ ὁ ἄνθρωπος γέγονε»-περὶ τῆς λογικῆς φάσκων παιδείας-»καὶ πολλῶν ὀφειλέτης τούτῳ τυγχάνω,» ὁ τὴν κλῆσίν μοι προθέμενος ἐν πολλοῖς καὶ γλυκὺ ταύτην κατονομάζων καὶ πρᾶγμα καὶ ὄνομα, δυοῖν κορυνοφόροιν προσέταξε τύπτειν με, χθιζὰ καὶ πρὸ τρίτης τούτους χειροτονήσας, ὡς εἴκοσι τέσσαρας πάντας τὸν ἀριθ μόν, οὐκ οἶδα εἰ μὴ δι' ἐμέ, ἵν' εἴη καὶ σκηνὴ τοῦ δρά ματος εἰς τραγῳδίαν ἀξίαν μεμορφωμένη. καὶ οἱ μὲν ἔτυπτον, ἐγὼ δὲ σιγῇ τὰς τύψεις ἐλάμβανον. ὃ καὶ μᾶλ λον τοῦτον ἐξέμαινεν, ὅτι μηδ' ὅλως πρὸς διήσεις κάμπτο μαι καὶ πληττόμενος. ἐπεὶ δὲ πολλὰς κατὰ παντὸς ἐδε ξάμην τοῦ σώματος, μόγις ἰσχνῇ καὶ ἠρεμαίᾳ φωνῇ «ὦ Χριστὲ βασιλεῦ,» ἔφην, «πόσας νενόσηκα νόσους, καὶ διὰ τί ἐν οὐδεμιᾷ τούτων κατέλυσα τὴν ζωήν, ἀλλ' ἐν τοιού τοις με καιροῖς ἐταμίευες;» ταῦτ' εἶπον, καὶ ὁ βασιλεὺς οἷον αἰδεσθεὶς ἀπηλλάγη, ἑνὶ τῶν ἀκολούθων αὐτοῦ εἰρη κώς· «λάβε τοῦτον αὐτός.» καὶ ὃς ἔφιππόν με λαβὼν ἠρώτα, ποῦ ἂν καὶ ἀπέλθοιμεν, ἐγὼ δέ· «ὅπου ἂν αὐτὸς βούλει, ἐφέπομαι.» καὶ πάλιν οὗτος διὰ τῶν ἐρωτήσεων κατηνάγκαζε· τότε γοῦν καὶ αὐτὸς πρὸς τοῦτον ἀντέφην ὡς «δεῖ ἡμᾶς τὴν πρὸς τοὺς Βαρδαρειώτας βαδίσαι· τοῦτο γάρ μοι δοκεῖ καὶ μᾶλλον συμφέρον σοι.» καὶ γέγονεν οὕτως, καὶ ἐς τῶν Βαρδαρειωτῶν ἀπῄειμεν τὰς σκηνάς. ἰδὼν δέ με ὁ αὐτῶν πριμμικήριος θαυμάσας ἠρώτα, τί ἂν βουλόμενος περὶ τὴν αὐτοῦ σκηνὴν ἀφικόμην· καὶ ἔγωγε «μικρᾶς» ἔφην «ἀναπαύσεως χάριν.» βραχὺ γοῦν τι προσ εκαρτέρησα τοῖς ἐκεῖσε· ἤδη γὰρ καὶ ὁ πριμμικήριος ἐμε μαθήκει τὰ κατ' ἐμέ. ὁ δὲ βασιλεὺς οὐδ' εἰς πολὺ μελλήσας διεμηνύσατο εἰς τὴν σκηνὴν ἀφικέσθαι με. δεδιὼς δὲ μή πως τῇ λύπῃ κατασχεθεὶς φυγῇ χρήσωμαι, προσέταξε μοῖ ράν τινα στρατιωτικὴν περιστοιχίσαι μου τὴν σκηνὴν καὶ λεληθότως φυλάττειν με. Ἐγὼ μὲν οὖν εἰς τὴν οἰκείαν ἀφιγμένος σκηνὴν ἡσύχως ἐν αὐτῇ τὸν καιρὸν διεβίβαζον, οὐκ ἐν ἀνακτόροις βαδίζων οὐδέ τινι τῶν συνήθων καὶ ἐπιτηδείων προσομιλῶν, ἀλλ' ἢ ταῖς βίβλοις προσανέχων καὶ ἀναγνώσει χρώμενος καὶ τροφῆς μεταλαμβάνων κατὰ καιρόν. ἱκαναὶ γοῦν ἡμέραι οὑτωσί πώς μου ἔχοντος παρῳχήκεσαν, καὶ ὁ βασιλεὺς ἠγανάκτει τὸ σκληρόν μου καθορῶν τοῦ φρονήματος. παρῄει γοῦν ὅλος ὁ Αὔγουστος, καὶ οὐδ' ὅλως ἐνδοῦναι εἶχον τῆς ἧς ἔστερξα γνώμης μικρόν. πολλοὶ γοῦν τῶν ἀρχιερέων ἀφίκοντο πρὸς ἐμέ, βασιλικῇ μέν, ὡς ἠπιστάμην, τῇ προσταγῇ, εἰ καὶ ἐκεῖ νοι λανθάνειν ἤθελον, οἴκοθεν λέγοντες ἀφικέσθαι πρὸς ἐμὲ φιλίας χάριν καὶ χρηστῆς διαθέσεως· πολλά τε