50
λέγοντες τὸ ἀπόκροτον καταλιπεῖν με τῆς γνώμης καὶ τῷ βασιλεῖ ξυνελ θεῖν καὶ αὖθις αὐτῷ πρὸς τὸν τῆς δουλείας συνελαθῆναι ζυγόν, οὐχ εὕρισκον ὅλως πειθήνιον· ἔφασκον γὰρ ὡς «εἴπερ μοι τὰ χρηστότατα ὁ βασιλεὺς ἐπιδείξαιτο, ὁποῖα οὐδεὶς ἄλλος τῶν βεβασιλευκότων ἐπί τινι τῶν ὑπηρετη σάντων αὐτῷ ἐπιδέδειχεν, ἢ τὰ χείρω καὶ κάκιστα ἐν ἐμοὶ κατεργάσαιτο, οἷα οὐδεὶς ἄλλος τῶν ἐπὶ κακίᾳ περιβοήτων ἐν οὐδενὶ τῶν ἁπάντων πεποίηκεν, οὔθ' οὕτως οὔτ' ἐκεί νως τῷ βασιλεῖ κατά τι δουλεύσαιμι.» ἐγὼ μὲν οὖν οὕτως εἶχον γνώμης καὶ ἀμεταθέτου σκοποῦ. Ἐπεὶ δὲ καὶ ὁ Σεπτέβριος ἐφεστήκει μὴν καὶ ἡ τοῦ δεσπότου Μιχαὴλ σύζυγος Θεοδώρα παρὰ τὸν βασιλέα ἀφί κετο μετὰ τοῦ υἱοῦ αὐτῆς Νικηφόρου, τὸ πρὸς τὸν βασιλέα κῆδος ἀποπληρώσοντες, ὅπερ ὁ βασιλεὺς Ἰωάννης ὁ τοῦ βασι λεύοντος πατὴρ πρὸ χρόνων τινῶν συμπεφώνηκεν, ὁ μὲν βασιλεὺς ἔσπευδε τὴν Θεσσαλονίκην καταλαβεῖν, ἔνθα καὶ τοὺς γάμους ποιῆσαι βεβούληται. καὶ δήπερ ἀπάρας ἐξ οὗ περ ἔκειτο τόπου τῆς εἰς τὴν Θεσσαλονίκην φερούσης ἥπτετο· καθ' ὁδὸν δὲ μετὰ τῆς τοῦ δεσπότου συζύγου τὰς συμβιβά σεις ἐποίει. ἡ μὲν οὖν τοῦ δεσπότου σύζυγος Θεοδώρα καὶ ἄκουσα τοῖς τοῦ βασιλέως λόγοις συνήρχετο· ἐντὸς γὰρ τῶν ἐκείνου χειρῶν οὖσα καὶ μικροῦ δεῖν ὡς ἐν εἱρκτῇ τυγχά νουσα οὐκ εἶχέ τι ἄλλο δρᾶσαι. συμπεφώνηκε γοῦν δοῦναι πρὸς τὸν βασιλέα τὸ κάστρον τὰ Σέρβια καὶ σὺν αὐτῷ καὶ τὸ ∆υρράχιον. ἐπὶ τούτοις καὶ ὅρκοι ἐγγράφως προέ βησαν καὶ ἀπεστάλησαν πρὸς τὸν δεσπότην Μιχαήλ. ὁ δέ, ὅ φησιν ὁ ποίησις, ἑκὼν ἀέκοντί γε θυμῷ τοῖς ὀμωμοσμέ νοις συνῆλθεν· ηὔχετο γὰρ ἐλευθερωθῆναι καὶ παρ' αὐ τὸν γενέσθαι καὶ τὸν υἱὸν καὶ τὴν σύζυγον. Ἐν τοῖς τοιούτοις τῶν λόγων ὁ βασιλεὺς κἀμὲ τῆς ἧς εἶχον ἐκμοχλεύσας στερρότητος ἐχειρώσατο. ἐξαποστείλας γὰρ τὸν πρὸς πάππου αὐτοῦ θεῖον τὸν Λάσκαριν Μανουὴλ καὶ τὸν πρωτοβεστιάριον αὐτοῦ τὸν Μουζάλωνα Γεώργιον ἱλα ροῖς καὶ ἁπλοῖς τισιν ἐχρήσατο λόγοις, καί με εἷλε, καὶ πρὸς αὐτὸν οἱ ἀποσταλέντες ἀπήγαγον. καὶ γοῦν προσιὼν τῷ βασιλεῖ καὶ ὡς ἔθος κλίνας τὴν κεφαλὴν μακρότερον ἔστην. καὶ ὁ βασιλεύς· «οὐκ οἶδας ὅπῃ εἰώθεις ἵστασθαι; τὸν τόπον σου γινώσκεις, καὶ πρόσιθι.» τῇ προσταγῇ γοῦν ὑπείξας τοῦ βασιλέως ἀπελθὼν ἔστην ἐκ πλαγίου αὐτοῦ καθώσπερ εἶχον καὶ ἔθος. τότε γοῦν μοι ὁ βασιλεὺς τὰς τοῦ δεσπό του Μιχαὴλ ὑποθέσεις πάσας ἀνεκοινώσατο καὶ ἐξ ἀρχῆς ὅπως προέβησαν διηγήσατο. ταῦτα μὲν οὖν ἐν τοῖς τοῦ Λαγκαδᾶ-τόπος δέ ἐστιν οὗτος ἐγγύς που τυγχάνων τῆς Θεσσαλονίκης-ἐγένετο.
64 Ἐπεὶ δὲ ὁ βασιλεὺς τὴν Θεσσαλονίκην κατείληφε, τοὺς ἐπὶ τῇ θυγατρὶ Μαρίᾳ γάμους μετὰ τοῦ υἱοῦ τοῦ δεσπότου Μιχαὴλ Νικηφόρου, ὃν καὶ δεσπότην τετίμηκεν, ἐκπεπλήρωκεν. Ἐν τούτοις δὲ ὄντος τοῦ βασιλέως γραφή τις πρὸς αὐτὸν ἐξεπέμφθη παρὰ τῶν ἐν τοῖς Βιθυνίας μέρεσιν ὄντων καὶ εἰς φυλακὴν εἶναι τοῦ τόπου προστεταγμέ νων, ὡς ὁ Μιχαὴλ Κομνηνὸς ὁ Παλαιολόγος, ὃν καὶ μέγαν κονοστάβλον πρὸς τοῦ βασιλέως Ἰωάννου ὁ λόγος φθάσας τετιμῆσθαι δεδήλωκε καὶ τὴν τῆς ἁπάσης ταύτης χώρας ἡγεμονίαν ἐμπεπιστεῦσθαι, φυγὰς ᾤχετο καὶ περὶ τὸν τῶν Μουσουλμάνων ἀπῄει χῶρον. ἐταράχθη γοῦν ἐπὶ τούτοις ὁ βασιλεὺς οὐ μικρῶς, καί με προσκαλεσάμενος «ἔγνως,» ἔφη, «τί γέγονε καὶ αὐτός;» «οὐδαμῶς» ἔφην, «ὦ βασιλεῦ· τί δέ ἐστι τὸ προσφάτως γεγενημένον;» ὁ δέ φησιν· «ὁ μέγας κονοστάβλος ἀπέδρα καὶ περὶ τὰ τῶν Μουσουλ μάνων κεχώρηκε. τί γοῦν ἄρα περὶ τοῦ τοιούτου διανοῇ; μῶν πρὸς Μουσουλμάνων προσλαβόμενος στράτευμα καθ' ἡμετέρας χωρήσει χώρας;» «οὐδαμῶς μοι δοκεῖ τοιοῦτον, ὦ βασιλεῦ,» ἔφην, «αὐτὸν διαπράξασθαι· τὴν γὰρ γνώμην τοῦ ἀνδρὸς ἐπέγνων καὶ τὸ τοῦ φρονήματος ἐπίσταμαι φιλορώ μαιον.» καὶ ὁ βασιλεύς· «τίνος οὖν χάριν φυγὰς τῶν ἡμε τέρων ἐγένετο;» «ὅτιπερ,» ἔφην, «ὡς οἶσθα, ὦ βασιλεῦ, οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ καὶ μυριάκις ἠπείλεις αὐτῷ τὰ δεινότατα καὶ ὠργίζου κατ' αὐτοῦ χαλεπῶς, καὶ ἐν